Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.72.1
Not analysed yet
δαπανήσας. γίνεται δὲ ἀπὸ τοῦ ῥῶ ῥαίω ἀφ' οὗ καὶ ῥαιστὴρ ἡ σφύρα. καθὰ καὶ πέτω τὸ πίπτω, καὶ ἐν συγκοπῇ καὶ παραγωγῇ πτῶ πταίω τὸ προσκόπτω. οὕτω δὲ καὶ λῶ λαίω ἐξ οὗ τὸ λιλαίω. καὶ κεδῶ κεδαίω τὸ σκεδάζω. καὶ κλῶ κλαίω. καὶ κῶ καίω. ἐκ δὲ τοῦ ῥαίω, καὶ ῥαϊστὴς ἐξ οὗ κυνοραϊστὴς καὶ θυμοραϊστής. τὸ μέντοι ῥῶ, τὸ γάμμα προσλαβὸν, τὴν γρώνην ποιεῖ. καὶ τὴν γράστιν. καὶ τὴν γραῖαν. Ὅτι εὐχὴ ἀγαθὴ πρὸς οἰκοδεσπότην τὸ, κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις. (Vers. 407.) Ὅτι ὁ ἐρωτῶν περὶ ἀγνοουμένου ξένου, ἐρεῖ. ὁππόθεν οὗτος ἀνὴρ, ποίης δ' ἐξεύχεται εἶναι γαίης, ποῦ δὲ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. (Vers. 410.) Καὶ σημείωσαι ὅτι τὸ πατρὶς ἄρουρα ἐντελῶς νῦν εἴρηται. ὡς καὶ τὸ, πατρίδα γαῖαν. καὶ παρὰ Πινδάρῳ, ἄρουραν πατρίαν. ὅτε δὲ μόνον τις εἴπῃ τὸ πατρὶς, ἐλλιπῶς εἶπεν. Ὅτι τὸ ἐέλδεσθαι, τὰ πλείω μὲν ὡς καὶ ἐνταῦθα ἐνέργειαν δηλοῖ. ἔστι δὲ ὅτε, καὶ παθητικὴν ἔννοιαν ἔχει, ὡς καὶ ἐν Ἰλιάδι. νῦν τοι ἐελδέσθω πόλεμος, ἀντὶ τοῦ ἀγαπάσθω. τοιαῦτα δὲ καὶ τὸ μορμολύττομαι καὶ βιάζομαι καὶ ἄλλα μυρία, μέσως ἔχοντα. (Vers. 411.) Ὅτι τὸ ἀναμεῖναι καὶ καρτερῆσαι, ὑπομεῖναι λέγει. φησὶ γάρ. οἷον ἤγουν ὅπως ἀναΐξας, οἴχεται οὐδ' ὑπέμεινε γνώμεναι. οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ταχείας ξένου ὑποχωρήσεως. (Vers. 412.) Ὅτι κάλλους δηλωτικὸν τὸ, οὐ γάρ τι κακῷ εἰς ὦπα ἐῴκει. οἱ τοῦ κάλλους δὲ γνώμονες μνηστῆρες τοῦτο φασὶν, ἀπὸ τῆς ὄψεως τὸν φανέντα Μέντην χαρακτηρίζοντες. ὦπα τὸ ὅλον εἰπόντες πρόσωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους. ἀφ' οὗ καὶ τὸ πᾶν παρωνόμασται πρόσωπον, οἱονεὶ τὸ πρὸς τοῖς ὀφθαλμοῖς. τὸ γὰρ μετὰ τοὺς ὦπας, μέτωπον. Ἰστέον δὲ ὅτι τὸ οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει, οὕτως ἡ παλαιὰ μεταβολὴ φράζει. ὅσα μὲν γὰρ ἰδεῖν, σφόδρα ἐῴκει τῶν γεννικῶν εἶναι. Ἔνθα ὅρα ὅτι τὸ, γεννικῶν, ἑτεροῖόν ἐστι τῆς παρὰ τῷ κωμικῷ σημασίας καθ' ἣν ἐκεῖνος γεννικὸν κρέας φησὶ, τὸ γενναῖον διὰ πάχος. (Vers. 414.) Ὅτι ἐπὶ φιλικῆς ἀποδημίας ἀνελπίστου, εἴποι τις ἄν. νόστος ἀπώλετο τοῦ δεῖνος, οὔτ' οὖν ἀγγελίαις ἔτι πείθομαι εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι. (Vers. 416.) Ἰστέον δὲ ὅτι θεοπρόπος μὲν ἁπλῶς, ὁ μάντις. θεοπροπία δὲ, ἡ τέχνη αὐτοῦ. θεοπρόπιον δὲ, τὸ χρησμῴδημα. ὃ καὶ λόγιον ἔλεγον οἱ Ἀττικοί. (Vers. 415.) Ἔτι ἰστέον καὶ ὅτι τὸ, εἴποθεν ἔλθοι, ἐλλέλειπται τῇ φράσει. τὸ γὰρ πλῆρες, οὕτως ἔχει. οὔτε ἀγγελίαις ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγελία δηλαδὴ ἀγαθὴ περὶ τοῦ Ὀδυσσέως. ἢ ἄγγελος ἀγαθὸς περὶ τῶν ἐκείνου. καὶ τοῦτο μὲν, τὸ κρεῖττον. δύναται δὲ καὶ γενικὴ ἑνικὴ εἶναι τὸ ἀγγελίης. ἵνα λέγῃ ὅτι οὔτε ὑπὸ ἀγγελίας ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγέλλουσά τι τῶν κατὰ τὸν Ὀδυσσέα. τὸ δὲ εἰπεῖν ὅτι τὸ ἔλθοι ταυτόν ἐστι τῷ, ἔλθοιεν ἀγγελίαι δηλαδή τινες, Πινδάρῳ μὲν καὶ τοῖς κατ' ἐκεῖνον δωρίζουσι, φιλεῖται. οὔκουν δὲ καὶ Ὁμήρῳ εἰ καὶ ἐν τῷ, γοῦνα καὶ κνῆμαι παλάσσετο ἤγουν ἐπαλάσσοντο τουτέστιν ἐμολύνοντο, σχῆμα τοιοῦτον Δωρικῶς παρεμφαίνεται. Τὸ δὲ οὔτ' οὖν, ταυτόν ἐστι τῷ, οὔτε δή. οὐ γὰρ ἀεὶ αἰτιολογεῖ ὁ οὖν σύνδεσμος, ἀλλ' ἐν μυρίοις καὶ παραπληροῖ. (Vers. 418.) Ὅτι ἔστιν ἀληθεύειν τινὰ ἑκόντα ἐν τῷ αὐτῷ λόγῳ καὶ ψεύδεσθαι, ἀσχηματίστως. ἄλλως μέντοι καὶ ἄλλως. ὡς ἐνταῦθα Τηλέμαχος ἀληθεύει μὲν λέγων αὐτὰ ἐκεῖνα ὅσα ἤκουσεν ἐκ τῆς Ἀθηνᾶς, ἤγουν ὅτι Μέντης Τάφιος Ἀγχιάλου υἱὸς πατρῷος ἑταῖρος ἔστιν ὁ ξένος. ἄλλως μέντοι ψεύδεται. φρεσὶ γὰρ οἶδεν, ὅτι Ἀθηνᾶ ἐστὶ καὶ οὐ Μέντης ὁ αὐτῷ ἐμφανισθείς. (Vers. 422.) Ὅτι ἴδια τρυφώντων, καὶ ταῦτα. οἵδ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι, τέρποντο. (Vers. 423.) Ὅρα δὲ μή ποτε ὁ ποιητὴς ἐπίτηδες διὰ κάλλος λόγου τὰ ῥήματα ταῦτα παρέθετο τὰ παρηχοῦντα ἐκ τοῦ τέρπω καὶ τρέπω. (Vers. 424.) Ὅτι ὥσπερ χολὴ χόλος. ὠνὴ ὦνος. δίνη δῖνος. διαλογὴ διάλογος. βολὴ βόλος ὅθεν καὶ τὸ βολίζειν. ῥοὴ ῥόος. γονὴ γόνος. οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. κοίτη κοῖτος. κοίτου τε μέδηται. πύλη πύλος. ἐν πύλῳ ἐν νεκύεσσι. ποθὴ πόθος. βία βίος, οὕτως ἑσπέρα ἕσπερος. οἷον. τοῖς δὲ, τερπομένοις, μέλας ἐπὶ ἕσπερος ἦλθε. τοῦτο δὲ πρέπει λεχθῆναι καὶ ἐπὶ τῶν τρυφώντων δι' ὅλης ἡμέρας ἕως νυκτὸς, καὶ ἐπὶ τῶν σπαταλώντων ὀλέθρια. ἔχει γάρ τι καὶ αἰνιγματῶδες οὗτος ὁ λόγος. ὡς τῶν μνηστήρων ἐν τῷ τρυφᾶν, σφαγέντων καὶ σκότῳ παραπεμφθέντων ἐπ' αὐταῖς ταῖς τραπέζαις ἐν βαθείᾳ ἑσπέρᾳ. ὡς δὲ σύνηθες ἦν τοῖς παλαιοῖς καθὰ καὶ τοῖς ὕστερον, καὶ πόῤῥω νυκτῶν συμποσιάζειν, οὐκ ἔστιν ἀμφιβαλεῖν. σωφρονέστερον δὲ τοῦ τοιοῦδε συμποσίου, τὸ πρὸ νυκτὸς λύον τὴν τοιαύτην πανήγυριν. ὡς δηλοῖ καὶ τὸ, τοῦ πότου προϊόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης. Ἔνθα ὅρα τὸ ὑποσκιαζούσης, φιλοσόφως