Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.73.1
Not analysed yet
λεχθὲν ἀντὶ τοῦ, ἠρέμα οὔσης νυκτέρου. σκιὰ γὰρ ἐνταῦθα, οὐχ' ἁπλῶς ἀλλ' ἡ τὴν νύκτα ὁρίζουσα. εἴγε κατὰ τοὺς σοφοὺς σκιὰ τῆς γῆς ἡ νὺξ ὡς ἐκεῖνοι ἀκριβῶς ἐθεώρησαν. μνηστέον δ' ἐνταῦθα καὶ περὶ τῆς λοιπῆς ἐν ἡμέρᾳ σκιᾶς, ὡς αἴνιγμα ἐπ' αὐτῇ παλαιὸν ἐκτέθειται ἀπεναντίας ἔχον οἷς Ὅμηρος ἐποίησεν ἐπὶ τῇ Ἔριδι. αὐτὴ μὲν γὰρ τὰ πρῶτα, ὀλίγη κορυσσομένη κάτω, εἶτα οὐρανία αἴρεται. ὁ δὲ ἐπὶ τῇ σκιᾷ γρῖφος εἶναί τινα φύσιν φησὶν, ἣ παρὰ τὴν γένεσιν καὶ φθίσιν μάλιστα ἐστὶ μεγίστη, ἤγουν περὶ ἀνατολὴν ἡλίου καὶ δύσιν, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. ὅτε δηλαδὴ κατὰ κάθετον ὁ ἥλιος τοῖς περὶ γῆν σώμασι γίνεται. Μέλας δὲ ἕσπερος εἴρηται, πρὸς ἀντιδιαστολὴν τοῦ ἑσπέρου ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. (Vers. 426.) Ὅτι ὁ τοῦ Τηλεμάχου θάλαμος ὑψηλὸς δεδόμητο περικαλλέος αὐλῆς περισκέπτῳ ἐν χώρῳ. ὁ δὲ περίσκεπτος χῶρος καὶ περιωπὴ ῥηθείη ἂν καὶ σκοπία καὶ τόπος ἄποπτος. Ὅρα δὲ ὅτι παρὰ μὲν Ὁμήρῳ, θάλαμος καὶ ἀνδρεῖος οἶκος λέγεται. οἱ δὲ μεθ' Ὅμηρον, τὴν γυναικωνίτην οὕτω καλοῦσιν. (Vers. 428.) Ὅτι πολλὰ φρεσὶ μερμηρίζων, ὅμοιόν ἐστι τῷ, δαίεται ἦτορ. μερίζειν γάρ ἐστι καὶ τὸ δαίεσθαι καὶ τὸ μερμηρίζειν. τούτοις δὲ ὅμοιόν ἐστι ἐν μιᾷ λέξει, τὸ δαΐφρων, ἤτοι δαιόμενος τὰς φρένας τρόπῳ συμβουλῆς. (Vers. 429.) Ὅτι ὁ ποιητὴς μὲν, φησὶν αἰθομένας δαΐδας οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι δᾲς, ἡ ἐκ δᾴδων λαμπάς. φανὸς δὲ ἡ τῶν κληματίδων. ἣ καὶ πανὸς ἐλέγετο καθὰ ἐν ἄλλοις δεδήλωται. (Vers. 430.) Ὅτι σύνηθες πολλαχοῦ τῷ ποιητῇ, εἴπου πρόσωπόν τι χρησιμεύσειν μέλλει αὐτῷ, συνιστᾶν αὐτὸ καὶ ἐγγράφειν οἷον τῇ ψυχῇ τοῦ ἀκροατοῦ, διὰ τοῦ εἰπεῖν τι διεξοδικώτερον περὶ αὐτοῦ ἰδικῶς. ὅπερ ἐποίησε καὶ ἐπὶ Νέστορος ἐν Ἰλιάδι. καὶ ἐπὶ Κάλχαντος. καὶ ἐπὶ ἄλλων. καὶ ἐνταῦθα δὲ λέγει τὰ κατὰ τὴν δούλην Εὐρύκλειαν, καθάπερ κατωτέρω ῥηθήσεται. καὶ αὐτὴ γὰρ χρησιμωτάτη ἐν τῷ βιβλίῳ τούτῳ ἔσται τῷ ποιητῇ. διὰ τὴν αὐτὴν δὲ αἰτίαν γενεαλογήσει ἀλλαχοῦ καὶ τὸν δοῦλον Εὔμαιον. ἐρεῖ δέ τι ὁμοίως καὶ ἐν τῇ β ῥαψῳδίᾳ διὰ τὸν γέροντα Αἰγύπτιον. Ὅτι ὢψ ὠπὸς ὀξυτόνως ὁ ὀφθαλμός. Ὢψ δὲ κύριον Ὦπος, βαρυτόνως. διὰ τὸ πρὸς τὸν ὀφθαλμὸν ἀσυνέμπτωτον, ἤγουν πρὸς ἀντιδιαστολὴν τοῦ ὀφθαλμοῦ. οἷον. Εὐρύκλει' Ὦπος θυγάτηρ. (Vers. 434.) Ὅτι τὴν Εὐρύκλειαν πρωθήβην ἔτι οὖσαν, ὁ Λαέρτης ἐπρίατο. ἐεικοσάβοια δ' ἔδωκεν. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ ἐτίμα ἐν μεγάροισιν. εὐνῇ δ' οὔποτ' ἔμικτο, τὸν τῆς γυναικὸς φυλασσόμενος χόλον. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα καὶ αὐτὸ ἐποίησεν ἄν. Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος, χόλον δ' ἀλέεινε γυναικὸς, φασὶν οἱ παλαιοὶ τὸν δε σύνδεσμον ἐνταῦθα αἰτιολογικῶς κείμενον, ἰσοδυναμεῖν τῷ γαρ. οἳ καὶ ἀντὶ τοῦ και νοοῦσιν αὐτὸν ἐν τῷ, εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ. ἀντὶ τοῦ, καὶ ἐγέννησε σε θεά. λαμβάνεται δέ φασι καὶ ἀντὶ τῆς εις ἐν τῷ, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν. οἱ δ' αὐτοὶ καὶ περὶ τοῦ δη συνδέσμου φασὶν ὅτι μετάβασίν τε σημαίνει, καὶ τὸν και σύνδεσμον, καὶ παραπληροῖ. Ὅρα δὲ ἐνταῦθα ἐποχὴν ἐπιθυμίας δι' εὐλάβειαν ἔμφρονα. ταῦτα δὲ προεκτίθεται ὁ ποιητὴς, ἵνα πιθανὸν ποιήσῃ τῆς γραὸς δούλης περὶ τοὺς δεσπότας ἄκραν εὔνοιαν. εἰ γὰρ καὶ ἄλλως σπάνιον δοῦλος περὶ τὰ μέγιστα καὶ ἀναγκαιότατα τοῖς δεσπόταις εὐνοῶν ἀλλὰ ἡ Εὐρύκλεια εὔνους ἂν εἴη ὡς εἰκός. ἥτις ἐγήρασεν ἐν οἴκῳ. τιμωμένη μὲν ἄγαν ὑπὸ Λαέρτου. ὃς τύχῃ μὲν, ἐδέσποζεν αὐτῆς. προαιρέσει δὲ, ὡς ἀλόχῳ προσεφέρετο. θρεψαμένη δὲ τὸν Λαερτιάδην Ὀδύσσεια ἐπὶ μαζῷ οἷα παῖδα οἰκεῖον. διακειμένη δὲ φιλίως περὶ τὸν Τηλέμαχον. ἥτις αὐτὸν μάλιστα δμωάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὅθεν ἡ τοιαύτη, οὐδ' ἐν μοίρᾳ κείσεται δούλης. ἀλλ' ὅσα καὶ μήτηρ, κηδομένη ἔσται τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου. καὶ τῷ τῶν μνηστήρων φόνῳ συμπράξει ὅσα δέον ἐστί. Σημείωσαι δὲ ὅτι εἰ καὶ τοιαύτη ἐστὶν ἡ γραῦς αὐτῆς, ἀλλ' οὖν ὀψέ ποτε ἀναγωρισθήσεται καὶ αὐτῇ ὁ Ὀδυσσεὺς, καὶ οὐδὲ ἑκών. ἔτι δὲ ὀψαίτερον αὐτῆς, Εὐμαίῳ τῷ δούλῳ ὅταν ἤδη γένηται πρὸς τοῖς ἔργοις. οὐ γὰρ ἁπλῶς πιστευτέον μὴ ὅτι γε δούλοις, ἀλλ' οὐδὲ ἐλευθέροις δίχα βασάνου πολλῆς καὶ ἀκριβοῦς. Σημείωσαι δὲ καὶ ὅτι οὐχ' ἁπλῶς ἡ Εὐρύκλεια μάλιστα ἐφίλει τὸν Τηλέμαχον, ἀλλὰ μάλιστα τῶν δουλίδων. καὶ οὐ δή που, μᾶλλον καὶ αὐτῆς τῆς μητρός. Ὅρα δ' ἐνταῦθα ὅτι Ὀδυσσεὺς μὲν καὶ πρὸ αὐτοῦ ὁ πατὴρ Λαέρτης, γυναικὶ δούλῃ διοικονομούμενα τὰ κατὰ τὸν οἶκον ἔχουσι. τῶν τις δὲ μεθ' Ὅμηρον παίζων ἀστείως κατὰ βίου γλίσχρου, παράγει παῖδα, οὐδὲ τὸ φαυλότατον ἐπιτρέποντα οὐδ' αὐτῇ τῇ μητρί. ὄρνιν γάρ φασιν ἕψων Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσιν. εἰπόντος δέ τινος