Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.80.1
Not analysed yet
ὁ τὴν ἀγορὰν ἀθροίσας, ἀγαθός μοι δοκεῖ, καὶ ὀνήμενος εἴη τουτέστιν ὄναιτο ταύτης. (Vers. 35.) Καὶ εἰς ἀγαθὸν τελεσθείη ὅπερ ἐθέλει, ἔχαιρε τῇ φήμῃ ὁ Τηλέμαχος. ἔστι δὲ φήμη, λόγος δηλωτικὸς μέλλοντός τινος ἐξ αὐτομάτου λαλούμενος. καὶ τοίνυν τὴν τοιαύτην φήμην τοῦ γέροντος εἰς ἀγαθὸν δεξάμενος οἰωνὸν, ἀνέστη δημηγορήσων. οὕτω καὶ ἐν Ἰλιάδι τῆς Ἀφροδίτης εἰπούσης τῇ Ἥρᾳ, οὐδέ σε φημὶ ἄπρακτον γενέεσθαι, ὅ, τι φρεσὶ σῇσι μενοινᾷς, φήμην ἡ Ἥρα τὸ πρᾶγμα νοεῖ. καὶ τῇ ἀπάτῃ τοῦ Διὸς ἐγχειρεῖ, καὶ ἐπιτυγχάνει. καὶ Ὀδυσσεὺς δέ που ἐν τοῖς ἑξῆς, τέρας μὲν ἔξωθεν ζητήσας ἐκ Διὸς, φήμην δὲ ἔνδοθεν ἐκ τῶν ἐν τῷ αὐτοῦ οἴκῳ, ἀκούει φήμην ἀγαθὴν καὶ θαῤῥεῖ ἐφ' οἷς ἀνδρίσεται. φέρεται δὲ λόγος, καὶ πόλιν Ἰταλικὴν ἐκ τοιαύτης αἰτίας κλῆσιν εὑρεῖν. ἡ μὲν γὰρ, ἐπολιοκρεῖτο. ἀνὴρ δὲ πολέμιος πελάσας, χαῖρε ἤκουσε πρός τινος τῶν ἐπὶ τοῦ τείχους. κἀκεῖνος οἰωνίσατο. καὶ ἡ πόλις νικηθεῖσα, Καῖρε ἐκλήθη δι' ἐκεῖνο τὸ χαῖρε, βαρβαρισθεῖσα κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἰστέον δὲ ὅτι τὸ ὀνήμενος, κοινότερον μὲν, ἐκ τοῦ ὀνῶ ὄνημι παρῆκται. ὁμοίως τῷ, διζῶ δίζημι, ὅθεν τὸ, ἵππους διζήμενος. καὶ τῷ, φιλῶ φίλημι ὅθεν τὸ φίλατο παρ' Ὁμήρῳ. καὶ τῷ, αἰνῶ αἴνημι. ὡς τὸ, οὔ μιν ἔγωγ' αἴνημι. καὶ ἄλλοις μυρίοις. ὁ δὲ Ἀλεξανδρεὺς Ἡρακλείδης, καινήν τινα περιεργίαν ἑτεροίαν ὑποβάλλει ἐν οἷς γράφει οὕτως. ὁ ἐνεργητικὸς παρατατικὸς ὅτε τὸ θεματικὸν ω εἰς τὴν ου δίφθογγον μεταθῇ, πλεονάζει τὸ ν ἐπὶ τέλους. οἷον. ἠχῶ ἤχουν, οἰκῶ ᾤκουν ὀκνῶ ὤκνουν. οὐκοῦν ἀπὸ τοῦ ὦ ἐνεργητικοῦ ὑπαρκτικοῦ θέματος, εἴη ἂν ὁ ἐνεργητικὸς παρατατικὸς, οὖν ἀντὶ τοῦ ὑπῆρχον. καὶ παθητικὸς οὔμην. ἐξ ὧν Αἰολικῶς ὁ οὗν, γέγονεν ἦν. καὶ ὁ οὔμην, ἤμην. Αἰολεῖς γάρ φησι τὴν ου δίφθογγον παρατέλευτον οὖσαν ἐν τοῖς τοιούτοις, εἰς η μετατιθέασιν. οἳ καὶ τὸ ἐκαλούμην καὶ ἐνοούμην καὶ ὅσα ὅμοια τῆς πρώτης συζυγίας τῶν περισπωμένων, ἐκαλήμην καὶ ἐνοήμην λέγουσι. καὶ ἐπὶ μετοχῶν, καλήμενος καὶ νοήμενος. μεταπιπτούσης τῆς ου διφθόγγου εἰς τὸ ἦτα. δίδωσιν οὖν ὁ εἰρημένος Ἡρακλείδης, καὶ τοῦ ὀνήμενος Αἰολέων διαλέκτῳ ἀρχὴν εἶναι τὸ ὀνούμενος. δῆλον δ' ὅτι ἐκ τοῦ ὡς ἐῤῥέθη ὄνημι, καὶ τὸ ὤνητο διὰ τοῦ ἦτα παρῆκται. καὶ τὸ ὤνατο. καὶ τὸ ὄνασθαι. καὶ ὠνάμην. καὶ ὀνάμενος. καὶ εἴ τι ἄλλο τοιοῦτον. (Vers. 36.) Ὅτι μετὰ τὴν ῥηθεῖσαν φήμην μενοινήσας ὁ Τηλέμαχος, ἔστη ἐν μέσῃ ἀγορᾷ. σύνηθες ποιῶν. ὡς ἂν ἐξ ἴσου πάντοθεν ἀκούοιτο. Ἀγαμέμνων μέντοι ἐν Ἰλιάδι ἅπαξ ποτὲ κατ' ἀνάγκην μὴ οὕτω ποιήσας ἀλλ' αὐτόθεν ἐξ ἕδρης λαλήσας, ἀπολογεῖται ὑπὲρ τούτου ὡς ἐκεῖ γέγραπται. (Vers. 37.) Τὸ σκῆπτρον δὲ τῷ Τηλεμάχῳ ἐνέβαλε χειρὶ κῆρυξ Πεισήνωρ, οὐ γὰρ ἦν θέμις ἄλλως δημηγορεῖν τοὺς βασιλεῖς. ὡς οὐδὲ κήρυξι θεμιτὸν ἄνευ κηρυκείου προϊέναι. διὸ καὶ ἐν τῷ ἐπιταφίῳ, Μενέλαος διαπληκτιζόμενος πρὸς Ἀντίλοχον ὡς ἐν δίκῃ, σκῆπτρον χειρίζεται. οἰκεῖον δὲ ὄνομα κήρυκι τὸ Πεισήνωρ, ἔργον γὰρ τῷ τοιούτῳ, πεῖθεν ἄνδρας ὑπακούειν. (Vers. 39.) Ὅτι ἐν τῷ, πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπε, καθάπτεσθαι λέγει τὸ ἀμείβεσθαι ἢ ἀποτείνεσθαι ἁπλῶς διὰ λόγου πρός τινα. ἐπεὶ καὶ ἅπτεσθαι τινῶν, οὐ μόνον σωματικῶς ἀλλὰ καὶ ἐν λόγοις λεγόμεθα. οὕτω καὶ τὸ καθαπτόμενος φίλον ἦτορ, ἀντὶ τοῦ ἑαυτῷ λαλῶν. παρὰ μέντοι τοῖς ὕστερον, καθάπτεσθαι λέγεται τὸ τραχύτερον ἐν λόγοις προσφέρεσθαι, καὶ μετὰ γενικῆς. (Vers. 40 et sqq.) Ὅτι ὁ ζητούμενος πρός τινος καὶ θαῤῥαλέος προπηδῶν, εἴποι ἂν, οὐχ' ἑκὰς οὗτος ἀνὴρ, τάχα δ' εἴσεαι αὐτός. Ὅτι ἡ τοῦ Τηλεμάχου δημηγορία κριτὰς μὲν οἷον καθίζει τοὺς Ἰθακησίους. προοίμιον δὲ κατὰ Ὁμηρικὴν μέθοδον ἔχει, ἀπὸ τῶν προκειμένων λόγων οὓς δηλαδὴ ὁ Ἰθακήσιος Αἰγύπτιος προεχειρίσατο. καταφέρεται δὲ τῶν μνηστήρων. καὶ βίας αὐτοὺς ἑλεῖν σπεύδει, οἷς τῇ τε μητρὶ οὐκ ἐθελούσῃ ἐπέχραον. καὶ ἐν ἀλλοτρίῳ οἴκῳ βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, εἰλαπινάζουσι. πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἔστι οὖν τὰ τῆς δημηγορίας οὐκ ἀποδεικτικά. ὡς ἐπὶ ὁμολογουμένῳ δὲ πράγματι ἐπιλογική ἐστι καὶ καταφορικὴ καὶ αὐξητική. διὸ καὶ ἡ διήγησις ἔχουσά τι καὶ ἐκφραστικῆς διασκευῆς, οὐ διδάσκει οὐδ' ἁπλῶς διηγεῖται τὴν μνηστείαν, ἀλλὰ τὴν βίαν ἐπαύξει ἐμβριθῶς. ἔχει δὲ καὶ ἐλέου εἰσβολὴν ἐν τῷ, νεμεσήθητε καὶ αὐτοί. ἄλλους τ' αἰδέσθητε ἀνθρώπους, οἳ περιναιετάουσι. θεοῦ δ' ὑποδείσατε μῆνιν. μή τι μεταστρέψῃ ἀγασάμενος κακὰ ἔργα. λίσσομαι θεοῦ τε Ὀλυμπίου καὶ Θέμιστος. ἥ τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει. σχέσθε φίλοι. καί με οἶον ὅ ἐστι μόνον, ἐάσατε. οὐχ' ὥστε δηλαδὴ τρυφᾶν, ἀλλὰ πένθεϊ λυγρῷ τείρεσθαι. πάντως γὰρ ἔλεον προκαλεῖταί τινα σὺν αἰδοῖ καὶ δέει τὸ, νεμεσήθητε. αἰδέσθητε. ὑποδείσατε θεόν. λίσσομαι. σχέσθε φίλοι. ἐπὶ δὲ τούτοις αἰτιώμενος