Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.62.1
Not analysed yet
φησιν, Ἀγαμέμνονος σὺν τῷ παλλαδίῳ προσενεχθέντος ταῖς Ἀθήναις, Δημοφῶντα τὸ παλλάδιον ἁρπάσαι, καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν αὐτοὺς ὑποσχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων. οὓς ἐφέτας κληθῆναι, διὰ τὸ παρ' ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς περὶ κρίσεως. καὶ τὸ δικαστήριον, ἐπώνυμον τῇ Παλλάδι γενέσθαι. (Vers. 320.) Ὅτι τὸ τὴν Ἀθηνᾶν ἀποβῆναι ἤγουν ἀποχωρῆσαι τοῦ Τηλεμάχου, οὐ τὸ ἄφρονα ἐκεῖνον ἐγκαταλειφθῆναι δηλοῖ, ἄλλ' ὅτι βουλευσάμενος πρῶτον καθ' ἑαυτὸν καὶ σκοπήσας καὶ στήσας τὸν σκοπὸν, παύεται. καὶ οὐκ ἔτι σκέπτεται, ἀλλὰ φρεσὶ γνοὺς οἷα φρονίμως ἐνόησε καὶ ἀποδεξάμενος ἑαυτὸν τοῦ θεόθεν σκέμματος καὶ θαμβήσας κατὰ θυμὸν τὸ ἀξιόλογον τοῦ βουλεύματος, καὶ μένος καὶ θάρσος ἀναλαβὼν, τοῦ βουλευθέντος ἔργου γίνεται, ὑποχωρούσης ἐξ αὐτοῦ τῆς προτέρας Ἀθηνᾶς ἤτοι σκέψεως. (Vers. 322.) Τί δέ ἐστι τὸ μένος καὶ τὸ θάρσος, ἐν τῷ ε Ἰλιάδος γέγραπται. (Vers. 324.) Σημείωσαι δὲ ὅτι οὐ μόνον ὁ Τηλέμαχος ἐνταῦθα ἐθαύμασε κατὰ θυμὸν ὡς εἴρηται, ἀλλὰ καὶ ἡ μήτηρ μετ' ὀλίγα, τοῦ παιδὸς ἀκούσασα, ἐθάμβησε. καὶ τὸν αὐτοῦ μῦθον πεπνυμένον ἐνέθετο τῇ ψυχῇ. θαυμάζουσι δὲ προϊόντες καὶ οἱ μνηστῆρες, ὅτε ἀγορεύοντος αὐτοῦ ἀκούσουσι. καὶ οἱ λαοὶ δὲ ἐν τοῖς ἑξῆς, θηεῦντο τὸν Τηλέμαχον ἐπερχόμενον. οὕτω πάνυ ἀξιοθαύμαστος ὁ νεανίσκος διὰ τὴν ἐνδημίαν τῆς ἀλληγορουμένης Ἀθηνᾶς, γέγονε. καὶ ἴσως καὶ διατοῦτο, συμβολικῶς καὶ ἀστείως ὁ ποιητὴς τὴν τῷ Τηλεμάχῳ ἐπιφοιτήσασαν Ἀθηνᾶν, ἡγήτορι Ταφίων ἀπείκασε, διὰ τὸ ἐκθαμβητικὸν δηλαδὴ τῆς ἐν αὐτῷ φρονήσεως. Τάφος γὰρ ἡ νῆσος, ὁμωνυμίαν ἔχει πρὸς τὸ θάμβος ὅτε καὶ αὐτὸ τάφος λέγεται. ὡς τὸ, τάφος δ' ἕλε πάντας. ἤγουν θάμβος καὶ ἔκπληξις. ἐξ οὗ καὶ τὸ, ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς. ἤτοι ἐκπλαγείς. οὕτω δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς, ὅμοιόν τι ποιεῖ. καὶ ἐξ ὀνόματος τοπικοῦ πορίζεται ἀστεῖον νόημα ὅ που ἄνδρα πένητα ἐξ Αἰτωλίας εἶναι πλάττει, αἰνιττόμενος ἐπαίτην ἐκεῖνον εἶναι. τοῦτο γὰρ βούλεται σημαίνειν ἐκεῖ ὁ Αἰτωλὸς, ὡς ἀπὸ τοῦ αἰτῶ τὸ ζητῶ. καὶ ἐνταῦθα οὖν διὰ τοπικοῦ ὀνόματος τῶν Ταφίων, τάφον ἕτερον ὑπῃνίξατο ὑφ' οὗ δηλοῦται ἡ ἔκπληξις ὡς προείρηται. (Vers. 322.) Ὅτι τῷ θεόθεν ἀναμιμνησκομένῳ τινὸς καὶ ἀνδριζομένῳ, ἐπιῤῥηθήσεται ταῦτα. τῷ δ' ἐνὶ θυμῷ θῆκε μένος καὶ θάρσος, ὑπέμνησέ τε τοῦ δεῖνος, μᾶλλον ἔτι ἢ τὸ πάροιθεν. (Vers. 324.) Ὅτι ἐπὶ ἀνθρώπου μαθόντός τι καὶ θαυμάσαντος, οἰκεῖον εἰπεῖν τὸ, ὁ δὲ, φρεσὶ νοήσας, θάμβησε κατὰ θυμόν. Σημείωσαι δὲ ὅτι τὸ ἐθάμβησε κατὰ θυμὸν ἤτοι κατὰ ψυχὴν, πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν θαμβουμένων πρὸς τὰ βλεπόμενα. θάμβος δὲ λέγεται, τὸ διὰ τῆς θέας ἐμβιβαζόμενον. (Vers. 326.) Ὅτι τὸν Φήμιον, ἀοιδὸν λέγει περικλυτὸν ἤτοι ἐξάκουστον. καὶ τὸ αὐτοῦ μέλος, θέσπιν ἀοιδήν. ἤτοι θείαν καὶ ὡς ὑπὸ θεοῦ ἐσπομένην ἤτοι λεγομένην. τοῦτο δὲ συνθέντες οἱ μεθ' Ὅμηρον, θεσπιῳδεῖν λέγουσιν, ὃ δηλοῖ τὸ μαντεύεσθαι. θεσπιῳδεῖν δὲ πάντες ἐδόκουν οἱ ἀοιδοὶ, καθὰ καὶ αὐτὸς ὁ ποιητὴς, ἀοιδὸς ὢν καὶ αὐτός. ὅτι δὲ καὶ Ὁμήρῳ μέτεστι μαντικῆς, καὶ ἐν Ἰλιάδι φαίνεται. καὶ ἐν τοῖς ἑξῆς δέ που φανήσεται. (Vers. 326.) Ὅτι τοῦ Φημίου ᾄδοντος τὰ κατὰ τοὺς Ἕλληνας ὅπως ἐκ τῆς Τροίας ἐνόστησαν, σιωπῇ ἐκάθηντο οἱ μνηστῆρες ἀκούοντες. ἴσως μὲν, κατακηλούμενοι τῇ γλυκύτητι τῆς ᾠδῆς. τάχα δὲ, καὶ καραδοκοῦντες τὸν τοῦ Ὀδυσσέως ἀκοῦσαι θάνατον ἐκ τοῦ ἀοιδοῦ, ὅπερ καὶ αἴτιον γίνεται πιθανῶς τῇ Πηνελόπῃ, τοῦ κατελθεῖν ἀναγκαίως εἰς τοὺς μνηστῆρας καὶ ταῦτα ὑποβεβρεγμένους τῇ μέθῃ, ὡς ἂν παύσῃ τὸν Φήμιον τῆς τοιαύτης ᾠδῆς. δέδιε γὰρ ἡ γυνὴ, μή ποτε καθ' ὁδὸν τῇ ᾠδῇ βαίνων ὁ Φήμιος, ἐμπέσῃ καὶ εἰς τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τυχὸν εἴπῃ ἐκεῖνον ἐν νόστῳ θανεῖν. καὶ οὐκ ἔτι φυκτὰ ἔσται αὐτῇ. οὐδ' ὁ γάμος ἐπὶ πλέον ἀναβληθήσεται. οὐδὲ γὰρ ἦν θέμις τὸν Φήμιον ἀοιδὸν ὄντα, ψεύσασθαι, διὰ τὸ ἐνθέους ὑποκεῖσθαι εἶναι τοὺς ἀοιδοὺς καὶ μουσοτραφεῖς καὶ θεόθεν ἐμπνεομένους ᾄδειν καὶ οὕτως εἰς ταυτὸν ἥκειν τοῖς μάντεσιν. ὅτι δὲ τοιοῦτοι οἱ ἀοιδοὶ, ἐν τοῖς περὶ Δημοδόκου μετὰ ταῦτα φανήσεται. Σημείωσαι δὲ ὅτι δεξιώτατα ὁ ποιητὴς ἀναρτήσας τὸν ἀκροατὴν, εἶτα παύει τὴν περὶ τοῦ νόστου τῶν Ἑλλήνων ἀοιδήν. Ἰστέον γὰρ ὅτι κἄν τε προϊὼν ὁ Φήμιος περιεῖναι τὸν Ὀδυσσέα εἶπε κἄν τε μὴ, οὐκ εὔοδος ἦν ὁ λόγος τῷ ποιητῇ. ἐπεὶ γὰρ ἐκ θεοῦ λαλοῦσιν οἱ ἀοιδοὶ, τεθνεῶτος μὲν Ὀδυσσέως, βιάσονται τὴν Πηνελόπην οἱ μνηστῆρες. ζῶντος δὲ, ἀποστήσονται καὶ οὐκ ἀναιρεθήσονται, ἅπερ ἡ ἱστορία οὐκ ἔχει. ἐπεὶ οὖν οὐ συνέφερεν εἰς πιθανότητα λόγου τὸ τέλος τῆς ἀοιδῆς, εἰκότως ὁ ποιητὴς τῇ ἐπιστασίᾳ τῆς Πηνε-