Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.60.1
Not analysed yet
νοιτο δ' ἂν καὶ ἄλλως ὁ ἕνος, ἢ παρὰ τὴν ἐν αὐτῷ ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατ' αὐτὰς ἀποτελεσμάτων, ἢ καὶ ὡς ἀπὸ τοῦ ἕω τὸ πληρῶ ἤγουν τελειῶ ἐξ οὗ καὶ ὅλος καὶ ὁλότης. πληροφορεῖ γὰρ τὰ καθ' ἡμᾶς ὡς τελεσφόρος, ὁ ἐνιαυτός. (Vers. 290.) Ὅτι ἐν τῷ, εἰ δέ κε τεθνειῶτος ἀκούσῃς μὴ δέ τ' ἐόντος, περισσὸν κεῖται τὸ, μὴ ἐόντος. ἤρκει γὰρ τὸ τεθνειῶτος μόνον, ἐπεὶ δῆλον ὡς ὁ τεθνεὼς οὐκ ἔστι. καὶ ἄλλως δὲ, διορθωτικόν ἐστιν αὐτὸ τοῦ πρὸ αὐτοῦ. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ὁ ἠκουσμένος τεθνάναι, ἤδη καὶ τέθνηκεν, εἰ μὴ ἀληθῶς ἀπέθανε. τότε γὰρ οὐκέτ' ἔστιν. ἄλλως δὲ, ἡ ἀκοὴ μόνη οὐκ ἀπήγαγεν αὐτὸν τοῦ εἶναι. (Vers. 292.) Ὅτι τὸ θάπτειν, σῆμα χεύειν λέγει ὁ ποιητὴς ἤγουν τάφον χωννύειν, διότι πολὺν χοῦν οἱ παλαιοὶ ἐπεφόρουν τοῖς ὀστέοις τῶν τεθνεώτων. ὅθεν καὶ χώματα ἐκάλουν τὰ σήματα, τουτέστιν ἀναχωματισμούς. Σῆμα δὲ ὁ τάφος, κατὰ σχῆμα εὐφημισμοῦ, διότι σημεῖόν ἐστι τοῦ κεῖσθαί τινα ἐκεῖ. ἐνταῦθα δὲ, σῆμα τὸ κενήριον λέγει. οὐ γάρ ἐστι κυρίως ταφῆναι καὶ κυρίως τάφον ἔχειν τὸν ἐπ' ἀλλοδαπῆς τεθνεῶτα. Ὅτι τὸ, κτέρεα κτερεΐξαι, οὐ μόνον ἐτυμολογικῶς ἔχει, ἀλλὰ καὶ Ἀττικόν ἐστι σχῆμα συνεκφωνουμένου ῥήματος καὶ συστοίχου ὀνόματος. ὡς καὶ ἐπὶ τοῦ, λόγον λέγει καὶ ὕπνον ὑπνοῖ. καὶ μυρίων ἄλλων ὁμοίων. Κτέρεα δὲ, κτέατα ἤτοι κτήματα νεκρικά. ἢ κυρίως, τὰ κτεινομένοις προσήκοντα. Ἰστέον δὲ ὅτι ταυτολογῶν ὁ ποιητὴς, οὐ γὰρ ὀκνεῖ καὶ τοῦτο καιρίως ποιεῖν, ἀνωτέρω μὲν ἔφη ἕδνα πολλὰ μάλα ὅσα ἔοικεν. ἐνταῦθα δὲ, κτέρεα πολλὰ μάλα ὅσα ἔοικεν. οὕτω καὶ ἐν Ἰλιάδι δὶς εἶπε τὸ, τιμὴν ἀποτινέμεν ἥν τινα ἔοικεν. (Vers. 293.) Ἐν τούτοις δὲ καὶ καθυποδεικνὺς δεῖν ὑπὸ τῷ ἀνδρὶ τὴν γυναῖκα εἶναι, φησί. καὶ ἀνέρι μητέρα δοῦναι. ὡς γὰρ πολλαχοῦ φανεῖται, γυνὴ ἀνδρὶ δίδοται ὅσα καί τι δῶρον δεσπόζεσθαι, εἴτε καὶ δουλικῶς δάμνασθαι, ὅθεν καὶ δάμαρ λέγεται. καὶ γάμος, ὁ οἱονεὶ δάμος. αὐτὸς μέντοι κοινῶς ὢν ἀνδρὶ καὶ γυναικὶ, ἀμφοτέρους ἀλλήλοις ὑποδεδμῆσθαι εὐνοϊκῶς βούλεται. οὐ μὲν ὑπὸ τῇ γυναικὶ τὸν ἄνδρα εἶναι εἰ καὶ τοῦτο καινοτομεῖν ποτὲ χρόνος θρασύνεται. Ἔστι δὲ τὸ δοῦναι, ἀντὶ τοῦ δὸς προστακτικοῦ. καθὰ καὶ πρὸ αὐτοῦ τὸ κτερεΐξαι καὶ τὸ χεῦαι. περὶ δὲ τοῦ τοιούτου σχήματος ὅπως καθίσταται ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. (Vers. 294.) Ὅτι ἐν τῷ, ἐπειδὰν ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, ἐκ παραλλήλου ταυτὸν δηλοῦσιν αἱ λέξεις. ἢ μᾶλλον, τὸ σχῆμα ὑστερολογία ἐστὶν, ἤγουν πρωθύστερον. πρῶτον γὰρ τὸ ἔρξῃς εἶτα τὸ τελευτήσῃς. ἔρξειν μὲν γὰρ, τὸ ἁπλῶς πράξειν. τελευτήσειν δὲ, τὸ καὶ εἰς τέλος τὴν πρᾶξιν ἀγαγεῖν. (Vers. 297.) Ὅτι ὑποτίθεται ἡ Ἀθηνᾶ φρόνησις τῷ Τηλεμάχῳ. ἐπεὶ οὐ τηλίκος ἐστὶν ὡς ἔτι μειρακεύεσθαι φράσασθαι ὅπως μετὰ τὸ δοῦναι ἀνδρὶ τὴν μητέρα κτείνῃ τοὺς μνηστῆρας ἢ δόλῳ ἢ ἀμφαδόν. τουτέστιν ἢ κρύφα ἢ φανερῶς. εἶτα καὶ προπαροξύνει ῥητορικῶς ἐν ὁμοιότητι παραδείγματος, καὶ τὸ τοῦ νέου ζηλότυπον καὶ φιλότιμον ἐρεθίζει, τῷ ἐπαίνῳ τοῦ ἰσήλικος καὶ βασιλικοῦς παιδὸς Ὀρέστου. λέγουσα. ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα Αἴγισθον δολόμητιν ὅς οἱ πατέρα κλυτὸν ἔκτα; καὶ σὺ ὦ φίλος ἄλκιμος ἔσσο. καὶ τὰ ἑξῆς. Ὅρα δὲ ἐνταῦθα, ὅτι τὸ ἀπὸ προσώπου ἐπιχείρημα τουτέστι τὸ τοῦ Ὀρέστου παράδειγμα, οὐ πάνυ εὐσυμβίβαστον εἶναι δοκεῖ. οὐ γὰρ εἰς ταυτὸν ἔρχεται τὰ πράγματα τῷ τε Ὀρέστῃ καὶ τῷ Τηλεμάχῳ. καὶ γὰρ Ὀρέστης μὲν, μοιχὸν ἀνεῖλε καὶ ἕνα, τὸν Αἴγισθον, καὶ μοιχαλίδα μητέρα. τῷ δὲ Τηλεμάχῳ οὔτε εἷς ὁ ἐχθρὸς ἀλλὰ πολλοὶ, καὶ οὔτε μοιχοὶ τῇ Πηνελόπῃ οὔτε πατροφονῆες τῷ Τηλεμάχῳ. καὶ ἡ μήτηρ δὲ ἄλλως, οὐ μοιχαλὶς, ἀλλὰ καὶ λίαν σωφρονεστάτη. πολλὴ οὖν ἡ ἀνομοιότης τοῦ παραδείγματος. ὅμως δὲ συμβιβάζεται οὕτω πως τὸ λεγόμενον· καλὸν βοηθεῖν γονεῦσι, πατρὶ δηλαδὴ καὶ μητρὶ. Ὀρέστης μὲν οὖν, ἔχει κλέος πατρὶ τιμωρήσας. σὺ δὲ ἀοίδιμος ἔσῃ, τῇ μητρὶ ἐπαμύνας. (Vers. 300.) Σημείωσαι δὲ ὅτι πατροφονεὺς, οὐ μόνον ὁ ἑαυτοῦ ἀνελὼν πατέρα, ἀλλὰ καὶ ὁ ἀλλότριον. διόπερ ὁ ποιητὴς πατροφονέα τὸν Αἴγισθον εἰπὼν, ἐπεὶ Αἴγισθος οὐ τὸν ἑαυτοῦ ἐφόνευσεν ἀλλὰ τὸν τοῦ Ὀρέστου, ἐφερμηνεύων ἐπάγει, ὃς Ὀρέστου πατέρα κλυτὸν ἔκτα. ἴσως δὲ καὶ δι' ὑπεξαίρεσιν τῆς Κλυταιμνήστρας κεῖται ταῦτα. ἵνα μὴ καὶ Τηλέμαχος προσερεθισθῇ καὶ κατὰ τῆς μητρὸς, ὡς Ὀρέστης κατὰ τῆς πατροφόνου, τυχὸν δὲ, ἐκ περισσοῦ καὶ τοῦτο κεῖται ὡς ἐν ταυτολογίᾳ καθὰ καὶ ἄλλα πολλά. (Vers. 301.) Τὸ δὲ ἔκτα, βραχυκαταληκτεῖ ὡς ἀποκοπὲν ἐκ τοῦ ἔκτανεν. Ὅτι ὁ παιδεύων τινὰ μὴ ἀφραίνειν, εἴποι ἄν. οὔτι σε χρὴ νηπιάας ὀχέειν ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. ἤγουν οὐκ ἐνδέχεταί σε νήπια φρονεῖν, ἐπεὶ οὐκέτι τοιαύτης ἡλικίας εἶ. τὸ δὲ νηπιάας ὀχέειν, ἀντὶ τοῦ