Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.53.1
Not analysed yet
οὐδὲ νομίσοι τὸ γινόμενον, ὕβρις ἄρα ἐστὶ τὸ συμπόσιον τοῦτο. καὶ ὑβρισταὶ οἱ τοῦτο τελοῦντες. διὸ καὶ ἐπάγει συλλογιστικῶς ἡ Ὁμηρικὴ Ἀθηνᾶ. ὥστε μοι ὑβρίζοντες ὑπερφιάλως δοκοῦσι δαίνυσθαι. Σημείωσαι οὖν ὅτι καὶ τὸ εἰλαπίνη ἠὲ γάμος βαρέως ἠρώτησεν ὁ ξένος καὶ οὐχ' ὡς ἀληθῶς ἀπορῶν, ἔγνω γὰρ ὡς οὔτε εἰλαπίνη οὔτε γάμος, ὥσπερ οὐδὲ ἔρανος. δαὶς ἄρα ὑβριστική. γένος γὰρ τῶν τοιούτων ἡ δαὶς καὶ τὸ δαίνυσθαι, καθὰ μετ' ὀλίγα εὐθὺς ῥηθήσεται. Τὸ δὲ ὑβριστὰς εἶναι τοὺς μνηστῆρας, δηλοῖ καὶ ὁ εἰπὼν ὅτι τὸ μὲν τῶν μνηστήρων συμπόσιον ἦν οἷον ἂν γένοιτο νεανίσκων, μέθαις καὶ ἔρωσιν ἀνακειμένων. τὸ δὲ τῶν Φαιάκων, εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. (Vers. 225.) Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι ὥσπερ τῆς δαιτὸς παρώνυμον Δαίτων κύριον καὶ Δαίτης, οὕτω καὶ ἐκ τοῦ κερᾶν καὶ τοῦ εἰλαπινάζειν, ἦν τις Κεράων καὶ Εἰλαπιναστὴς κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν. εἰπόντος ὅτι ἐν τῇ Λακωνικῇ που λέγεται ἱδρύσθαι ἥρωας, Δαίτωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων μάζας διακόνων καὶ κεραννύντων οἶνον. καὶ παρὰ Τρωσὶ δέ φασι, Δαίτην ἥρωα τιμᾶσθαι. καὶ ἐν Κύπρῳ, Δία εἰλαπιναστὴν καὶ σπλαγχνοτόμον. ὅτι δὲ τὰ φειδίτια συσσίτιον ἦν Λακωνικὸν περιώνυμον μὲν οὐ πολυτελὲς δὲ, περιᾴδεται τοῖς παλαιοῖς. εἰλαπιναστοῦ δὲ ἀνδρὸς, χρῆσις καὶ ἐν Ἰλιάδι. (Vers. 226.) Ἰστέον δὲ ὅτι γάμος μὲν, ὁμολογουμένως οὐκ ἔστι τὰ παρόντα, οὐ μὴν οὐδὲ ἔρανος. εἰλαπίνη δέ τις ὅμως ἐστὶ βιαία ἐπὶ γάμου ἐλπίδι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς, εἰλαπίνην εἶναι τὸ πρᾶγμα ἐρεῖ, ἐν τῷ, θρῆνυν ᾧ Ἀντίνοος ἐπεῖχε πόδα εἰλαπινάζων. καὶ ἀλλαχοῦ δὲ, εἰλαπινάζειν τοὺς μνηστῆρας ἐρεῖ, ὡς καὶ ὁ Τηλέμαχος ἐν τοῖς ἑξῆς. Σημείωσαι δὲ ὅτι δαὶς μὲν, ἡ ἁπλῶς εὐωχία ὡς ὄνομα κοινὸν καὶ γενικόν. ἡ δὲ εἰλαπίνη καὶ ὁ γάμος καὶ ὁ ἔρανος, εἴδη εἰσὶ τῆς δαιτός. διὸ καὶ ἡ ἐρώτησις οὕτω προάγεται. τίς ἡ παροῦσα δαίς; ἆρά γε εἰλαπίνη; ἢ γάμος; ἢ ἔρανος; ὡς καὶ ἐάν τις εἴποι, τί ζῷον τοῦτο; βοῦς; ἢ ἵππος; ἢ κύων; οὕτω δὲ γενικόν τι ἐπὶ τῶν τοιούτων ὄνομα, καὶ ὁ προῤῥηθεὶς ὅμιλος. ἀπὸ τῆς ἴλης ὢν καὶ αὐτὸς ἀφ' ἧς καὶ ἡ εἰλαπίνη κατά τινας. ὅτι δὲ ἡ γραφὴ τῆς ἴλης ἐδιφορεῖτο παρὰ τοῖς παλαιοῖς, δηλοῦσι καὶ οἱ ἐν ῥητορικοῖς λεξικοῖς παραδόντες, ὡς καὶ τὸ ἰστέον ἀντὶ τοῦ γνωστέον, διὰ διφθόγγου εἶχε ποτὲ τὴν γραφὴν ἀπὸ τοῦ εἴδω. καὶ τὸ ἴλη ἐπὶ τάγματος καὶ πλήθους, παρὰ τὸ εἰλῶ. καὶ τὸ ἰλυσπᾶσθαι, ὅ ἐστιν ὁμοίως ὄφει καὶ σκώληκι εἰλεῖσθαι καὶ σπᾶσθαι ἤγουν κινεῖσθαι. ὅθεν καὶ εἰλύσπωμα ἡ τοιαύτη κίνησις. καὶ ἡ κλεισία δὲ καὶ τὸ κλείσιον καὶ τὸ πέδειλον, διφορεῖται τοῖς παλαιοῖς. καὶ ἄλλα, ἐν οἷς καὶ ὁ χιλός. Αἴλιος δὲ Διονύσιος, καὶ τοῦ ἰθύφαλλος τὴν ἀρχήν, διὰ διφθόγγου γράφει. ὃ δηλοῖ φησιν, αἰδοῖον ἐντεταμένον, καὶ ᾆσμα Διονυσιακὸν Ἀθήνῃσι, καὶ ἑταιρικὸν δέ. τουτέστι φίλον ταῖς ἑταίρισιν. αἳ καὶ ἀνασεισίφαλλοι φερωνύμως λέγονται παρὰ τῇ κωμῳδία, ὡς ἀνασείουσαι φησὶ τὸν φάλητα ὅς ἐστιν αἰδοῖον ἀνδρός. Παυσανίας δὲ διὰ διφθόγγου γράφων καὶ αὐτὸς, φησὶν ὅτι εἰθύφαλλος, αἰδοῖον. καὶ ὁ πρόχειρος εἰς συνουσίαν. καὶ ᾠδὴ ὑπόκενος. Σημείωσαι δὲ ὅτι γενικώτερον τῆς δαιτὸς ὁ ὅμιλος, εἰ καὶ κατὰ τρόπον ὑστερολογίας ἡ ποιητικὴ φράσις προτίθησι τὴν δαῖτα ἐν τῷ, τίς δαὶς τίς δὲ ὅμιλος. χρὴ γὰρ πρῶτον ὁμιλαδὸν γενέσθαι τινὰς, εἶτα ἢ μάχην τυχὸν ἢ ἑορτὴν θέσθαι. ἢ πανήγυριν. ἢ καὶ δαῖτα. καὶ ταύτην, ἢν ἐν γάμῳ ἢ ἐν εἰλαπίνῃ ὡς ἐῤῥέθη ἢ ἐν ἐράνῳ. (Vers. 227.) Τὸ δὲ ὑβρίζοντες, πάνυ κυριολεκτικῶς εἶπεν. ὕβρις γὰρ οὐ μόνον ἡ ἐν λόγοις ἀλλὰ καὶ ἡ κατὰ πᾶν ἔργον αἰσχρόν. ὑβρισταὶ γοῦν καὶ οἱ κακολογοῦντες. ὑβρισταὶ δὲ ὡς μάλιστα, καὶ οἱ αἰσχρουργοῦντες, ὁποῖοι καὶ οἱ μνηστῆρες. οἷς δίχα τῶν ἄλλων ἤρκει πρὸς ὕβριν, καὶ τὸ ἄμετρον τῆς τρυφῆς. τὸ γάρ τοι μέτρον καὶ τὸ παρώνυμον αὐτῷ μέτριον τὸ καὶ ἄρκιον οὗπερ στοχάζεται σώφρων ἄνθρωπος, καὶ ἐν αὐταῖς τραπέζαις ἀγαθόν ἐστιν. ὡς δηλοῖ ὁ γράψας τὸ, τοῖς ὑπερβάλλουσι, δαπάνη πρόσεστιν ἡδονὴ δ' οὐδ' ἡτισοῦν. καὶ πάλιν. ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ' ὑπεργέμων ἀπέρχομαι νῦν, οὔτε κενὸς, ἀλλ' ἡδέως ἔχων ἐμαυτοῦ. καὶ πάλιν. δεῖ φεύγειν ἁπάντων τὰς ὑπερβολάς. λέγεται δὲ καὶ Γοργίας ὁ Λεοντῖνος ἐν βαθεῖ γήρᾳ ζήσας μετ' αἰσθήσεως ἤγουν ἐν τῷ καὶ τῶν αἰσθήσεων ὑγιῶς ἔχειν. καὶ ἐρωτηθεὶς τίνι διαίτῃ χρώμενος οὕτω βιώσοι, φάναι ὡς οὐδὲν πώποτε ἡδονῆς ἕνεκα πράξας. Τιθωνὸς μέντοι ἐπιθυμίαις οὕτως ἐμπεπλεγμένος ὡς ἀπὸ τῆς ἕω μὲν κοιμᾶσθαι μέχρι δύσεων πρὸς ἑσπέραν δὲ τῇ ἐπιθυμία ἐπεγείρεσθαι, λόγον εὗρεν, ἠοῖ συγκοιμᾶσθαι. ἔχει δὲ ὁ Ἀθήναιος καὶ ἄλλα χρήσιμα εἰς συμμετρίαν βρώσεως. δῆλον δὲ ὅτι καὶ ἐν δημηγορίαις καὶ λοιποῖς λόγων εἴδεσι χρηστότατον τὸ μέτριον. διὸ