Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.81.1
Not analysed yet
καὶ τοὺς ὡσανεὶ κριτὰς Ἰθακησίους, φησὶν. εἰ μή που τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς κακὸν ἔρεξεν. ὧν με ἀποτινύμενοι, κακὰ ῥέζετε, τούτους ὀτρύνοντες καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ ἐρεθίζει τοὺς Ἰθακησίους κατὰ τῶν μνηστήρων, ἢ γὰρ ὀτρύνουσι τούτους ποιεῖν ἃ ποιοῦσιν ἐν τοῖς τοῦ Ὀδυσσέως, καὶ τρόπον τινὰ πατραλοῖαι εἰσὶ βασιλέα βλάπτοντες ὃν πατρὸς δίκην εἶναι ἤπιον φησίν. ὃ οὐδ' αὐτοὶ ἂν ἀπαρνήσωνται. οἵγε τοῦ Τηλεμάχου ἐσθλὸν αὐτὸν εἰπόντος καὶ οὐκ ἀπεοικότα πατρὸς εἰς αὐτοὺς ἐδέξαντο τὸν λόγον ἐφησυχάσαντες. ἢ τοίνυν ὀτρύνουσι τοὺς μνηστῆρας, καὶ τετάξονται εἰς πατραλοίας. ἢ οὐκ ὀτρύνουσι, καὶ δεῖ ἐξελάσαι αὐτούς. ὅπερ ἴσως καὶ εὐλαβηθέντες οἱ μνηστῆρες καὶ μάλισθ' ὅτι ἐν τοῖς ἑξῆς καὶ ὁ Μέντωρ ὑπὲρ τοῦ Ὀδυσσέως δημηγορήσας μέμψεται τοὺς Ἰθακησίους ὡς πολλοὶ ὄντες οὐ παύουσι τοὺς ὀλιγωτέρους μνηστῆρας, λύουσιν ὡς δηλωθήσεται τὴν ἀγορὰν ἣν οὐκ ἐκάθισαν. ἐπὶ δὲ τούτοις ὁ νεανίας ἐπαύξων τὸν ἔλεον καὶ οἶκτον πλείω προκαλούμενος, τὸ σκῆπτρον βάλλει πρὸς τῇ γῇ, δάκρυα ἀναπρήσας. ὅ ἐστι διὰ τοῦ ἐγκεφάλου ἀναπεράσας. ἤγουν σὺν ὁρμῇ ἐξαγαγὼν καὶ οἷον ἐκφυσήσας, παρὰ τὸ πρήθω τὸ φυσῶ. ποιεῖ δὲ τοῦτο καὶ Ἀχιλλεὺς ἐκ Ἰλιάδι δίχα γε τοῦ δακρύσαι. εἶτα ἐπὶ πᾶσι μετὰ τὴν δημηγορίαν δεικνύων ὁ ποιητὴς ὡς ἔλεον τὰ τοιαῦτα εἰσάγει τοῖς ἀκροαταῖς καὶ οἰκτίζεσθαι ποιεῖ καὶ μάλιστα τὸ δακρύειν, φησίν. οἶκτος δ' ἕλε λαὸν ἅπαντα. καὶ τοιαύτη μὲν ὡς ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Τηλεμάχου δημηγορία ἧς τὰ κατὰ μέρος λελέξεται. οἵα δὲ καὶ ἣ τῶν μνηστήρων, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. Σημείωσαι δὲ τὴν τοῦ Τηλεμάχου σύνεσιν. εἰ καὶ νέος ὢν, οὕτω καταδημαγωγεῖ τὸν Ἰθακήσιον ὄχλον. ἐστοχασμένος οἷα εἰκὸς, εὐκατάσειστον εἶναι τὸν δῆμον καὶ εὐρίπιστον ὡς ῥᾷον ὑπανάπτεσθαι εἰς θυμὸν πυρόεντα. ὅπερ πολλοὶ δηλοῦσιν οἳ διὰ πολιτικὰς ἔχθρας ἠτύχησαν χόλῳ τοῦ δήμου. ἐν οἷς καὶ οἱ Μιλήσιοι. παρ' οἷς καὶ ἀλοητὸς τέκνων ἐγένετο, ἐπιθεμένου τοῖς πλουσίοις τοῦ δήμου. εἰ καὶ αὖ πάλιν οἱ πλούσιοι καταπίστωσιν ἐποίησαν τῶν δημοτῶν οἳ γέργηθες ἐκαλοῦντο, καὶ καῦσιν εὐέξαπτον διὰ τὴν πίσσαν. ὅτε φασὶ καὶ ἐλαία ἱερὰ ἐξανήφθη αὐτόματος. καὶ τὸ θεῖον ἐνεμέσησεν αὐτοῖς ἐν χρησμῷ, ὑπέρ τε τοῦ τῶν γεργήθων φόνου καὶ τοῦ πισσηροῦ μόρου καὶ τοῦ ἀειθαλοῦς δενδρέου. Ἔνθα ὅρα τὸ δενδρέου, σύνηθες ὂν τοῖς ποιηταῖς. οὗ ἡ εὐθεῖα, τὸ δένδρεον ἀναντιῤῥήτως. τὸ δέ γε πληθυντικὸν τὰ δένδρεα, διχόθεν πρόεισιν. οὐ μόνον γὰρ ἐκ τρισυλλάβου τοῦ δένδρεον τὸ τοιοῦτον πληθυντικὸν δοκεῖ φύεσθαι, ἀλλὰ καὶ ἀπὸ δισυλλάβου εὐθείας τῆς δένδρος ὡς βέλος. διὸ καὶ ὡς βέλεα βέλη, οὕτω καὶ δένδρεα δένδρη παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, τὰ δὲ δένδρη τἀν τοῖς ὄρεσι, χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις, καὶ ἑξῆς. (Vers. 46.) Ὅτι ἐν τῷ, κακόν μοι ἔμπεσεν οἴκω δοιὰ, οἱ μὲν, τὸ δοιὰ, ἐπίῤῥημα νοοῦσιν, ἀντὶ τοῦ διχῶς, τὸ μὲν, πατέρα ἐσθλὸν ἀπώλεσα. ὅς ποτ' ἐν ὑμῖν τοῖσδεσσι βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἦεν. νῦν δ' αὖ, καὶ πολὺ μεῖζον. ἡ τῆς μητρὸς δηλονότι βία καὶ τὰ ἑπόμενα ταύτῃ κακά. ἕτεροι δὲ, ἐπιδιόρθωσιν φασὶ τὸ δοιά. εἰπὼν γὰρ κακὸν ἑνικῶς, εἶτα ἐπιλογισάμενος ὡς οὐχ' ἕν ἐστι τὸ κακὸν, ἐπιδιορθοῦται. εἰπών. καὶ τί λέγω κακόν; οὐχ ἕν μοι ἐστὶ τὸ κακὸν, ἀλλὰ δύο. πατρὸς ἀπώλεια καὶ βία κατὰ μητρός. (Vers. 48.) Ἐν τούτοις δὲ ὅρα οἷόν τε τὸν κυρίως βασιλέα εἶναι χρή. ὅτι δηλαδὴ πατέρα ὥσπερ τῶν ἀρχομένων, καὶ μὴ κατὰ τὸν Ἔχετον, βασιλέα βροτῶν δηλήμονα πάντων. καὶ ὅπως ὑψοῖ ὁ ῥήτωρ Τηλέμαχος τὸ κατὰ τοὺς μνηστῆρας κακὸν, καὶ μεῖζον αὐτὸ λέγει τοῦ κατὰ τὸν πατέρα. καὶ οὐχ' ἁπλῶς μεῖζον, ἀλλὰ καὶ πολὺ μεῖζον. οὐκ ἀληθεύων, ἀλλὰ ῥητορικῶς τὸν λόγον ὑψῶν. διὸ καὶ πάλιν ὁ Ἀντίνοος ὑψαγόρην αὐτὸν ἐρεῖ ὡς μεγαληγοροῦντα ἐν μὴ τοιούτοις. αἰτίαν δὲ ἐρεῖ τοῦ πολὺ μεῖζον εἰπεῖν αὐτὸ, ταύτην. ὃ δή φησι τάχα ἤτοι ταχέως οἶκον ἅπαντα πάγχυ διαῤῥαίσει. βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει. χείρω γὰρ ταῦτα δοκεῖ τοῦ κατὰ τὸν Ὀδυσσέα, παρόσον εἰ καὶ μὴ πατέρα. τὰ τοῦ πατρὸς γοῦν ἔχει ἐξ ὧν αὐτῷ ἡ πατρικὴ μνήμη ἐζωπυρεῖτο. νῦν δὲ, καὶ αὐτὰ οἰχήσονται. Ὅρα δ' ἐν τούτοις καὶ τὸ, οἶκον ἅπαντα. καὶ τὸ, πάγχυ τουτέστι πάνυ διαῤῥαίσει. καὶ τὸ, ἀπὸ πάμπαν ὀλέσει. αὐξητικὰ ὄντα καὶ κατασκευαστικὰ τοῦ, πολὺ μεῖζον. Ὅρα δὲ καὶ τὰ ἐν σκυθρωπότητι λόγου ὑπομειδιῶντα πάρισα, τὸ διαῤῥαίσει, καὶ ὀλέσσει. (Vers. 49.) Τὸ δὲ τοῖσδεσσιν, Ἰωνικόν. τῇ μὲν προφορᾷ, ἐοικὸς μεταπλασμῷ. τῷ δὲ κατ' ἀρχὴν περισπωμένῳ τόνῳ, πλεονασμὸν δηλοῦν τῆς τελευταίας συλλαβῆς. Σημείωσαι δὲ εἰς τὸ, πατὴρ ὣς ἤπιος ἦν, καὶ τὸ τοῦ Ἡροδότου, τὸ, Καμβύσης μὲν δεσπότης, Κύρος δὲ, πατήρ. ὁ μὲν, ὅτι χαλεπὸς ἦν καὶ ὀλίγωρος. ὁ δὲ, ὅτι ἤπιος καὶ