Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.82.1
Not analysed yet
ἀγαθὰ σφίσιν ἐμηχανίσατο, ἤτοι τοῖς Πέρσαις. Ὅρα δὲ καὶ τὸ πάμπαν συσταλὲν ὡς τὸ ἄγαν καὶ λίαν. καὶ καινὸν οὐδὲν, εἴγε καὶ τὸ ἅπαν, ὄνομα ὂν, Ἴωνες συστέλλουσι καὶ ὁ ποιητής. οἷον. τῶν δ' ἅπαν ἐπλήσθη πεδίον. Ἀττικοὶ δὲ κατὰ Αἴλιον Διονύσιον, ἐκτείνουσι τὴν ὑστέραν τοῦ ἅπαν. ἕτερος δὲ ῥήτωρ ἐν οἰκείῳ λεξικῷ, γράφει ὅτι ὁ λόγος βραχύνειν ἀξιοῖ τὸ ἅπαν. τὰ γὰρ παρασχηματιζόμενα τοῖς εἰς ας οὐδέτερα, βραχύνονται. οἷον. μέλαν. τάλαν. οὕτως οὖν καὶ ἅπαν. εἰ δὲ ταῦτα, πολλῷ πλέον τὸ πάμπαν ἐπίῤῥημα συσταλήσεται. (Vers. 50.) Ὅτι καὶ ἐν τῷ μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι, ψεύδεταί πως ὁ Τηλέμαχος. οὐ γὰρ πάντες οἱ μνηστῆρες, Ἰθακήσιοι, ἀλλὰ δώδεκα μόνοι. σκοπὸς δὲ τῷ ῥήτορι, τούτους παῦσαι. ὡς συγκαταλυθησομένων αὐτοῖς καὶ τῶν λοιπῶν. υἱοὶ γάρ εἰσιν ἀνδρῶν, οἳ ἐνθάδε φησὶν ἄριστοι. ὧν Ἀντίνοος καὶ Εὐρύμαχος, ἀρετῇ ἔξοχ' ἄριστοι καὶ εὐέλπιδες τὴν Πηνελόπην γῆμαι. Τὸ δὲ ἐπέχραον, ἀντὶ τοῦ ἐν χρῶ ἐγένοντο. ἐπέπεσον. ἐβάρυναν. ἐκ τούτου δὲ καὶ τὸ χραῦσαι πλεονασμῷ τοῦ υ. ἤδη δὲ καὶ ὁ ζαχρῃής. ἐκ τούτου καὶ παρ' Ἡροδότῳ καὶ τὸ, ἐνέχραεν ἐς τὸ πρόσωπον τὸ σκῆπτρον, ἤγουν ἔπληξε τῷ σκήπτρῳ. (Vers. 52.) Ὅτι ἐν τῷ ἀπεῤῥίγασιν ὃ δηλοῖ τὸ δειλιῶσι καὶ φρίσσουσι, περιττὴ ἡ ἀπο. ὡς καὶ ἐν τῷ ἀπεμνήσαντο. καὶ ἐν τῷ, ἐμεῦ ἀπομηνίσαντος. μέσος δὲ παρακείμενος τὸ ἔῤῥιγα, συγκοπεὶς ἐκ τοῦ ἐῤῥίγηκα ὁμοίως τῷ βέβουλα καὶ τοῖς τοιούτοις. (Vers. 53.) Ὅτι ἐν τῷ, αὐτὸς ἑεδνώσαιτο θύγατρα, ἕδνα ἐμφαίνεται, τὰ ἀπὸ γυναικὸς τῷ νυμφίῳ. χρήσιμον δὲ εἰς θέλημα πατρικὸν ἐπὶ γάμῳ τὸ, ὡς αὐτὸς ἐεδνώσαιτο θύγατρα. δοίη δ' ὦκ' ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι. Καὶ ὅρα ἐνταῦθα ὅτι λείπει τὸ ὃς ἀπὸ κοινοῦ ληφθὲν ἵνα λέγῃ, καὶ ὃς αὐτῷ κεχαρισμένος ἔλθοι. τοιοῦτον μετ' ὀλίγα καὶ τὸ, ᾧ πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. ἤγουν καὶ ὃς ἀρέσκει αὐτῇ. (Vers. 56.) Ὅτι ἱερεύειν, οὐ μόνον τὸ θύειν, ἀλλὰ καὶ τὸ ἁπλῶς σφάζειν. ἱερεῖον γὰρ Ἀττικῶς, τὸ σφαγιαζόμενον ζῷον. φησὶ γοῦν. βοῦς ἱερεύοντες, ὡς καὶ προεγράφη. ἐν οἷς καὶ εἰλαπίνην λέγει Τηλέμαχος ὡς καὶ προεδηλώδη, τὴν ἐν τῷ αὐτοῦ οἴκῳ δαῖτα τῶν μνηστήρων. εἰλαπινάζειν γὰρ λέγει αὐτούς. (Vers. 58.) Ὅτι πρωτότυπον τοῦ ἀνύω, τὸ ἄνω. φησὶ γοῦν. τὰ δὲ πολλὰ κατάνεται. ἤγουν ἀνύεται. τελειοῦται. ὄλλυται. τὰ δὲ πολλὰ ταῦτα ὁμολογῶν Ἀντίνοος καὶ ἑρμηνεύων ἐν τοῖς ἑξῆς, πολὺν βίοτον φησί. Τηλέμαχος δὲ, πολλά τε καὶ ἐσθλὰ κτήματα. Ἰστέον δὲ ὅτι τὲ τοῦ ἄνω, χρῆσις καὶ ἐν τοῖς ἑξῆς ἐν τῷ, ἦνον ὁδὸν ἤγουν ἤνυον. καὶ ὅτι καθ' Ἡρακλείδην, ἄμεινον λέγειν ἀνύω ἤπερ ἄνω, ἵνα μὴ παραλόγως μηκύνηται τὸ ἄλφα. οὐδέποτε γάρ φησι μηκύνεται προηγουμένου τοῦ νυ ἐπὶ τῶν εἰς νω. σκοπητέον δὲ εἴπερ ἠκρίβωται οὗτος ὁ λόγος ἐπὶ πάντων. καὶ ἐνθυμητέον τὸ ἱκάνω, ἐκτεῖνον ἐν πολλοῖς τὴν παραλήγουσαν. (Vers. 61.) Ὅτι ἐπὶ ἀπροστατεύτῳ οἴκῳ, οἰκεῖον εἰπεῖν τὸ, οὐ γὰρ ἔπ' ἀνὴρ οἷος ὁ δεῖνα ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. οἱ δὲ μὴ ἔχοντες ἑαυτοὺς ἐκδικεῖν, εἴποιεν ἂν τὸ, ἡμεῖς δ' οὐ τοῖοι ἀμυνέμεν, οἷα λευγαλέοι καὶ οὐ δεδακηκότες ἀλκήν. ἦτ' ἀμυναίμην εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται. Εἰσὶ δὲ λευγαλέοι, οἱ πρόχειροι εἰς λοιγόν. ἢ εἰς τὸ λέγεσθαι ὅ ἐστι κοιμᾶσθαι νήγρετον. τινὲς δὲ, καὶ τοὺς φεύγειν ἑτοίμους ἐνόησαν. Δεδαηκέναι δὲ ἀλκὴν, τὸ σχεῖν ἐκ μαθήσεως. διδακταὶ γὰρ αἱ ἀρεταί. ὧν μία καὶ ἡ ἀλκὴ, ὅ ἐστιν ἀνδρεία. ἡ μέντοι ῥώμη, οὐ τοιοῦτον. οὐδὲ ὁ ῥωμαλέος. αὐτὰ γὰρ, φύσεως καὶ μόνης. (Vers. 63.) Τὸ δὲ ἀνσχετὰ, συγκέκοπται ὡς καὶ τὸ ἀμφαδὸν καὶ τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. Ὅτι νέμεσις κυρίως, ἡ ἐξ ἑτέρων μέμψις πρὸς τὸν κακόν τι πράσσοντα, εἴτε διορθοῖτο ἐκεῖνος εἴτε καὶ μή. αἰδὼς δὲ, ἡ διὰ νέμεσιν γενομένην πρός τινων εἴτε καὶ ἐλπιζομένην, ἐπιστροφὴ καὶ διόρθωσις τοῦ κακοῦ. καὶ εἴτις δὲ ἑαυτῷ νεμεσῶν διορθοῖτο, καὶ ἡ τοιαύτη νέμεσις, τῆς ἐλπιζομένης ἐξ ἑτέρων νεμέσεως ἤρτηται, καὶ εἰς αἰδῶ ἀποτελευτᾷ. καὶ ταῦτα δηλοῖ Ὅμηρος εἰπών. νεμεσσήθητε καὶ αὐτοὶ, ἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπους. εἶτα ἑρμηνεύων τίνες οἱ περικτίονες, ἐπάγει. οἳ περιναιετάουσιν. Ἰστέον δὲ ὅτι καὶ Ἡσίοδος ἄμφω ταῦτα αἰδῶ καὶ νέμεσιν, τὸν ἀνθρώπινον βίον οἶδε συνιστᾶν. ὧν οἰχομένων, λείψεταί φησι κατὰ βίον ἄλγεα λυγρά. καὶ ὅτι ἐν συνοικίᾳ μὲν, γείτονας αἰδεστέον ὡς καὶ Ἡσίοδος βούλεται. νῆσος δὲ καὶ πόλις, τοὺς ἀνάλογον γείτονας αἰδέσονται. οἵ πέρ εἰσιν, οἱ περίοικοι. (Vers. 68.) Ὅτι ἐν τῷ, λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, λείπει πρόθεσις ἡ ἐπι ἢ προς. ἵνα λέγῃ, λίσσομαι πρὸς Διὸς καὶ Θέμιστος. ἢ ὡς ἐπὶ