Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.7.1
Not analysed yet
θρου. Ὅτι προσφυὲς εἰπεῖν ἐπὶ ἀνθρώπου πολυπλάνου καὶ περιοδευτοῦ, τὸ, μάλα πολλὰ πλάγχθη. πολλῶν δ' ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω. ἴσως δὲ καὶ τὰ ἑξῆς. Μάτρων δὲ ὁ παρῳδὸς ἐξ Ὁμήρου λαβὼν, ἔφη ἐπὶ δείπνου τὸ δεῖπνά μοι ἔννεπε Μοῦσα πολύτροφα καὶ μάλα πολλά. καὶ ἑξῆς ὡς ἐκεῖνος ἐπελέξατο. ἐν οἷς μέμνηται καὶ παρασίτου ὃς σχεδόθεν ἦν φησι πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς. νῆστις. ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. λέγει δ' ἐν τούτοις ἐκεῖνος καὶ τοὺς ἐχίνους, καρηκομόωντας ἀκάνθαις. καὶ τὴν τρίγλην, μιλτοπάρῃον. λάρῳ δ' ἐκεῖνος εἴκασε τὸν παράσιτον, διὰ τὸ πληστεύεσθαι οἷς ἀπληστεύεται. ὡς ἀπὸ τοῦ λαρινεύεσθαι ὅ ἐστι σιτίζεσθαι κατὰ Σώφρονα ὡς παρασημειοῦται Ἀθήναιος. ὅθεν καὶ βόες λαρινοί φησιν ὥσπερ καὶ σύες. αὐτοὶ δὲ καὶ ἄλλως καλοῦνται λαρινοὶ, ἢ ἀπὸ λαρίνης ἠπειρωτικῆς κώμης, ἢ ἀπό τινος Λαρίνου βουκολοῦντος αὐτάς. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἴδεν, ἀόριστός ἐστι δεύτερος, ἐξ οὗ καὶ τὸ ἰδεῖν ἀπαρέμφατον. καὶ ἰδὼν μετοχή. Ἄστυ δὲ κοινῶς μὲν, πᾶσα πόλις. ὅθεν καὶ ἀστεῖος κυρίως ἀνὴρ, ὁ ἐξ ἄστεος καὶ μὴ ἀγρότης. Ἀττικοὶ δὲ, ἰδίως οὕτω τὰς Ἀθήνας ὠνόμαζον, κατά τι ἐξαίρετον. ὥσπερ καὶ οἱ Ἀλεξανδρεῖς, πόλιν ἐξαιρέτως τὴν Ἀλεξάνδρειαν. ἔλεγον οὖν Ἀθηναῖοι, καὶ ἀστοὺς καὶ ἀστὰς ἄνδρας τὲ καὶ γυναῖκας, τοὺς ἐξ Ἀθηνῶν. καὶ ἀστὴν ἐλαίαν, τὴν ἐκεῖθεν. καὶ μάλιστα τὴν ἐξ ἀκροπόλεως τὴν καὶ ἱεράν. (Vers. 5.) Ὅτι τὸ ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ὅ ἐστιν ἀντικαταλλασσόμενος, ἀπὸ μέρους εἴληπται τῶν πάλαι ποτὲ μεσιτευόντων ζώων τοῖς συναλλάγμασι, τουτέστιν ἀπὸ τῶν ἀρνῶν, ἑνὸς εἴδους τῶν τετραπόδων. ἀφ' ὧν καὶ Σοφοκλῆς ἄρνειον φόνον λέγει τὸν τῆς λείας ἁπάσης τῆς συμμίκτου. καὶ ὁ ποιητὴς τὸν Θυέστην ἐν Ἰλιάδι, πολύαρνα ἔφη ἀντὶ τοῦ πολυθρέμμονα. καὶ ἐστὶ κυρίως μὲν ἄρνυσθαι, τὸ, ἄρνα διδόντα ὡς ἐν καταλλαγῇ, ἀντιλαμβάνειν τι ἕτερον χρήσιμον. καταχρηστικῶς δὲ, καὶ τὸ ἁπλῶς ἀντικαταλλάσσεσθαι. ὥσπερ δὲ ἀπὸ τῶν ἀρνῶν τὸ ἄρνυσθαι εἴληπται, οὕτω καὶ ἀπὸ τῶν ὑπὸ τοῖς ζῴοις πώλων, εἴρηται τὸ πωλεῖν. ἀρέσκει δέ τισι καὶ ἀπὸ τῶν ὄνων κατὰ ἔκτασιν τῆς ἀρχούσης, τὸ ὠνεῖσθαι παράγεσθαι. Ὅτι δὲ τίμια ἦσαν τὰ θρέμματα καὶ ἐν αὐτοῖς οἱ παλαιοὶ τὴν κατὰ βίον εἶχον εὐθέτησιν, δῆλον ἐκ τῶν ἱστοριῶν. διὸ καὶ τὴν περιουσίαν, πρόβασιν ἔλεγον διὰ τὸ ἐν ζῴοις περιουσιάζεσθαι τοῖς αὐτόθεν δυναμένοις προβαίνειν. ὥσπερ δὲ τὸ ἄρνυσθαι ἀπὸ τῶν ἀρνῶν καὶ τὸ πωλεῖν ἐκ τῶν πώλων καὶ τὸ ὠνεῖσθαι ἀπὸ τῶν ὄνων ὡς ἐκ μέρους τὸ πᾶν, οὕτω καὶ τῶν γυναικῶν αἱ πολύπροικοι, ἀλφισίβοιαι ἀπὸ τῶν βοῶν, εἴδους ἄλλου τετραπόδων, ἀφ' ὧν καὶ σταθμοί τινες τιμημάτων ἦσαν, τὸ τεσσαράβοιον. τὸ δωδεκάβοιον. τὸ εἰκοσάβοιον. τὸ ἑκατόμβοιον. καὶ ὁ Θηβαϊκὸς δέ που πόλεμος, μήλων γενέσθαι λέγεται τῶν τοῦ Οἰδίποδος. ἔνθα νοεῖται ἀπὸ μέρους τῶν μήλων, τὰ τοῦ Οἰδίποδος ἅπαντα πράγματα. ἄλλοι μέν τοι ἀρνύμενος, φασὶν ἀντὶ τοῦ λαμβάνων καὶ περιποιούμενος, ἀπὸ τοῦ αἴρω. τὴν δὲ τούτου παραγωγὴν, ζήτει ἐν τῷ ἄλφα τῆς Ἰλιάδος ἐν τῷ ἀχνύμενος. περὶ οὗ ἑτεροῖόν τι παραδιδοὺς ὁ καλὸς Ἡρακλείδης, φησὶν ὅτι ἐκ τοῦ δέχω, γίνεται δεχύω. καὶ Δωρικῶς δεχύνω. ἐξ οὗ καὶ καθ' ὑπέρβασιν τοῦ ν, δέχνυμαι. οὕτω καὶ τοῦ ἄχω ἄχομαι, παράγωγον ἀχύω, ὡς ἄνω ἀνύω. Δωριεῖς δὲ ἀχύνω φασί. μεταθέσει δὲ ὁμοίᾳ, γίνεται ἄχνυμαι. ὡς εἰκὸς δὲ, οὕτω καὶ τὰ ὅμοια. Ὅτι πολλὰ ἔπαθεν Ὀδυσσεὺς τήν τε ψυχὴν ἀρνύμενος ἑαυτῷ, καὶ τοῖς ἑταίροις νόστον. ἐκεῖνο μὲν, ὅτι φίλαυτον καὶ φιλόζωον ἐν τοῖς καιρίοις ὁ σπουδαῖος ἄνθρωπος. τὸ δὲ δεύτερον, ὅτι οὐ περιορᾷ ἐν κινδύνοις τοὺς φίλους ὁ σοφός. Ἰστέον δὲ ὅτι πρώτη ἐνταῦθα παράφρασις τῷ ποιητῇ, ἐν τῷ, ἥν τε ψυχὴν, ἤγουν ἰδίαν. ὅπερ ἀνωτέρω ἔφη ὃν κατὰ θυμόν. (Vers. 6—7.) Λέγει δὲ καὶ ὡς ἐῤῥύσατο ἂν ἐκείνους, εἰ μὴ αὐτῶν σφετέραις ἀτασθαλίαις ἀπολώλασι νήπιοι, οἳ βόας Ὑπερίονος Ἠελίοιο κατήσθιον. τίνες δὲ οἱ τοῦ Ἡλίου βόες καὶ τίς ἡ τοῦ λόγου τούτου ἀλληγορία, εἰρήσεται ὅτε προϊὼν ὁ λόγος, ἐν Θρινακίᾳ ταῖς τοιαύταις ἐντύχῃ βουσί. Σημείωσαι δὲ ὅτι ἑταίρους Ὀδυσσέως ἐνταῦθα λέγει κατ' ἐξαίρετον, μόνους τοὺς ἐν τῇ ἐκείνου νηῒ, τεσσαράκοντα ὄντας καὶ τέσσαρας. αὐτοὶ γὰρ καὶ τῶν τοῦ Ἡλίου βοῶν ἔφαγον, μόνοι περιλειφθέντες τῷ Ὀδυσσεῖ. καὶ αὐτοὶ μόνοι σωθῆναι ἠδύναντο εἰ μὴ ἔφαγον. οἱ δὲ ἄλλοι, ἐν διαφόροις καὶ τρόποις καὶ τόποις, βιαίως προαπολώλασιν ὡς διηγήσεται ὁ ποιητής. Τὸ δὲ σφετέραις, ἀντωνυμία ἐστὶ τρίτου προσώπου, ἀντὶ τοῦ ταῖς ἐκείνων. καὶ ἀεὶ οὕτω τίθεται. εἰ καὶ Ἡσίοδος ἐπὶ δευτέρου αὐτὸ ἔταξεν, ἐν τῷ σφέτερον πατέρα ὑμνείουσαι ἀντὶ τοῦ ὑμέτερον. Ἰστέον δὲ ὅτι τὸ, αὐτῶν σφετέραις ἀτασθαλίαις, ἀντὶ συνθέτου κεῖται ἀντωνυμίας, τῆς ἑαυτῶν. ἢ ἀντὶ τοῦ σφῶν αὐτῶν. ὁποίαις μάλιστα χαίρει ὁ ποιητὴς οἷα τὰς συνθέτους μὴ εἰδώς.