Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.104.1
Not analysed yet
Εὔμαιος δὲ ταῦτα πρὸς τὸν δεσπότην ξένον λαλεῖ. ἔνθα φαίνεται, ὡς καὶ ἀλλαχοῦ, ὁ τῆς ἐπανόδου καιρὸς τῷ Ὀδυσσεῖ οὔτε ἐαρινὸς εἶναι οὔτε θερινὸς, ἀλλ' ὅτε νύκτες ἀθέσφατοι. (Vers. 391.) Τὸ δὲ σιγῇ, ἐκτείνει μὲν τὴν ἄρχουσαν, ὠνοματοπεποίηται δὲ ἐκ τοῦ σίζω, οὗ μέσος παρακείμενος σέσιγα, ἐξ οὗ ἡ σιγή. ὡς τῶν ἐγκελευομένων σιγᾶν τῷ σιγμῷ ἔστιν ὅτε χρωμένων. Τὸ δὲ, πῖνέ τε οἶνον, ἐκ μέρους καὶ τὸ ἔσθιε συμπαραδηλοῖ. μετ' ὀλίγα οὖν φησί· πίνοντέ τε δαινυμένω τε. (Vers. 393.) Τὸ δὲ μὴ χρῆναι πρὸ ὥρας κοιμᾶσθαι γνωμικῶς κεῖται, καὶ μάλιστα τὸ, ἀνία καὶ πολὺς ὕπνος, ἀφοριστικῶς λεχθὲν κατὰ συντομίαν ἀποφθεγματικήν. (Vers. 394.) Δῆλον δὲ, ὡς οὐ μόνον ἄλλως ἀνία ὁ μακρὸς ὕπνος, ἀλλὰ καὶ ἡμισεύει τὸ ζῆν ἡμῖν. διὸ καὶ θανάτῳ ἄγχιστα ἔοικε. (Vers. 395.) Τὸ δὲ ὅ τινα, ποιητικὸν δύσχρηστον κατὰ τὸ, ὅ τινας. Σημείωσαι δὲ ὅτι, ὥς περ νῦν ἀνία ὁ μακρὸς λέγεται ὕπνος, οὕτως ἑτέρωθι ἀνίη καὶ τὸ φυλάσσειν παννύχιον ἐγρήσοντα. (Vers. 396.) Ὅτι ἀγροτικὸν τὸ, ἅμα ἠοῖ φαινομένῃφι δειπνήσας, ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. Ἔνθα ὅρα τὸ ἅμα ἐν ταυτῷ καὶ χρονικῶς κείμενον καὶ κατὰ τοπικὴν διατριβήν. Ἀνακτορίας δὲ ὕας Ἀρίσταρχος μὲν τὰς δεσποτικάς φησιν, Ἀριστοφάνης δὲ, ὧν ἕκαστος βόσκων, ἀνάσσει, ὅ ἐστιν ἄρχει. ἀπὸ τοιούτου δὲ ἀνάσσειν γίνεται καὶ χειρώναξ ὁ τῆς χειρὸς ἢ τῶν ἐν χερσὶν ἀνάσσων. (Vers. 398.) Ὅτι τοῖς παρὰ πότον ἀφηγουμένοις, ἃ ἔπαθον, ἐπιπρέπει τὸ, ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω, ἤγουν μιμνησκόμενοι. (Vers. 400.) εἶτα, ἐπεί περ οὐ πιθανὸν τὸ ἐπὶ τοιούτοις τέρπεσθαί τινα, ἐπάγει κατασκευὴν τοῦ λόγου ταύτην· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ. γνωμικὴ δὲ καὶ αὕτη ἔννοια, δηλοῦσα, ἡδονήν τινα εἶναι καὶ τὸ διηγεῖσθαι, ἃ πάθοι τις ἀλγεινά. αἴτιον δὲ τοῦ τερπεσθαί τινα οὕτως, οἷς ἔπαθεν, ὁ ἔπαινος ὃν οἶδεν ἔχειν ἐντεῦθεν ἐπί τε πολυπειρίᾳ καὶ φερεπονίᾳ καὶ εὐτυχίᾳ ἤτοι θείᾳ προμηθείᾳ. τούτων γὰρ πάντων ἐπήβολος ὁ πολλὰ μὲν παθὼν, περισωθεὶς δέ. (Vers. 403.) Ὅτι δυνάμενος ὁ ποιητὴς μετὰ τὸν ἐκ Πύλου ἀνάπλουν τοῦ Τηλεμάχου εὐθὺς ἐπαγαγεῖν ὡς ἡμέρας ἐλθούσης ἐπὶ χέρσου οἱ Τηλεμάχου ἕταροι λύον ἱστία καὶ τὰ ἑξῆς, ὅμως οὐκ ἠθέλησεν οὕτω ποιῆσαι, ἀλλὰ τὸν Τηλέμαχον πλέειν ἀφεὶς ἀπησχόλησεν ἑαυτὸν τοῖς περὶ Ὀδυσσέα, καὶ εἰπὼν μέχρι νῦν, ὅσα δὴ καὶ εἶπε· πορίζεται καὶ ἀπὸ τοῦ Εὐμαίου πλατυσμὸν διηγήσεως, ἀποσεμνύνων αὐτὸν ὡς εὔνουν τῷ δεσπότῃ καὶ ποιῶν μνήμης ἄξιον δι' ἱστορίας. καὶ τοίνυν ὁ δοῦλος διηγούμενος τὰ καθ' ἑαυτὸν τῷ δεσπότῃ, ὡς ἐκεῖνος ἠρώτησεν, οὐκ ἀγεννέστερον ἴσως τοῦ δεσπότου ψευδολογήσει πρὸς πιθανότητα. φησὶ γοῦν· νῆσός τις, Συρίη κικλήσκεται, εἴ που ἀκούεις, Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο. οὔτι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μὲν, εὔβοτος, εὔμηλος, οἰνοπληθὴς, πολύπυρος. πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν. ἀλλ' ὅτε γηράσκωσι πόλιν κατὰ φῦλ' ἀνθρώπων, ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν, αἴφνης δηλαδὴ θνήσκοντας νόσου τε δίχα καὶ οὐδὲ πρὸ ὥρας, ἀλλ' ἐν γήρᾳ λιπαρῷ, εἴ γε μηδὲ πεῖναν οἴδασι. τοιαύτην δέ τινα εὐδαιμονίαν καὶ τοῖς ἐπὶ Κρόνου ζῶσιν Ἡσίοδος ἐπιμαρτύρεται, οὓς εἰπὼν ζῆν ἄτερ πόνων καὶ παντὸς κακοῦ, μηδὲ νοσεῖν λέγει, ἀλλ' εἰς βαθὺ γῆρας ἐλάσαντας θνήσκειν ἅ τε ὕπνῳ δεδμημένους. καὶ οὕτως ἐπαινέσας Εὔμαιος τὴν πατρίδα εἴτε πρὸς ἱστορίαν εἴτε ἴσως καὶ πρὸς πλάσμα, ὡς δέον ὂν τοιαύτην εἶναι τὴν ἀγαθὴν νῆσον, φησὶν ἐφεξῆς καὶ ὅτι (Vers. 412.) δύο πόλεις ἐκεῖ, αἷς δίχα πάντα δέδασται, αἷς ἀμφοτέραις πατὴρ ἐμὸς ἐμβασίλευε Κτήσιος Ὁρμενίδης ἐπιείκελος ἀθανάτοισι. (Vers. 415.) λέγει δὲ καὶ ὅτι Φοίνικες ἐκεῖ ἐλθόντες ἠπερόπευον τὴν τούτου μητέρα. Φοίνισσα δὲ ἦν ἐκείνη, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ' εἰδυῖα. ἡ δὲ μετὰ πολλὰ τὰ ἐν μέσῳ, ὧν μνεία τις ἔσται εἰς ὅσον χρὴ ἐν τοῖς ἑξῆς, χειρὸς τοῦτον ἑλοῦσα συναπέπλευσε λάθρα τοῖς Φοίνιξιν ὡς οἴκαδε ἀπελευσομένη. (Vers. 478.) καὶ αὐτὴ μὲν ὑπὸ Ἀρτέμιδος βληθεῖσα, τουτέστιν αἰφνιδίῳ θανάτῳ περιτυχοῦσα, (Vers. 479.) ἄντλῳ ἐδούπησε πεσοῦσα ὡς εἰναλίη κὴξ, ὄρνεον δηλαδή τι θαλάσσιον χελιδόνι παραπλήσιον κατὰ τοὺς παλαιοὺς, ἢ λάρος, ἢ αἴθυια, ἧς ἡ γενικὴ δοκεῖ εἶναι κηκός. ὅθεν ἴσως τὸ κηκάζειν ἐπὶ βλασφημίας πρὸς ὁμοιότητα τοῦ κακάζειν, ὃ καὶ αὐτὸ φωνὴ ὄρνιθός ἐστι. καὶ τοιοῦτον μὲν τοῦτο. τὰ δὲ ἐφεξῆς τῆς ποιήσεως ταῦτα· (Vers. 480.) καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι ἔκβαλον, ἤγουν ἐξέῤῥιψαν. ἐμὲ δὲ οἱ Φοίνικες εἰς Ἰθάκην ἤγαγον, ἔνθα με Λαέρτης πρίατο. (Vers. 484.) καὶ συμ-