Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.106.1
Not analysed yet
εἰδὼς κατελάλησέ τινος Φοίνικος ἐπὶ θεραπείᾳ τοῦ Εὐμαίου. (Vers. 418.) Τὸ δὲ καλή τε μεγάλη τε καὶ ἑξῆς, γυναικὸς ἔπαινος. (Vers. 425.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τούτοις εὕρηται ἡ Σιδὼν φυλάττουσα τὸ ω ἐν τῇ γενικῇ, οἷον, ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι· καί τοι τὸ τοπικὸν αὐτῆς πανταχοῦ κατὰ συστολὴν ὁ ποιητὴς προάγει, τὸ Σιδόνιος, τὸ Σιδονίη, καὶ τὰ τοιαῦτα. Πολύχαλκος δὲ Σιδὼν ἢ διὰ τὸ ὀχυρὸν, ἵνα δηλοῖ ἡ λέξις τὴν στεῤῥὰν, ἢ ἡ πλουσία διὰ τὴν ἐν αὐτῇ πορφύραν. χαλκὸς γάρ, φασι, περὶ αὐτὴν οὐ γίνεται. καὶ ἄλλοι δὲ τόποι τῆς Φοινίκης πορφυροφόροι εἰσίν. ἐπαινεῖται γοῦν καὶ ἡ Τυρία πορφύρα. Τὸ δὲ Ἀρύβαντος καὶ τὸ ῥυδὸν, ἐοίκασί πως παρηχεῖν. ἔστι δὲ ῥυδὸν ἀφνειὸς ὁ χύδην πλουτῶν καὶ ἐπίῤῥοιαν ἔχων, φασὶ, πλούτου. (Vers. 427.) Τοὺς δὲ Ταφίους κἀνταῦθα λῃστὰς οἶδεν ὁ ποιητής. ἐφ' ὧν καλῶς τὸ ἀναρπάζειν, ὡς ἐπὶ θηρίων. λέγει δ' ἐν τούτοις καὶ (Vers. 436.) πιστωθῆναι ὅρκῳ τὸ πίστιν δοῦναι δι' ὅρκου, εἰπών· εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτε ὅρκῳ πιστωθῆναι, ἀπήμονα οἴκαδε ἀπάξειν. (Vers. 435.) ἔστι δὲ καὶ νῦν τὸ εἴη οὐ κυρίως εὐκτικὸν ἀλλ' ἰσοδύναμον τῷ ἔσται, οὗ διαφορὰ κατὰ τοὺς παλαιοὺς πρὸς τὸ γενήσεται, ὅτι ἔσται μὲν τὰ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως ἑξόμενα, οἷον, ὁ νέος ἔσται πρεσβύτης, τῷ ἀτέκνῳ γενήσονται παῖδες. περὶ δὲ τοῦ εἴην εἴης εἴη γράψας ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης ὡς οὐ γίνεται ἀπὸ τοῦ ὦ τὸ ὑπάρχω, ἦν γὰρ ἄν, φησιν, οἴην οἴης οἴη κατὰ τὸ φρονοίην φρονοίης φρονοίη, φιλοίην φιλοίης φιλοίη, καὶ τὰ τοιαῦτα, εἶτα ὑποκαταβὰς μετὰ τὸ εἰπεῖν, ὡς ἡμάρτηται, γράφει οὕτω· λέγουσιν οἱ Αἰολεῖς ἐκ τοῦ φιλῶ μετοχὴν φίλεις, καὶ τοῦ φρονῶ φρόνεις, καὶ εὐκτικὰ τούτων, φιλείη καὶ φρονείη. οὕτω φαμὲν καὶ τὸ εἰδείη ἀπὸ τῆς εἴδεις πεποιῆσθαι Αἰολικῆς μετοχῆς, ἧς δηλαδὴ τὸ θέμα εἰδῶ. μήποτε οὖν καὶ τὸ εἴη ῥῆμα Αἰολικόν ἐστιν ἀπὸ τῆς εἲς μετοχῆς, ἧς κλίσις παρὰ τοῖς ποιηταῖς εἰπὼν φυλάττεσθαι παράγει χρῆσιν ἐξ Ἀλκμᾶνος τὸ, ἔστι παρέντων μνᾶστιν ἐπιθέσθαι, οὐ κατὰ ἔξαρσιν, φησὶ, τοῦ ο ἀπὸ τοῦ παρεόντων, ἀλλ' ἐκ τοῦ, εἲς ἔντος Αἰολικοῦ. καὶ οὕτω μὲν αὐτός. οἱ δὲ νεώτεροι οὔτε Αἰολικὸν οἴδασι τὸ εἴη, καὶ ἀπεριέργως αὐτὸ κανονίζουσιν ἐκ τοῦ εἰμί. κεῖται δ' ἐνταῦθα καὶ σχῆμα ἐλλειπτικὸν τὸ, σιγὴ νῦν, λείπει γὰρ τὸ ἔστω. εἰ δὲ καὶ περισπᾶται τὸ σιγῇ, λέγοι ἂν, ὅτι σιγῇ νῦν ἔχετε, ἢ μένετε, ἤ τι τοιοῦτον· ἑρμηνεύων δὲ ἐπάγει· μή τίς με προσαυδάτω ἐπέεσσι. Καιρία δὲ αὕτη ἔλλειψις, τεθεῖσα προσφυῶς ἐπὶ σιωπῇ καὶ λόγου ἐλλείψει. ἔστι δέ που καὶ ἐν τοῖς ἑξῆς καιρία ὁμοίως ἔλλειψις ἐπὶ σιγῇ λόγου τὸ, οὔ πω πᾶν εἴρητο· λείπει γὰρ ἐκεῖ τὸ, ἔπος ἢ ῥῆμα. (Vers. 449.) κεῖται δ' ἐν τούτοις καὶ ἐπίβαθρον τὸ ναῦλον, ἤτοι μισθὸς ἐπιβάσεως νηός. (Vers. 463.) Καὶ τὸ, κατένευσε σιωπῇ, ἀντὶ τοῦ, σημεῖον ἐλεύσεως δέδωκε τῇ κατανεύσει τῆς κεφαλῆς. τοῦτο δὲ καὶ διανεύειν λέγεται καὶ μάλιστα δι' ὀφθαλμῶν. (Vers. 468.) λέγει δὲ καὶ δήμου φῆμιν διὰ τοῦ ἰῶτα τὴν δημοτικὴν συνέλευσιν ἐπὶ δημηγορίᾳ. καὶ ἔστι τῆς αἰτιατικῆς ταύτης εὐθεῖα ἡ φῆμις ἡ καὶ ἀλλαχοῦ ῥηθεῖσα. χρῆσις δὲ τοιαύτης αἰτιατικῆς καὶ ἐν τῷ, εὐνὴν αἰδομένη πόσιος δήμοιό τε φῆμιν. (Vers. 469.) συντάσσει δὲ καὶ τὴν ὑπο πρόθεσιν δοτικῇ Ἀττικῶς ἐν τῷ, κατακρύψασα ὑπὸ κόλπῳ. (Vers. 479.) Περὶ δὲ ἄντλου, ἱκανῶς προδεδήλωται. (Vers. 480.) Τὸ δὲ φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι, ἁπλοϊκῶς καὶ ἀφελῶς κεῖται. οὐ γὰρ ταῦτα μόνα τῶν ἐν θαλάσσῃ σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ λοιπὰ κήτη. ἐκ μέρους δὲ ὅμως καὶ ἐκεῖνα δηλοῦται. (Vers. 432.) ἔτι ἐν τῷ ῥηθέντι διηγήματι κεῖται καὶ τὸ, ὄφρα ἴδῃς πατρὸς καὶ μητρὸς δῶ αὐτούς τε. ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται· ὅ περ εἴποι ἄν τις πρὸς ἀπόδημον, ἀγγέλλων αὐτῷ τὰ οἴκοι. (Vers. 434.) ἔτι κεῖνται ἐν τούτοις ἐκ παραλλήλου ὅμοια τὸ, μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ, καὶ τὸ, μή τις ποτὶ δῶμα ἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσαιτ' ὄλεθρον. ὅ περ κλεπτικὸν ἂν εἴποι πρόσωπον ἀσφαλιζόμενον τοὺς συγκλέπτοντας. (Vers. 469.) ὁμοίου δὲ ἤθους καὶ τὸ, τρία ἄλεισα κατακρύψασα ὑπὸ κόλπῳ ἔκφερεν. ἔνθα τὸ μὲν ὑπὸ κόλπῳ Ἀττικῶς συντέτακται, ὡς εἴρηται, ὁμοίως τῷ, ὑπὸ διδασκάλῳ εἶναι, καὶ ὑπὸ στρατηγῷ τάττεσθαι, καὶ τοῖς ὁμοίοις. (Vers. 470.) Τὸ δὲ ἔκφερεν ἀντὶ τοῦ ἐξεφόρησε. καὶ παρασημαντέον εὐχρήστως ἐνταῦθα, ὅτι τὸ φέρω καὶ τὰ ἐξ αὐτοῦ χύμα πολὺ προΐενται λέξεων ῥητορικῶν, κολλώμενα ταῖς ὅλαις προθέσεσιν. ἐξ ἐκείνων γὰρ σὺν ἑτέροις πολλοῖς πρόεισιν ὁ ἐμφερὴς, ἤγουν ὅμοιος, καὶ τὰ ἐξ αὐτοῦ, καὶ τὸ εἰσφέρειν, ὃ κοινότερον εἰσοδιάζειν λέγεται, καὶ ἡ εἰσφορὰ, καὶ ἡ δημοσία συνεισφορὰ, καὶ τὸ ὡς ἐῤῥέθη ἐκφέρειν, ὃ καὶ ἐπὶ τοῦ θάπτειν ἔστιν ὅτε λέγεται. ὅθεν καὶ ἐκφορὰ ἡ ταφή. ἐκφέρει