Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.63.1
Not analysed yet
λόπης παύει αὐτήν. ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ἡ κάθοδος τῆς Πηνελόπης, ἀναψυχούσης ἐπίτηδες τοὺς μνηστῆρας, ὡς καὶ μετ' ὀλίγον εὐθὺς ῥηθήσεται. (Vers. 341.) Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐνέκοψε τὴν τοῦ Φημίου ἀοιδὴν, ἑαυτῷ πάντως καὶ τῇ κατ' αὐτὸν ἀοιδῇ ἀνατιθεὶς τὰ κατὰ τὸν νόστον. οὗ μνείαν ποιήσεται, ἀρξάμενος ἐκ τῆς γάμμα ῥαψῳδίας. ἐμφήνας οὖν ὡς καὶ διὰ τοῦ Φημίου εἶχεν εἰπεῖν τὰ τοῦ νόστου, ὅμως ἔκρινε δέον αὐτὸς ἀοιδὸς τούτων γενέσθαι ἐν τοῖς ἑξῆς. (Vers. 326.) Ὅτι ἐγκώμιον ἀοιδοῦ τὸ, τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτὸς, οἱ δὲ, σιωπῇ εἴατο ἀκούοντες. ἔνθα σημείωσαι ὡς οὐ μόνον ἡ κατὰ τοιαύτας ἀοιδὰς ἀκρόασις, ἀλλὰ καὶ ἁπλῶς ἡ κατὰ ἀκοὴν ἡδονὴ καθὰ καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, πολλὰ τῶν παθῶν ἐπέχει, ἀπασχολοῦσα τοὺς ἀκροωμένους εἰς ἑαυτήν. Ἡγήμων οὖν φησιν ὁ παρῳδὸς ὁ ἐπιλεγόμενος φακὴ, σφόδρα εὐδοκιμῶν ἐν τῷ παρῳδεῖν καὶ μάλιστα παρ' Ἀθηναίοις, οὕτως ἐκείνους ἐκήλησέ ποτε ἐν τῇ τῆς γιγαντομαχίας παρῳδίᾳ, ὥστε τὴν ἡμέραν ἐκείνην πλεῖστα αὐτοὺς γελάσαι, καί τοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν περὶ Σικελίαν ἀτυχημάτων. καὶ οὐδεὶς ἀπέστη. καὶ ταῦτα σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. καὶ ἔκλαιον μὲν ἐγκαλυψάμενοι, διέμειναν δὲ ἀκροώμενοι. ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν, ἀχθόμενοι τῇ συμφορᾷ. καὶ μὴν, τότε καὶ αὐτὸς ὁ παρῳδὸς ὡς ἤκουσε, σιωπᾶν διέγνωκε. καὶ ὅμως ἤνυστο ἡ ὅλη ἀκρόασις διὰ τὴν ἐκ τῆς παρῳδίας ἡδονὴν τῶν πλειόνων. Τὸ δὲ ἀοιδὸς ἄειδε, τρόπος καὶ αὐτὸ ἐτυμολογίας ἐστὶν ὡς καὶ τὸ κτέρεα κτερεΐξαι. ἀπὸ γὰρ τοῦ ἀείδω, γίνεται ἀοιδὸς ἐξ αὐτοῦ δὲ καὶ τὸ ἀοιδιῶ ῥῆμα παρ' Ὁμήρῳ, καὶ ὁ ἀοίδιμος. (Vers. 328.) Ὅτι τὴν αἰτίαν τοῦ ἐν τῷ νόστῳ δυστυχῆσαι τοὺς Ἀχαιοὺς ἥτις ἦν ἡ τοῦ Λοκροῦ Αἴαντος ἀσέλγεια ἐνώπιον τοῦ τῆς Παλλάδος ἀγάλματος, σιωπᾷ ὁ ποιητής. χόλῳ μὲν Ἀθηνᾶς λέγων κακῶς ἀπαλλάξαι τοὺς Ἕλληνας ἐν τῷ τοῦ νόστου καιρῷ, τὴν δὲ αἰτίαν οὐ διατυπούμενος. φησὶ γάρ. Ἀχαιῶν νόστον λυγρὸν ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. ἐρεῖ δὲ καὶ ἀλλαχοῦ, ὅτι πολλοὶ Ἀθηνᾶς μήνιδι, κακὸν οἶτον ἐπέσπον. ἔνθα καὶ αἰτίαν μέν τινα ἐρεῖ οὐ πάνυ δὲ σαφῆ. σημειωτέον οὖν ὅτι οὐ βούλεται ὁ ποιητὴς ταῖς τῶν ἱστοριῶν ἀσέμνοις ἐμπλατύνεσθαι. Τὸ δὲ ἐπετείλατο Ἀθηνᾶ, ἀντὶ τοῦ ἐνετείλατο. ἐπέτρεψε. καὶ ἔστιν οὐ πόῤῥω ἀστείου τὸ νόημα. ὅμοιον ὂν τῇ ἐννοίᾳ τοῦ ἀποκαρτερεῖν καὶ ταῖς λοιπαῖς τῶν ἀρχόντων ἐπιταγαῖς. οἳ πολλάκις τοῖς καταδίκοις αὐτοῖς θνήσκειν ἐπετέλλοντο καὶ ἐκεῖνοι ἔθνησκον. Ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ἰῶτα, ὡς δῆλον ἐκ τοῦ, ὑπεροϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδήν. οὕτω δὲ καὶ τὸ ζῷον, ὡς δῆλον ἐκ τοῦ, ζωΐδιον κύκλον. συνεξακολουθοῦσι γὰρ τῷ, πατρῷος μητρῷος καὶ τοῖς τοιούτοις. Λέγεται δὲ ὑπερῷον, τὸ ὑπερκείμενον οἴκημα. ᾦα γὰρ κατὰ γλῶσσαν, τὰ οἰκήματα. διὸ καὶ κλίμακος δέεται ὑψηλῆς ἐνταῦθα ἡ τοῦ ὑπερῴου ἄνοδός τε καὶ κάθοδος. ὡς δηλοῖ τὸ, κλίμακα δ' ὑψηλὴν κατεβήσατο. (Vers. 329.) Τὸ δὲ σύνθετο φρεσὶν, ἀντὶ τοῦ ἐπιμελῶς ἤκουσε. νοῦς γὰρ ὥσπερ ὁρᾷ, οὕτω καὶ ἀκούει. Ὅτι σύνηθες ἦν τὸ παλαιὸν, φοιτᾶν τὰς γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν συμπόσια. ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη ἐπιδημεῖ τῇ εὐωχίᾳ τοῦ ἀνδρὸς, μετὰ τῶν ἐπιξενωθέντων βασιλικῶν παίδων. καὶ ἡ Ἀρήτη δὲ τῷ συμποσίῳ τῶν Φαιάκων πάρεστι. καὶ ἡ Ναυσικάα ἡ θυγάτηρ αὐτῆς. καὶ ἡ Πηνελόπη οὖν, σωφρόνως ἐνταῦθα καὶ αἰδημόνως ἐφίσταται τῷ τῶν μνηστήρων συμποσίῳ, οὐκ ἔχουσα ἱλαρῶς τοῦ προσώπου, ἀλλὰ δακρύουσα. οὐδὲ τὸ κάλλος ἐκφαίνουσα. ἄντα δὲ παρειάων σχομένη λιπαρὰ κρήδεμνα. τουτέστι κρηδέμνῳ καλυπτομένη τὰς παρειάς. ἔχουσα δὲ καὶ ἀμφιπόλους δύο ἐφεπομένας συνετάς. καὶ ἐν τοῖς ἑξῆς δὲ, συχνὰ ἐπιφαίνεται τοῖς μνηστῆρσι, ψυχαγωγοῦσα καὶ διαπεταννύουσα τὰς ἐκείνων ψυχὰς, καὶ μετεωρίζουσα ταῖς ἐλπίσιν. ἵνα μὴ τῷ ἄγαν ἔρωτι ἐνισχόμενοι καὶ μὴ δὲ πρὸς μόνην θέαν τῆς ἐρωμένης ἐπαπολαύοντες, παράβολόν τι τολμήσωσι. καὶ ὅτε οὖν μελετᾶν μάθοι τοὺς μνηστῆρας τὸν τοῦ παιδὸς θάνατον, φησὶν ὁ ποιητής. ἡ δὲ, ἄλλο ἐνόησε. μνηστήρεσσι φανεῖναι. καὶ Ὀδυσσέως δὲ ἐλθόντος, ἐπιφαίνεται. καὶ δῶρα παρέλκει τῶν μνηστήρων. καὶ Ὀδυσσεὺς χαίρει τῷ ἔργῳ. Ἰστέον δὲ ὅτι τὸ, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, παραφράσασα ἡ τραγῳδία, ἔφη. οὐ προκαλυπτομένη βοστρυχώδεος ἁβρὰ παρηΐδος. ἤγουν οὐ καλύψασα τὴν τοῦ προσώπου ἁβρότητα. (Vers. 334.) Ὅτι ἐν τῷ, ἔστη παρὰ σταθμὸν τέγεος, σταθμὸν μὴν λέγει τὴν παραστάδα, ἢ τὴν βάσιν τοῦ οὐδοῦ. τέγος δὲ, τὸν ὅλον δόμον ἀπὸ μέρους ἀναγκαιοτάτου τοῦ στέγους. ὅπερ οἷον κεφαλή ἐστιν οἴκου. καθὰ καὶ τὸν ἄνθρωπον ἀπὸ τῆς κεφαλῆς λαλεῖ, οὐ μόνον ἐν τῷ, Τεῦκρε φίλη κεφαλὴ,