Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.58.1
Not analysed yet
μάρτυρος, πρωτότυπον ὁ μάρτυρ δοκεῖ. διὸ τούτου μὲν πληθυντικὸν, οἱ μάρτυρες, καὶ τὰ ἑξῆς ἀκολούθως. ἐκείνου δὲ, οἱ μάρτυροι καὶ ἡ ἐφεξῆς ἀναλογία. εἰ μὴ ἄρα μεταπλασθῆναί τις ἐρεῖ τὸ μάρτυρες ἐκ τοῦ μάρτυροι. τότε γὰρ, οὐκ ἀνάγκη τὸ μάρτυρ εἶναι ἐν λόγῳ. ἐν τούτοις δὲ κεῖται συνήθως τῷ ποιητῇ ῥῆμα δυϊκὸν μετὰ ὀνόματος πληθυντικοῦ. φησὶ γάρ. μάρτυροι ἔστων ἤγουν ἔστωσαν. (Vers. 276.) Ὅτι σχῆμα ἑκουσίου σολοικισμοῦ τὸ, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἂψ ἴτω ἐς μέγαρον πατρός. ἦν γὰρ τὸ ἀκόλουθον καὶ ἀσόλοικον, οὕτως εἰπεῖν κατὰ ὀρθὴν καὶ εὐθεῖαν. μήτηρ δὲ εἰ βούλοιτο γαμέεσθαι, ἂψ ἴτω. ἢ καὶ ἄλλως, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον. ὁ δὲ συνετὸς Μέντης ἐπίτηδες οὕτω σχηματίζει τὸν λόγον, διὰ αἰτίαν τοιαύτην. βουλευσάμενος γὰρ εἰπεῖν ὅτι τὴν μητέρα ἀπόπεμψον, καὶ φθάσας εἰπεῖν κατά τι αὐθωρὸν ὡς ἐν σχεδιασμῷ τὴν αἰτιατικὴν, εἶτα συνιδὼν ὡς ἴσως οὐ πείσει τὸν φιλομήτορα Τηλέμαχον εἰπὼν τὸ ἀπόπεμψον, σιγᾷ μὲν τοῦτο τὸ ῥῆμα ὡς οἷα ἐπιμηθευσάμενος. μὴ ἔχων δὲ συντόμως ἄλλην λέξιν αὐτόθεν ἐξευρεῖν ἅμα καὶ τὴν ὀρθὴν σύνταξιν σώζουσαν, καὶ τὸ δυσχερὲς τοῦ λόγου ἐκκλίνουσαν, ἐξανάγκης εἰς ἄλλο ῥῆμα ἐκπίπτει. καὶ οὕτως ἐμπίπτει εἰς τὸ σολοικοφανές. εἰπὼν, ὑποχωρήσατο. ἵνα δῆθεν αὐτὴ ἀπέρχηται θέλουσα, καὶ μὴ ὁ παῖς αὐτὴν ἐκπέμπῃ ἀέκουσαν. καὶ οὕτω μὲν ὁ νουνεχὴς Μέντης τὸν λόγον ἐσχημάτισεν. ἀμφιδεξιῶς πάνυ ἀμφότερα ἐμφήνας, καὶ τὸ, ἀπόπεμψον τὴν μητέρα εἰ μὴ φιλεῖς αὐτὴν, καὶ τὸ, ἡ μήτηρ ἂψ ἴτω εἰ μὴ σὺ θέλεις λυπῆσαι αὐτήν. ἐξ ἑκατέρων ἐννοιῶν ἀνὰ μίαν λέξιν σιγήσας. ἤγουν τὸ ῥῆμα μὲν τὸ προστακτικὸν, ἐκ τοῦ, τὴν μητέρα ἀπόπεμψον. ἐκ δὲ τοῦ, ἡ μήτηρ ἂψ ἴτω, τὸ τῆς εὐθείας ὄνομα. καὶ οὕτως, οὐ μόνον καινοπρεπὲς ἀπέβη τοῦτο τὸ σχῆμα διὰ τὸ σολοικοφανὲς, ἀλλὰ καὶ γοργὸν καὶ ἐλλειπτικόν. καὶ τοιοῦτος μὲν ὁ εὐλαβὴς Μέντης. ὁ δὲ ἀτάσθαλος καὶ ἀγήνωρ Ἀντίνοος ἐν τοῖς ἑξῆς, ἀσολοίκως μὲν, ἀπαιδεύτως δὲ μὴ παρακαλύψας, ἐρεῖ μητέρα ἀπόπεμψον. ἔνθα καὶ ἀντακούσει πρὸς τοῦ φιλομήτορος, ὅτι οὐκ ἔστι δόμων ἀέκουσαν ἀπώσασθαι. (Vers. 277.) Ὅτι καινοπρεπὲς σχῆμα καὶ τὸ, ἐλθέτω εἰς μέγαρον πατρὸς μέγα δυναμένοιο. οἱ δὲ, γάμον τεύξουσι, καὶ ἀρτυνέουσιν ἕεδνα πολλὰ μάλα. ὤφειλε γὰρ εἰπεῖν, ὁ δὲ ἤτοι ὁ πατὴρ γάμον τεύξει. ὁ δὲ ποιητὴς, οὐ πρὸς ἕνα τὸν πατέρα τὴν σύνταξιν ἀπέδωκεν, ἀλλὰ πρός τινας πολλοὺς τοὺς ἀμφὶ τὸν πατέρα. οἵ τινες ὡς ἐν τοῖς ἑξῆς ἱστορεῖται, τὴν Πηνελόπην ἐκέλευον γήμασθαι. Ὅρα δὲ καὶ ὅτι δυνατόν τε καὶ πλούσιον ὑπεμφαίνει ὁ ποιητὴς τὸν τῆς Πηνελόπης πατέρα Ἰκάριον. μέγα τὲ γὰρ δυνάμενον αὐτὸν εἶπε, καὶ τὰ ἐξ αὐτοῦ τῇ θυγατρὶ ἕδνα, πολλὰ μάλα φίλῃ παιδὶ πρέποντα. Τὸ δὲ ἀρτύνειν, ἀπὸ τοῦ ἀρτύω γίνεται πλεονασμῷ τοῦ ν. ὥσπερ δύω δύνω. καὶ θύω θύνω τὸ ὁρμῶ καὶ χύω χύνω. Ἕδνα δὲ νῦν μὲν τὰ ἀπὸ τῆς γυναικὸς πρὸς τὸν ἄνδρα. τάχα δὲ καὶ τὸ ἀνάπαλιν. δύναται γὰρ ἀμφοτέρως ἡ ἔννοια συμβιβάζεσθαι. οἱ δὲ ἀκριβέστεροι τῶν παλαιῶν, ἕδνα λέγεσθαι κυρίως φασὶ, τὰ ὑπὸ τῶν νυμφίων ἀλλήλοις διδόμενα. τὰ δὲ ἀπὸ τῶν πατέρων ἐπιμείλια φασὶν, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. φερνὴ δὲ τὰ τῆς νύμφης. τὰ δὲ ὑπὸ τῆς νύμφης, ἐπιφέρνια. δασύνεται δὲ τὸ ἕδνα, ὡς ἀπὸ τοῦ ἑδράζω κατὰ τοὺς παλαιούς. ἕδρανόν τι ὂν, τὸ τὸν γάμον στηρίζον, καὶ ἐν συγκοπῇ ἕδνον. ἢ ἀπὸ τοῦ ἥδω, ἥδανόν τι ὂν, τὸ ἡδύνον τοὺς λαμβάνοντας, καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ η εἰς ε, ἕδνον. καθὰ καὶ μύρον ἑδανὸν ὀξυτόνως ἐν Ἰλιάδι, τὸ ἡδύ. ὡσαύτως δασύνεται καὶ τὸ ἕεδνον, τῆς δασείας ἀναδραμούσης εἰς τὴν ἀρχὴν, καὶ τὸ ἑεδνοῦσθαι. ὡς ἐπὶ τοῦ ὥρων ἑώρων γίνεται καὶ ἐπὶ ἄλλων πολλῶν. ὅλως δὲ κατὰ πᾶσαν κίνησιν, τὰ ἀπὸ τοῦ ἥδω δασύνονται, ὡς καὶ τὸ ἁνδάνω. καθὰ δηλοῖ τὰ παρὰ τῷ τραγικῷ ἀφανδάνοντα. καὶ ἀφάδιον παρὰ Παυσανίᾳ, τὸ ἐχθρὸν καὶ ἀπαρέσκον, καὶ ἦδος δὲ τὸ μὲν ὄφελος, ψιλοῦσιν οἱ πλείους, ὡς μεταπλασθὲν ἐκ τῆς ἡδονῆς εἰς τροχαῖον. ἐπὶ δὲ ὄξους, δασύνουσιν. Αἴλιος γοῦν Διονύσιος φησίν. ἧδος τὸ ὄξος, δασύνουσιν Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα, οἷον καὶ τὸν ἡδυλισμόν. ὃς εἶδός τι κολακείας ἐστίν. ἀφ' οὗ καὶ τὸ ἡδυλίζειν παρὰ Μενάνδρῳ. Παυσανίας δὲ εἰπὼν ὅτι ἦδος τὸ ὄφελος καὶ τὸ ὄξος, οὐδέν τι περὶ πνεύματος ἔφη. ἐκ τοῦ ἥδω δὲ γινομένη καὶ ἡ ἥβη καὶ τὰ ἐξ αὐτῆς ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, εὐλόγως δασύνονται. Ἰστέον δὲ καὶ ὅτι ὁ ἀνωτέρω ῥηθεὶς τῆς Πηνελόπης πατὴρ Ἰκάριος, ἀδελφὸς ἦν Τυνδάρεω τοῦ Λάκωνος, τοῦ πατρὸς τῆς Ἑλένης. οἳ τῆς οἰκείας ἐκπεσόντες ὑπὸ Ἱπποκόωντος, ἦλθον εἰς Θέστιον Πλευρωνίων ἄρχοντα. καὶ τὴν πέραν Ἀχελῴου συγκατεκτήσαντο. ὕστερον δὲ, Τυνδάρεως μὲν τὴν Θεστίου θυγατέρα Λήδαν λαβὼν, ἐπανῆλθεν.