Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.59.1
Not analysed yet
ἀφ' ἧς ἐγένοντο αὐτῷ Ἑλένη καὶ οἱ Διόσκουροι. Ἰκάριος δὲ ἐπέμεινε μέρος φασὶν ἔχων τῆς Ἀκαρνανίας. ἔνθα καὶ τεκνωσάμενος Πηνελόπην ἐκ Πολυκάστης, τῷ Ὀδυσσεῖ πρὸς γάμον ἐξέδοτο. (Vers. 281.) Ὅτι νῆα ἐεικόσορον ἐμφαίνων ἅμα καὶ ἐτυμολογῶν, φησί. νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν. ὅθεν δηλονότι ναῦς εἰκόσορος. τί δὲ τὸ ἄρσαι, ἐν τῇ Ἰλιάδι δεδήλωται. Ὅρα δὲ τὸ, ἄρσας ἐρέταις. διττὸν γὰρ τὸ ἄρσαι νῆα. τὸ μὲν, ἐπὶ ναυπηγίας. τὸ δὲ ἐπὶ ἐξαρτίσεως τὴν εἰς πλοῦν ὥσπερ ἐνταῦθα. Ὅτι δὲ καὶ εἴκοσι δίχα τοῦ ν λέγεται καὶ εἴκοσιν μετὰ τοῦ ν, ὡς καὶ πέρυσι πέρυσιν. καὶ ὡς ἐν συνθέσει ποτὲ μὲν, φυλάττει τὸ ι. ποτὲ δὲ αὐτὸ εἰς α τρέπει, οἷον, εἰκοσιστάδιον καὶ εἰκοσαστάδιον, Αἴλιος Διονύσιος λέγει. οὕτω δέ φησι καὶ τὸ πέντε ἐν συνθέσει φυλάττον τὸ ε. οἷον. πεντέπηχυ. πεντέκλινον. πεντέχαλκον. πεντέμηνον. πεντεσύριγγον ξύλον, ὅμως παρ' ἑτέροις διὰ τοῦ α λέγεται. πεντάπηχυ καὶ τὰ λοιπὰ ὁμοίως. ὅμοιον δέ τι πάσχει καὶ ὁ ὀκτὼ ἀριθμός. (Vers. 284.) Ὅτι τὴν τοῦ Διὸς ὄσσαν ἐπαινῶν, φησίν. ἢ μάλιστα φέρει κλέος ἀνθρώποισιν, ἤγουν φήμην καὶ ἀκοὴν τοῦ μέλλοντος. κλέος γὰρ παρ' Ὁμήρῳ, ἡ φήμη. ἔστι δὲ ὅτε, καὶ ἡ τιμὴ ἐὰν προσθήκην ὁ λόγος λάβῃ τινά. οἷον κλέος ἐσθλόν. ἢ κλέος μέγα. ἢ εὐρύ. λέγει δὲ τὴν ὄσσαν ἐκ Διὸς εἶναι, διότι πᾶσαν ὄσσαν καὶ ὀμφὴν, εἰς τὸν Δία οἱ παλαιοὶ ἀνάγουσι, διὸ καὶ πανομφαῖος ἐλέγετο, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. Διὸς δὲ ἡ ὄσσα, ἢ ἡ τῆς προμάντιδος εἱμαρμένης, δηλωτικὴ γάρ ἐστι τοῦ μέλλοντος, ἢ καὶ ἄλλως, ἡ τοῦ ἀέρος, ὃς αἴτιός ἐστι φωνῶν διηχὴς τυγχάνων. Ἰστέον δὲ ὅτι παρ' Ὁμήρῳ οὐχ' ἁπλῶς ἡ φωνὴ λέγεται ὄσσα καθὰ παρὰ τοῖς ὕστερον, ἀλλὰ καὶ ἡ ὄσσα καὶ ἡ κληδὼν καὶ ἡ ὀμφὴ καὶ ἡ φήμη ὡς πολλαχοῦ φανήσεται, θεῖόν τι ἐστὶ καὶ σημαντικὸν τοῦ μέλλοντος. Σημείωσαι δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων, εἰπεῖν ἁπλῶς ἔφη ὁ ποιητὴς, ἐπὶ δὲ Διός, ὄσσαν. φησὶ γάρ. ἤν τίς τοι εἴπῃσι βροτῶν. ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός. καὶ ἔστι τὸ εἴπῃσιν, ἀντὶ τοῦ λαλήσει ὡς οἷά τι εἰδώς. ἴσως δὲ, καὶ προσυπακουστέον τὸ ἔπος ἀπὸ κοινοῦ. ἵνα λέγῃ, ἤν τίς τοι εἴπῃσιν ἔπος. ἢ καὶ ἄλλως, ἤν τίς τοι εἴπῃσι περὶ πατρός. Ἔτι ἰστέον καὶ ὅτι τὸ ἤν τίς σοι εἴπῃ. ταυτόν ἐστι τῷ, εἴπως εἴπῃ. αὐτὸ δὲ, ἶσόν ἐστι τῷ, ὅπως εἴπῃ, κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον. (Vers. 285.) Ὅτι προαναφωνῶν κἀνταῦθα Ὅμηρος τὸ εἰς Πύλον καὶ εἰς Σπάρτην ἐλθεῖν τὸν Τηλέμαχον, πλεῖον σεμνύνει τὸν Νέστορα ἤπερ τὸν Μενέλαον, ἐκεῖνον μὲν γὰρ, δῖον λέγει. ξανθὸν δὲ ὡς καὶ ἐν Ἰλιάδι, τὸν Μενέλαον. ὃς καὶ δεύτατός φησι τῶν ἄλλων Ἀχαιῶν ἐνόστησεν ἐκ πλάνης. τουτέστιν ὕστατος ἐπανῆλθε. διὸ καὶ ὁ Τηλέμαχος εἰς ἐκεῖνον ἐλθὼν, πλείονα ἱστορίαν καὶ ξενικωτέραν ἐξ αὐτοῦ συνάγει, ὡς ἀπὸ πολυχρονίου πλάνητος. καὶ περὶ τοῦ πατρὸς δὲ ἀκριβέστερόν τι ἐξ ἐκείνου ἀκούει. Γίνεται δὲ τὸ δεύτατος ἀπὸ τοῦ δεύω τὸ ἐλλείπω. ἐξ οὗ συγκριτικὸν, δεύτερος ὁ ἐλλιπέστερος. καὶ ὑπερθετικὸν, δεύτατος ὁ ἐλλιπέστατος. ὥσπερ βασιλεύτερος βασιλεύτατος. (Vers. 289.) Ὅτι τὸ τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτὸν, εἴπῃ ἄν τις ὅτε συμβουλεύεταί τινι ἐπὶ πολὺ φερεπονεῖν. Ἔστι δὲ τὸ, τλαίης ἐνιαυτὸν, ὅμοιον τῷ, μείνατ' ἐπὶ χρόνον, ἀορισταίνει γὰρ νῦν ἐπίτηδες καὶ αὐτό. Τὸ δὲ τλαίη, εὑρεθήσεται ἀλλαχοῦ καὶ τετλαίη ἐν ἀναδιπλασιασμῷ. θέμα δὲ αὐτοῦ, τὸ τλῆμι. οὕτω δὲ καὶ ἐκ τοῦ θνῶ θνῆμι ἔθνην θνὰς θνάντος, θναίην. καὶ κατὰ ἀναδιπλασιασμὸν, τεθναίην. ἄλλως δὲ, κλίσιν ὁμοίαν ἀδιπλασίαστον ἔχουσι, τὸ κλῦθι κατά τινας καὶ τὸ δῦθι. ἔτι δὲ καὶ τὸ ἵληθι ἐκ τοῦ ἵλημι ἀῤῥήτου θέματος. τὸ δέ γε δίδωθι δέ μοι κλέος ἐσθλὸν, ἐξ εὐχρήστου ἐνεστῶτος προῆκται τοῦ, δίδωμι διδοὺς διδόντος δίδωθι. ἔχει δὲ ἀναγκαίαν ἔκτασιν τῆς παραληγούσης καθὰ καὶ τὸ πιμπλὰς πιμπλάντος πίμπλαθι καὶ τροπῇ πίμπληθι. οὕτω δὲ καὶ ἵλαθι ἵληθι. τὸ δὲ τέθναθι οὗ τρίτον τὸ τεθνάτω, γεγονὸς ἐκ τοῦ τεθνὰς τεθνάντος, ἐνέμεινε τῇ βραχείᾳ παραλήξει, ἐπειδὴ οὐκ ἔσχεν ἀνάγκην τινὰ μετρικήν. τούτων δὲ διαφέρει τὸ, ἄλλος δὲ βιώτω ἤγουν ζήτω, ὡς Δωρικὸν. βιούτω γὰρ τὸ κοινὸν, ὡς χρυσούτω, καὶ Δωρικῇ ἐναλλαγῇ τῆς ου εἰς ω, βιώτω. Περὶ δὲ ἐνιαυτοῦ ἰστέον ὡς εἰ καὶ ταυτὸν ἐνιαυτὸν καὶ ἔνον εἰπεῖν, ἀλλ' ἡ παραγωγὴ ἐν αὐτοῖς διάφορος. ἐνιαυτὸς μὲν γὰρ, παρὰ τὴν εν πρόθεσιν καὶ τὸ ἰαύειν ὃ ἔστι διατρίβειν, ἕνος δὲ κατά τινας, παρὰ τὸ ἕν, διὸ καὶ εὐλόγως ἐδασύνετο καθὰ καὶ ἡ ἕνῃ. δῆλον δὲ αὐτὸ, καὶ ἐκ τοῦ ἄφενος. ὅπερ ἀπὸ ἕνου ἐτυμολογοῦσι τινὲς ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. ἵνα καὶ ὁ ἕνος κατὰ τὴν ἕνην ἣν θεωρεῖ ὁ Πρόκλος, εἴη μόσχος μονόκερως. τὸ μὲν, διὰ τὸ ἀεὶ νεάζον καὶ ὡς οἷον κατὰ βοῦς ἐργατικὸν ἐν τοῖς περὶ γένεσιν. τὸ δὲ, διὰ τὸ ἑνάδος δίκην μεμονῶσθαι τὰς τοῦ ὅλου ἐνιαυτοῦ ἐνεργείας ὡς οὐδεμιᾶς ἑτέρας τῶν ὡρῶν. δασύ-