Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.113.1
Not analysed yet
ὁ τοιοῦτος ἐστὶ, καλὸν εἰπεῖν καὶ τὸ, οὐ μὲν γάρ τι θαμὰ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, ἀλλ' ἐπιδημεύεις. ὣς γὰρ δή σοι εὔαδε θυμῷ. (Vers. 28.) Ἔστι δὲ ἐπιδημεύειν τὸ ἐν πόλει διατρίβειν καὶ ὡς εἰπεῖν ἐπὶ τοῦ δήμου· ὅθεν καὶ ἐπίδημος εἴη ἂν ὁ τοιοῦτος, ἀπεναντίας τῷ ἀποδήμῳ καὶ τῷ ἀποδημοῦντι. γίνεται δὲ ἐκ τοῦ ἐπιδημέω πλεονασμῷ τοῦ υ ὁμοίως τῷ, χέω χεύω, δισκέω δισκεύω. Τὸ δὲ εὔαδε δηλοῖ μὲν τὸ ἤρεσκε, γίνεται δὲ παρὰ τὸ ἥδω, ἧδε, καὶ ἐν διαλύσει, ἕαδε, καὶ Αἰολικῶς, εὔαδε· διὸ καὶ ψιλοῦται. (Vers. 26.) Εὐμαίου δὲ οἱ προσεχῶς ῥηθέντες λόγοι, ὃς ἐθέλων συνεχῶς τὸν Τηλέμαχον βλέπειν ὀνειδίζει ἐφ' οἷς ἐπιδημεύων εὐαρεστεῖται ἀνδρῶν μνηστήρων προσορᾶν ἀΐδηλον ὅμιλον. Περὶ δὲ τοῦ ἀΐδηλον καὶ ἀείδελον ἀρκούντως γέγραπται ἀλλαχοῦ. Σημείωσαι δ' ἐν τούτοις τὴν φιλοστοργίαν Εὐμαίου, εἴ γε τὸν συχνὰ ἐρχόμενον σπάνιον αὐτῷ θέαν εἶναι φησὶν, οἷα ἐπιθυμῶν ἀεὶ βλέπειν αὐτόν. ὅτι δὲ ἐθάμιζε Τηλέμαχος εἰς τὸν ἀγρὸν, δηλοῦσιν οἵ τε κύνες ὡς συνήθη τοῦτον σαίνοντες καὶ οἱ μνηστῆρες οἰηθέντες μὴ πλεῦσαι αὐτὸν, ἀλλ' ἐν ἀγροῖς εἶναι ὡς πολλάκις τοῦτο ποιοῦντα. (Vers. 31.) Ὅτι πράγματος μέλλοντος ὑπόσχεσιν καὶ φιλόφρονα δὲ ἔλευσιν φράζει τὸ, ἔσσεται οὕτως ἄττα, σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω, ὄφρα σέ τε ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς Εὔμαιον, ὃς καὶ εὐθὺς ἐρωτᾷ εἴ περ αὐτῷ ἔτι ἐν μεγάροις μήτηρ μένει, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα. ἐχρῆν δὲ τὸν Τηλέμαχον οὕτω πρὸ πάντων ἐρωτῆσαι, τὸ μὲν φύσει, τὸ δὲ καὶ πρὸς οἰκονομίαν Ὁμηρικὴν, ὡς ἂν εὐμεθόδως ἀκούων μανθάνοι τὰ κατὰ τὸν οἶκον ὁ Ὀδυσσεύς. Ὅρα δὲ τὸ ἄττα πολλαχοῦ κείμενον ἐνταῦθα, ὅ πέρ ἐστι προσφώνησις ἀδελφοῦ νέου πρὸς πρεσβύτερον. καὶ ἔστιν ἡ λέξις ἀπαράγωγος, ἀκίνητος καὶ τὸ ὅλον εἰπεῖν πρωτόθετος. οὐ γάρ ἐστιν ἀρχήν τινα τοῦ ἄττα εὑρεῖν καὶ οὐδὲ ἑρμηνείαν ἔχει· διὸ καὶ ἀμετάληπτος ἤγουν ἀνερμήνευτος ὑπὸ τῶν παλαιῶν λέγεται. πολλὴ δὲ οἰκείωσις ἀδελφὸν προσφωνεῖσθαι ὑπὸ Τηλεμάχου τὸν Εὔμαιον, καθὰ καὶ τὸ ἠθεῖον πρὸ τούτων ὀνομασθῆναι τὸν δεσπότην Ὀδυσσέα ὑπὸ δούλου τοῦ Εὐμαίου, πλὴν ἐκεῖνο μὲν οὐ κατ' ὄψιν δῆθεν παρόντι τῷ Ὀδυσσεῖ προσεφωνήθη. Τηλέμαχος δὲ ὀφθαλμοῖς βλέπων τὸν Εὔμαιον ἀδελφικῶς προσφωνεῖ. Σημείωσαι δὲ καὶ ὅτι Εὔμαιος μὲν, ὡς προείρηται, φίλον τέκος αὐτὸν ἐκάλεσεν· αὐτὸς δὲ ἀπαξιῶν ἴσως τὴν τοιαύτην προσφώνησιν ὡς ἀδελφῷ αὐτῷ πρεσβυτέρῳ προσφέρεται· οὐ γὰρ ἂν φίλον πατέρα καλέσῃ τὸν δοῦλον αὐτὸς, ἀπαξιοῦντος Ὁμήρου τοῦτο διὰ τὸ καὶ τὸν πατέρα Ὀδυσσέα παρεῖναι. (Vers. 32.) Ὅρα δὲ τὸ, ὀφθαλμοῖσιν ἰδὼν, ἄλλως γὰρ ἀφ' ἱκανοῦ τῇ φαντασίᾳ ἔβλεπεν αὐτὸν, ἐξότου Ἀθηνᾶ παρῄνεσεν αὐτῷ πρώτιστα συβώτῃ ἐσαφικέσθαι. (Vers. 35.) Τὸ δὲ Ὀδυσσέως εὐνὴ χήτει ἐνευναίων κακὰ ἔχει ἀράχνια, συμβολικῶς ἐῤῥέθη, ἀντὶ τοῦ, στερουμένη τῶν ἐγκοιμωμένων γέμει ἀραχνίων, ἤγουν ἠμέληται διὰ τὸ μὴ εἶναι τὸν Ὀδυσσέα· εἰώθασι γὰρ οἱ ἀράχναι ἱστουργεῖν ἐν τόποις ἀμελουμένοις. διὸ καὶ παρὰ Ἡσιόδῳ τὸ, ἐκ δ' ἀγγέων ἐλάσειας ἀράχνια, ἀντὶ τοῦ ἐπιμέλειαν θήσεις τῶν ἀγγείων, ὡς ἐπιλιπεῖν τὰ ἀράχνια οἷα καρποῦ εἰσενεχθέντος. οὕτω δὲ καί τις ἕτερος ποιητὴς μισοπόλεμος ἐθέλων εἰρήνην εὔξασθαι ἀράχνας ἐπεύχεται νήματα ὑφάναι τοῖς ὅπλοις, ἐπειδὴ ἐν εἰρήνης καιρῷ ἀμελουμένων τῶν ὅπλων ποιοῦσιν οὕτως οἱ ἀράχναι, ὑφαίνοντες ἐν αὐτοῖς ἱστούς. παροιμιῶδες οὖν τὸ κακὰ ἀράχνια ἔχειν κείμενον ἐπὶ τῶν πάντῃ ἀμελουμένων σκευῶν, εἴτε ὅπλον εἴη ἐκεῖνο εἴτε ἄγγος εἴτε εὐνή. Τὸ δὲ χήτει φασὶν οἱ παλαιοὶ εὐθεῖαν ἔχειν τὸ χῆτος, οἳ καὶ ἐνευναίῳ γράφουσι κατὰ δοτικὴν πτῶσιν, χήτει ἐνευναίῳ, ἵνα εἴη τὸ ἐνεύναιον χῆτος· τὸ μέντοι συνηθέστερον κατὰ γενικὴν πληθυντικὴν γράφεται ἐνευναίων, ἵνα λέγῃ πάλιν ἐν χήτει τῶν ἐγκοιμήτρων. ἐνεύναια γὰρ, ὡς καὶ πρὸ ὀλίγων, τὰ ἐγκοίτια. δῆλον δὲ καὶ ὡς κοινότερον θηλυκοῦ γένους τὸ χήτει ὁμοίως τῇ σπάνει καὶ τοῖς τοιούτοις. Τηρητέον δ' ἐνταῦθα ὡς εἰ καὶ παραδέδοται λέχος μὲν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπ' αὐτὴν στρωμνὴ κατὰ τὸ, ἐμβάλετ' εὐνῇ δέμνια καὶ χλαῖναν, ἅ περ ἐξηγεῖται τὴν εὐνὴν, ἀλλὰ τὸ ἐνεύναιον ἀμφότερα δηλοῖ, τήν τε εἰρημένην δηλαδὴ εὐνὴν καὶ τὸ ὑποκείμενον λέχος. (Vers. 37.) Ὅτι φιλάνδρου γυναικὸς δεῖγμα τὸ, καὶ λίην κείνη γε μένει τετληότι θυμῷ ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. (Vers. 42.) Τιμῆς δὲ ἔνδειξις τὸ, τῷ δ' ἕδρης ἐπιόντι ὑπόειξεν ὁ δεῖνα, ἤγουν ἐξεχώρησε τῆς ἕδρας ἀναστὰς διὰ τιμὴν τοῦ ἐπιόντος. (Vers. 44.) ἐκεῖνος δὲ αὖθις, εἴ περ ἂν τιμᾷ τὸν τοιοῦτον, εἴποι ἂν, ἧσο, ὦ ξεῖνε, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην. ποιεῖ δὲ τὸ μὲν πρῶτον ὁ πτωχὸς Ὀδυσσεὺς, τὸ δὲ