Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.9.1
Not analysed yet
κατάντημα γέγονε τῆς πλάνης τῷ Ὀδυσσεῖ. εἰς αὐτὴν γὰρ ἐσώθη κελητίζων οἷον ἐπὶ τῆς τρόπεως. τὴν μέντοι ἀρχὴν τῆς τοῦ Ὀδυσσέως πλάνης εὑρήσεις ἐν τῇ ι ῥαψῳδίᾳ ἐν τῷ, Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. ἐκεῖθεν γὰρ Ὀδυσσεὺς εἰς πλάνην ἐξώκειλεν. (Vers. 13.) Ὅτι δύο ταῦτα λέγει ὁ ποιητὴς διὰ πόθου μάλιστα εἶναι τῷ Ὀδυσσεῖ τήν τε πατρίδα καὶ τὴν σώφρονα γυναῖκα. φησὶ γάρ· νόστου κεχρημένον ἠδὲ γυναικός. οἷα δὲ ἡ τοῦ Ὀδυσσέως καὶ τῆς Πηνελόπης ἀναγωγὴ εἴτουν ἀλληγορία, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅρα δὲ ὅτι ἄλλως χρῆται ὁ ποιητὴς τῇ τε σημασίᾳ καὶ τῇ συντάξει τοῦ κεχρημένος, ἤ περ ἡμεῖς. ἡμεῖς μὲν γὰρ χρῆσθαι φαμὲν, τὸ μεταχειρίζεσθαι, καὶ δοτικῇ πτώσει συντάσσομεν. Ὅμηρος δὲ, τὸν χρῄζοντα κεχρημένον λέγει καὶ γενικῇ συντάσσει τὴν λέξιν. ἀπὸ τοῦ χρηΐζω ἢ χρῄζω κινηθεῖσαν κατὰ ἔλλειψιν τοῦ σίγμα. (Vers. 14.) Ὅρα δὲ καὶ τὸ γυναικὸς ἀστείως λεχθὲν πρὸς τὸ ἐφεξῆς, ὁ μὲν γὰρ κεχρημένος ἦν γυναικός. Καλυψὼ μὲν, ἐπὶ τῶν ἐνεσπαρμένων τῇ γῇ καὶ τοῖς φυτοῖς καὶ τοῖς νάμασι φυσικῶν δυνάμεων τίθεται, δι' ὧν αἱ τῶν καρπῶν προθέσεις ἐν καιρῷ γίνονται, κατὰ τὸ νέον φαινομέναι, ἤτοι κατὰ τὸ ἔαρ. ὅθεν καὶ ἡ νύμφη συντέθειται. οἱονεὶ νεόμφη καὶ Αἰολικῶς νύμφη. ὁ δὲ μῦθος καὶ δαιμόνιά τινα νύμφας φησὶ γεωχαρῆ καὶ σωματικώτερα, ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. ὁποῖαίτινες αἱ Νηΐδες. καὶ Ἁμαδρυάδες. καὶ Ἁμαμηλίδες. καὶ Ὀρεστιάδες. καὶ Λειμωνιάδες αἱ μυθικαί. τοιαύτη τις καὶ ἡ Καλυψὼ κατὰ τὸν μῦθον. ἀλλὰ δὴ καὶ ἡ Κίρκη. ἃς καὶ αὐδηέσσας ὁ ποιητὴς ἐρεῖ. ὅ ἐστιν, ἀνθρωπίνῃ καὶ τῇ κάτω καὶ καθ' ἡμᾶς χρωμένας φωνῇ. τοῦτο γὰρ ἡ αὐδή. καὶ αἱ καθ' ἡμᾶς δὲ νύμφαι, ἐξ ὁμοιότητος τῶν τοιούτων νυμφῶν, τὴν ἐπωνυμίαν εἰλήφασι. καὶ αὐταὶ γὰρ ταπρὶν θαλαμευόμεναι, νέον φαίνονται ὅτε τὸ τῆς ἡλικίας ἔαρ αὐταῖς ἐπανθεῖ. ὅτι μέντοι οὐ μυθικαὶ νύμφαι ἦσαν ἡ Καλυψὼ καὶ ἡ Κίρκη, ἐκ τῶν ἱστοριῶν δῆλόν ἐστιν. εἰ καὶ ὁ ποιητὴς διὰ τερατείαν ἄλλως μυθολογεῖ τὰ περὶ αὐτῶν. δῆλον δὲ ὅτι καὶ συγγενική ποτε λέξις ἐστὶ τὸ νύμφη. ὡς δηλοῖ καὶ τὸ νύμφα φίλη. Ὅτι τὸ δῖα ἡ ἐνδοξοτάτη, διὰ τὸν Δία συντάσσεται ὑπερθετικῶς μετὰ γενικῆς. ἐπεὶ γὰρ ὑπερκεῖσθαι πάντων ἐδόκει ὁ Ζεὺς, διατοῦτο καὶ τὸ δῖος καὶ τὸ δῖα ἐκ τῆς Διὸς γενικῆς γινόμενα, ὑπερθετικὴν σύνταξιν ἔχουσιν ὡς καὶ ἐν τῇ Ἰλιάδι πλατύτερον γέγραπται. Ἰστέον δὲ ὅτι διὰ τὸ ὡς ἐῤῥέθη ὑπεροχικὸν τοῦ Διὸς, οὐ μόνον μέγαν ὁ ποιητὴς αὐτὸν λέγει ὡς ἐν τῷ, Διὸς μεγάλου ἐνιαυτοὶ, καὶ, Διὸς μεγάλοιο ἕκητι, εἰ καὶ κατ' ἄλλον λόγον μείζων ὁ Κρόνος κατὰ τὴν αὐτοῦ ὅς φασι σφαῖραν, ἀλλὰ καὶ ἐπλήθυναν αὐτὸν κατὰ τὴν κλίσιν οἱ μεθ' Ὅμηρον, ὡς Αἴλιος Διονύσιος ἱστορεῖ. Δίες γάρ φησι τὸ πληθυντικὸν τοῦ Διὸς. καὶ δρᾶμα οὕτως ἐπιγέγραπται. καὶ αἱ ἐφεξῆς πτώσεις, Διῶν. καὶ Δισί. καὶ Δίας. Ἔτι ἰστέον ὅτι καθὰ τὸ δῖος οὐ παράγει σύγκρισιν, ἢ ὑπέρθεσιν διὰ τὸ φύσει τῆς λέξεως ὑπεροχικὸν, οὐδεὶς γὰρ λέγει διότερος ἢ διότατος, οὕτως οὐδὲ τὸ ἀγαθὸς, διὰ τὴν ἐν αὐτῷ τοῦ ἄγαν ἐπίτασιν. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι ἀγαθώτερος καὶ ἀγαθώτατος παρ' οὐδενὶ τῶν Ἑλλήνων κεῖται. (Vers. 15.) Ὅτι τὸ γλαφυρὸν κυρίως μὲν, ἐπὶ χειροκμήτου κοιλότητος, οἵαν οἱ λιθοξόοι καὶ οἱ ξοανογλύφοι ἐντυποῦσι, παρὰ τὸ γλάφω τὸ κοιλαίνω γενόμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. ἐπὶ δὲ σπηλαίου μεταφορικῶς λέγεται καὶ ἐπὶ νηὸς, διὰ τὸ ἁπλῶς κοῖλον ὃ καὶ τοῖς γλαφομένοις παρέπεται. ἤδη δὲ ἡ λέξις μετῆκται καὶ ἐπὶ νοημάτων. καὶ λέγεται καὶ νοήματα γλαφυρὰ, τὰ ἔχοντά τι βαθὺ, πλὴν μετὰ καὶ χάριτος καὶ διαφανίας τινὸς καὶ λαμπρότητος, ὡς μὴ πάνυ εἶναι διὰ τὸ βάθος σκοτεινά. εἰ δὲ καὶ σπίνου στόμα γλαφυρὸν ἀκούσεις σοφοῦ τινὸς λέγοντος, ἐντεῦθέν ποθεν νόει μετηνέχθαι τὴν λέξιν. ἀλλὰ καὶ ὅτε τις λέγει φρίσσειν τὰ λήϊα γλαφυρὸν, διὰ τὸ ἐπικυρτοῦσθαι τοὺς στάχυας τοῦτο λέγει, καὶ γίνεσθαί τινα οὕτω ὑπ' ἐκείνοις κοιλότητα. Ὅτι δοκεῖ μὲν ἀδιάφορα εἶναι ὁ πόσις τε καὶ ὁ ἀνὴρ, Σοφοκλῆς δὲ ἐν Τραχινίαις ὑπεμφαίνει διαφοράν τινα τῶν λέξεων τούτων ἔνθα δέδοικεν ἡ ὑπέρακμος Δηϊάνειρα, μή ποτε ὁ Ἡρακλῆς αὐτῆς μὲν εἴη πόσις, τῆς δὲ νεωτέρας Ἰώλης ἀνήρ. παρωνόμασται δὲ ἀπὸ τῆς πόσεως ὁ πόσις ὡς δοκεῖ τοῖς παλαιοῖς, διὰ τὴν σπερματικὴν ὑγρότητα. ὡς καὶ ὁ ἄρσην, ἀπὸ τοῦ ἄρδειν. καὶ ὁ υἱὸς ἀπὸ τοῦ ὕειν. διὸ καὶ τὸ ὀπυίειν, ἐντεῦθεν αὐτοῖς ἐδόκει παράγεσθαι. οἱονεὶ τὸ διὰ τῆς ὀπῆς ὕειν ὅθεν ὁ υἱός. (Vers. 16.) Ὅτι τὸ περιπλομένων ἐνιαυτῶν ἐκ τοῦ περιπελομένων γίνεται ὅ ἐστι γενομένων ἢ περιπολούντων, κατὰ συγκοπήν. Ὅτι δὲ τὸ πέλεσθαι καὶ ἐπὶ τοιούτου λέγεται, δηλοῖ τὸ, ἤματα μακρὰ πέλονται. Ἐνιαυτὸς δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ὁ μακρὸς χρόνος καὶ διατριβὴν ἔχων πολλὴν, παρὰ τὸ ἰαύω τὸ διατρίβω. διὸ καὶ ὁ κωμικὸς ἐπιθετικῶς