Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.8.1
Not analysed yet
Ἀτασθαλία δὲ, οὐ μόνον ἡ ταῖς ἄταις θάλλουσα ἀφροσύνη, ἀλλὰ καὶ ἡ ἐν θαλίαις εἴτουν εὐωχίαις ἄτη ἐκ παροινίας ὥς φησιν Ἀθήναιος. (Vers. 8.) Ὅρα δὲ ὅτι ὥσπερ ἐν τῇ Ἰλιάδι, οὕτω καὶ ἐν τῇ Ὀδυσσείᾳ τὸ νήπιοι, προαναφωνούμενον, ἀποτέλεσμα δηλοῖ οὐκ ἀγαθὸν οἷς ἂν ἐπιφωνηθῇ. Ὑπερίων δὲ ἥλιος, ἢ πατρωνυμικῶς ὃ κατὰ Πίνδαρον Ὑπεριονίδης, ἐξ οὗ Ὑπεριονίων ὁ τοῦ Ὑπερίονος υἱὸς καὶ κατὰ συγκοπὴν Ὑπερίων. οὕτω γὰρ αὐτὸν ὁ μῦθος γενεαλογεῖ. ἢ ἐπιθετικῶς, ὁ ὑπὲρ ἡμᾶς ἰών. καὶ ὤφειλεν εἶναι ὑπεριὼν ὀξυτόνως ὡς μετοχικὸν ὄνομα. μετέπεσε δὲ διὰ ἀποφυγὴν συνεμπτώσεως, εἰς καθαρὸν ὄνομα. ὁποῖον καὶ τὸ Ἀμφίων καὶ τὰ τοιαῦτα. οὕτω δὲ καὶ ἐκ τῆς ἐλθὼν μετοχῆς, Εὐέλθων βαρύτονον παρὰ Ἡροδότῳ κύριον ὄνομα. (Vers. 9.) Ὅτι Ὅμηρος μὲν, ἦμαρ νόστιμον τὸ τῆς οἴκαδε ὑποστροφῆς λέγει. οἱ δὲ μεθ' Ὅμηρον, καὶ βρῶμα φασὶ νόστιμον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. καὶ νόστον δὲ, τὴν ἡδύτητα, διὰ τὸ ἡδὺ τοῦ Ὁμηρικοῦ νόστου. ὅθεν καὶ εὔνοστος, φαῦλον φασὶν ἀγαλμάτιον παρὰ τοῖς μήλωσιν. ἢ ὡς ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ κεῖται, εὔνοστος, θεὸς ἐπιμύλιος, δοκοῦσα ἐφορᾶν τὸ μέτρον τῶν ἀλεύρων. (Vers. 10.) Ὅτι ἐν Ἰλιάδι μὲν αὐτὸς ὁ ποιητὴς ἐν προοιμίοις ὁρίζει πόθεν ἀρκτέον τὴν Μοῦσαν, ὅτι δηλαδὴ ἀπὸ τῆς Ἀχιλλέως μήνιδος, διὰ τὸ ἀόριστον ἐκεῖ τοῦ σκοποῦ τῆς ὑποθέσεως. ἐνταῦθα δὲ διὰ τὸ πάνυ πολλὰ πάθη τῆς πλάνης, τῇ Μούσῃ ἀνατίθησι τὸ ἄρξασθαι ὅθεν ἂν αὐτὴ ἐκ τῶν πολλῶν βούλοιτο, εἰπών. τῶν ἀμόθεν γε θεὰ θύγατερ Διὸς εἰπὲ καὶ ἡμῖν. ὡς ἂν εἴη καὶ οὕτω ποικίλος ἐν τῷ τῶν προοιμίων ἑκατέρων σχηματισμῷ. κατὰ δὲ ἀλληγορίαν, τῇ ἑαυτοῦ γνώσει τὸ πᾶν ἀνατίθησιν. ἣν Μοῦσαν μὲν, συνήθως ὀνομάζει, ὡς ζητητικὴν ἐκ τοῦ μῶ τὸ ζητῶ. θεὰν δὲ, διὰ τὸ ὀξὺ καὶ ταχὺ, ὡς ἀπὸ τοῦ θέειν. θυγατέραν δὲ Διὸς, ὡς νοὸς προβολὴν καὶ ἐνέργειαν, Ζεὺς γὰρ ὁ νοῦς. Σημείωσαι δὲ κἀνταῦθα ὡς καὶ ἐν τῇ Ἰλιάδι, τὴν προσωπικὴν σύστασιν καθ' ἣν ὁ ποιητὴς ἑαυτὸν ὡς πάνυ λόγιον συνιστᾷ. ὡς γὰρ ὁ πλατωνίζειν ἢ δημοσθενίζειν φάμενος ἐμφαίνει θαῤῥεῖν σοφὸς εἶναι κατὰ Πλάτωνα ἢ Δημοσθένην, οὕτω καὶ ὁ θεὰν προκαλεσάμενος ἀείδειν ἢ ἐννέπειν, ἐνθεάζειν οἷον τοῖς λόγοις ἐνέφῃνε. Τὸ δὲ ἀμόθεν, δηλοῖ μὲν τὸ ποθὲν καὶ ἀπό τινος ἑνὸς, σχηματίζεται δὲ οὕτως. ἀμὸς λέγεται ὁ εἷς ἢ ὁ τίς, Ἰωνικῶς εἴτε καὶ Δωρικῶς. ἐξ οὗ ἀμόθεν μὲν, τὸ ποθὲν καὶ ἀπό τινος ἑνός. οὐδαμόθεν δὲ, τὸ οὐδέποθεν. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ κινήσεις ἐκ τοῦ τοιούτου ἀμός. ἔστι γὰρ ἐξ αὐτοῦ κατὰ ἀπόφασιν ἄλλη τις εὐθεῖα, ὁ οὐδαμός. ὃ ταυτόν ἐστι τῷ οὐδέ τις. ἀφ' οὗ παρ' Ἡροδότῳ τὸ οὐδαμοὶ, εὐθεῖα πληθυντική. ἀντὶ τοῦ οὐδέ τινες. καὶ θηλυκὸν οὐδαμάς. ὅθεν γενικὴ, πρὸς οὐδαμῶν ἀνθρώπων. ἐξ οὗ ἐπίῤῥημα μεσότητος τὸ οὐδαμῶς, ἀντὶ τοῦ κατ' οὐδένα τινὰ τρόπον. ἀφ' οὗ τὸ οὐδαμῇ. οἷς ἰσοδύναμα, τὸ μηδαμῶς καὶ τὸ μηδαμῇ καὶ ταῦτα μὲν ἐκ τοῦ οὐδαμὸς ἀῤῥήτου ἑνικοῦ συνθέτου ἀρσενικοῦ ὀνόματος. ἐκ δὲ τοῦ ἀμὸς πρωτοτύπου καὶ ἐκ τῆς πληθυντικῆς αὐτοῦ γενικῆς, τὸ ἀμῶς ἐπίῤῥημα γίνεται, ὅ ἐστι μετρικῶς. ὥσπερ δὲ οὐδαμῶς οὐδαμῇ. καὶ μηδαμῶς μηδαμῇ. καὶ πῶς πῇ. καὶ πάντως πάντῃ. καὶ ἄλλως ἄλλῃ, οὕτως ἐκ τοῦ ἀμῶς γίνεται ἀμῇ. ἐκ δὲ τούτων τῶν δύο ἤγουν ἐκ τοῦ ἀμῶς καὶ τοῦ ἀμῇ, κατὰ πρόσληψιν διπλῆς συνδετικῆς παραπληρώσεως, συντίθεται τὸ ἁμωσγέπως. καὶ τὸ ἁμηγέπῃ. τουτέστιν ἐπ' ὀλίγον. μετρικῶς. κατὰ ἕνα τινὰ τρόπον. οἷον. ἁμωσγέπως ἥψατο λόγου. ἁμηγέπῃ ἐφιλοσόφησεν ἀντὶ τοῦ κατά τι καὶ ἐπὶ βραχὺ καὶ μετρικῶς. καὶ ὡς εἰπεῖν ἀμόθεν. διὸ καὶ ὁ σοφὸς Θρᾷξ Δημοσθένης ἐν οἷς παρέφρασε τὴν Ὀδύσσειαν, τὸ ἀμόθεν, ἁμηγέπῃ ἡρμήνευσε. Τὸ δὲ καὶ ἡμῖν, ἢ παρέλκον ἔχει τὸ καὶ καθὰ πολλαχοῦ γίνεται, ἢ διὰ τὸ μέλλον εἴρηται. ὡς εἰκὸς ὂν, πολλοὺς μεθ' Ὅμηρον ἐγχειρήσειν τοιούτῳ ἔργῳ. ἴσως δὲ καὶ διὰ τὸ παρῳχημένον, εἴ τις ἀναπολεῖ τὴν προεκτεθειμένην ἱστορίαν, ὅτι δηλαδὴ Αἰγυπτόθεν ἡ λαβὴ τῆς ποιήσεως τῷ Ὁμήρῳ ὡς πρὸ ὀλίγου ἐγράφη. ἵνα λέγῃ ὅτι ὡς ἑτέροις φθάσασα εἶπας, εἰπὲ καὶ ἡμῖν. (Vers. 11.) Ὅτι τὸ ἔνθα οὐ μόνον τοπικόν ἐστιν ἀλλὰ καὶ χρονικόν. ὡς τὸ ἔνθ' ἄλλοι μὲν πάντες ὅσοι φύγον αἰπὺν ὄλεθρον, ἀντὶ τοῦ τότε. καὶ, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων. Ὅρα δὲ τὸ, πάντες ὅσοι φύγον. ᾧπερ ὅμοιον παρὰ Λυκόφρονι, τὸ, λέξω τὰ πάντα νητρεκῶς, ἅσσα θυμῷ ἔχω. (Vers. 12.) Ὅτι τὸ εἰς οἶκον, Ἀττικοὶ μὲν, οἴκοι φασὶν ἐπιῤῥηματικῶς κατὰ ἔλλειψιν. τὸ γὰρ ἐντελὲς, ἔνθα εἰσὶν οἱ οἶκοι. ποιηταὶ δὲ, οἶκονδε φασί. τὸ δὲ κοινότερον ἀπ' αὐτοῦ, οἴκαδε. ὡς φυγήνδε φύγαδε. περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐδὲ ἐνταῦθα τὴν ἀρχὴν τῆς τοῦ Ὀδυσσέως πλάνης, ἀρχὴν τῆς ἑαυτοῦ ποιήσεως Ὅμηρος τίθεται. ἀλλ' ὥσπερ ἐν τῇ Ἰλιάδι, οὕτω καὶ νῦν ἀπὸ τῶν ἐγγὺς τοῦ τέλους ἄρχεται. ἡ γὰρ Καλυψὼ ἀφ' ἧς ποιεῖται ἡ Μοῦσα τοῦ λόγου τὴν καταρχὴν,