Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.105.1
Not analysed yet
περαίνων τὸ διήγημα φησίν· οὕτω τήνδε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν. (Vers. 415.) ἐν μέσῳ δὲ τοῦ διηγήματος τούτου κεῖνται σποράδην καὶ ταῦτα. οἱ Φοίνικες ναυσικλυτοὶ λέγονται ἄνδρες. τοιοῦτοι γὰρ ναυτικώτατοι ὄντες, ὡς αἱ ἱστορίαι οἴδασι. (Vers. 416.) καὶ τρῶκται, ἤγουν κερδαλέοι, ὡς καὶ προεγράφη. καὶ μυρία ἄγοντες ὡς εἰκὸς ἀθύρματα, τουτέστι κόσμια, φύσει μὲν ἀθύρματα ὄντα, ταῖς μέντοι γυναιξὶ σπουδαῖα, ὁποῖος καὶ ὁ ῥηθησόμενος χρύσεος ὅρμος. (Vers. 419.) Ἔτι δὲ καὶ πολυπαίπαλοι οἱ αὐτοὶ, τουτέστι στεγανοὶ, καὶ οὐχ' ὑγροὶ καὶ διὰ τρυφὴν κατασεσαρκωμένοι, ἀλλὰ διὰ συχνὴν ἐν θαλάσσῃ γυμνασίαν ὑπόξηροι, καὶ αὐτάρκως ἔχοντες τοῦ κατὰ φύσιν ὑγροῦ, ἢ μᾶλλον πολυπαίπαλοι οἱ μοχθηροὶ καὶ κακοήθεις. τὴν γὰρ παιπάλην καὶ ὁ κωμικὸς ἐπὶ πονηρίας τίθησι. καὶ τὸ παιπάλημα δὲ τοιοῦτόν τι δηλοῖ. οἱ δ' αὐτοὶ καὶ ἠπεροπευταὶ κατὰ τὸ, τήνδ' ἄρα Φοίνικες ἠπερόπευον. ἐξ ἀποτελέσματος δὲ καὶ ἀνδραποδισταὶ, οἳ τήν τε μητέρα τοῦ Εὐμαίου καὶ αὐτὸν ἐπὶ κακῷ ἀπήγαγον. (Vers. 459.) λέγοιντο δ' ἂν καὶ πολυΐδριες κατὰ τὸ, ἤλυθ' ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων. ἀλλὰ τοῦτο μὲν ἄλλως πραγματικῶς πολυΐδριας εἶναι δηλοῖ τοὺς Φοίνικας. ἡ δὲ ἱστορία εἰποῦσα ὅ τι Φερεκύδης ὁ τοῖς ἑπτὰ συγχρονίσας σοφοῖς, ὁ καθὰ μετ' ὀλίγα ῥηθήσεται Σύριος, ἐδίδαξε Πυθαγόραν. αὐτὸς δὲ οὐκ ἔσχηκε καθηγητὴν κτησάμενος τὰ τῶν Φοινίκων ἀπόκρυφα βιβλία καὶ ἄλλως τὸ πολύϊδρι κατὰ σοφίαν αὐτοῖς ἐπιμαρτύρεται. (Vers. 420.) Λέγει δ' ἐνταῦθα περὶ τῆς μητρὸς Εὔμαιος καὶ ὅτι πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει θηλυτέρῃσι γυναιξὶ καὶ εἴ κ' εὐεργὸς ἔῃσιν. Καὶ ὅρα τὸ, πλυνούσῃ· ἔθος γὰρ ἦν καὶ ταῖς ἐνδόξοις τὸ τοιοῦτον ἔργον, ὡς ἡ Ναυσικάα ἐδήλωσεν. ἴσως δὲ καὶ δουλικῶς ἐκείνη τοῦτο ποιεῖ ἐκ Φοινίκης κτηθεῖσα δούλη καὶ ἐχομένη τῷ τοῦ Εὐμαίου πατρὶ, ὥς που καὶ ὁ Λαέρτης εἶχεν ἂν τὴν Εὐρύκλειαν, εἰ μὴ χόλον ἀλέεινε γυναικός. καὶ οὕτως ἐξισάζεταί πως ὁ Εὔμαιος τῷ ψευδοξένῳ Ὀδυσσεῖ. αὐτόν τε γὰρ πατρόθεν εὐγενῆ ὄντα Κρήτηθεν κατὰ τὸ αὐτοῦ πλάσμα ὠνητὴ ἔτεκε μήτηρ. καὶ ὁ Εὔμαιος δὲ φαίνεται ἀπὸ βασιλέως γεγονὼς Φοίνισσαν δμωΐδα μητέρα σχεῖν. (Vers. 421.) Τὸ δὲ μίγη εὐνῇ καὶ φιλότητι, πρὸς διαστολὴν ἑτέρων κεῖται μίξεων. Τὸ δὲ ἃ φρένας ἠπεροπεύει γυναιξὶν, ὅμοιόν ἐστι τῷ, τὴν γυναῖκα ἐκείνου βούλεσθαι οἶκον ὀφέλλειν ὅς κεν ὀπύει. ὃ καὶ ἐνταῦθα ποιοῦσα ἡ Φοίνισσα τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν, ὀφέλλουσα τὸν φόρτον τοῖς Φοίνιξι. (Vers. 425.) λέγει δ' ἐν τούτοις καὶ πολύχαλκον τὴν Σιδῶνα, ἐξ ἧς εἶναι τὴν ῥηθεῖσαν Φοίνισσαν, κούρην Ἀρύβαντος ῥυδὸν ἀφνειοῖο, ἣν ἀνήρπαξαν ἐκεῖθεν Τάφιοι ληΐστορες ἄνδρες ἀγρόθεν ἐρχομένην. πέρασαν δὲ εἰς Ἰθάκην πρὸς δώματα Λαέρτου. (Vers. 429.) ὁ δ' ἄξιον ὦνον ἔδωκεν. ὃ καὶ πρὸ ὀλίγων κεῖται ἐν τῇ τοῦ Ὀδυσσέως ἐρωτήσει. καὶ τοιαῦτα μὲν ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα. (Vers. 403.) Ἡ δὲ ῥηθεῖσα Συρία μία, φασὶ, τῶν Κυκλάδων, καλουμένη καὶ Σῦρος ἐν ἐκτάσει τῆς παραληγούσης. φησὶ γοῦν ὁ γεωγράφος, ὅτι ἡ Σῦρος μηκύνει τὴν πρώτην συλλαβὴν, ἣν Συρίαν λέγει ὁ ποιητὴς, ἐξ ἧς Φερεκύδης ὁ Βαβυλώνιος, ὥστε καθὰ Ψῦρος Ψυρία νῆσος πρὸ τῆς Χίου, οὕτω καὶ Σῦρος Συρία. Τὸ δὲ εἴ που ἀκούεις, ἐμφαίνει μὴ περιώνυμον εἶναι τὴν ῥηθεῖσαν νῆσον. διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ συστατικοῦ ἐπαίνου εἰς αὐτήν. (Vers. 404.) Ὀρτυγία δὲ ὅτι ἡ Δῆλος καὶ διατί οὕτω καλεῖται, δηλοῖ καὶ τὰ τοῦ Λυκόφρονος. Τὸ δὲ ὅθι τροπαὶ ἠελίοιο, ἀντὶ τοῦ κειμένη πρὸς τροπὰς ἡλίου, ἤτοι πρὸς τὰ δυτικὰ μέρη τῆς Ὀρτυγίας. Ὅτι δὲ τὸ τρέπεσθαι καὶ ἐπὶ τοῦ δύνειν κεῖται, δηλοῖ ἐπὶ ἡλίου λεχθὲν τὸ, ἀπουρανόθεν προτράπηται. ἕτεροι δέ φασιν σπήλαιον εἶναι ἐκεῖ, δι' οὗ τὰς τοῦ ἡλίου, ὡς εἰκὸς, ἐσημειοῦντο τροπὰς, ὃ καὶ ἡλίου διατοῦτο σπήλαιον ἔλεγον, καὶ τοῦτο δηλοῦσθαι ἐν τῷ, ὅθι τροπαὶ ἠελίοιο. (Vers. 405.) Τὸ δὲ περιπληθὴς, δηλοῖ μὲν τὸ πολυάνθρωπος, παρισοῦται δὲ κατὰ κάλλος πρὸς τὸ οἰνοπληθής. (Vers. 406.) Τὸ δὲ εὔβοτος καὶ ἑξῆς, πάνυ ἐπαινεῖται τῆς γοργότητος, ἅπασαν ἀρετὴν χώρας περιέχον ἐν στίχῳ ἑνί. Ἔνθα ὅρα καὶ τὸ εὔμηλος, ἐπίθετον χώρας, ᾧ περ ὁμώνυμον τὸ κύριον, ὁ τοῦ Ἀδμήτου δηλαδὴ παῖς Εὔμηλος. δῆλον δὲ ὅτι γενικὸν μὲν ἐνταῦθα τὸ εὔβοτος, εἰδικὸν δὲ τὸ εὔμηλος. (Vers. 407.) Τὴν δὲ πεῖναν συνέζευξεν ἢ καὶ συνεξωμοίωσε τῇ νήσῳ, ἐπεὶ τῷ λιμῷ πολλάκις φθορὰ παρακολουθεῖ, ὡς καὶ Ἡσίοδος, λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοί. (Vers. 408.) Δειλοὺς δὲ βροτοὺς τοὺς τὴν νόσον πάσχοντας λέγει, ὡς δειλαίους. (Vers. 415.) Οἱ δὲ προδηλωθέντες τῶν Φοινίκων ψόγοι εὖ πίπτουσιν Εὐμαίῳ ἀπεχθῶς αὐτοῖς ἔχοντι διὰ τὸν ἐκ τῆς πατρίδος ἀνδραποδισμὸν, ὃ καὶ Ὀδυσσεὺς