Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.114.1
Not analysed yet
ἐφεξῆς λέγει ὁ υἱὸς Τηλέμαχος, τιμῶν ἐκεῖνον ὡς ἁπλῶς ξένον, προσθεὶς καὶ ὡς εὑρήσομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ, πάρα δ' ἀνὴρ ὃς καταθήσει, τουτέστιν ὁ Εὔμαιος. (Vers. 45.) Ἰστέον δὲ ὡς χαίροι ἂν, ὥς πέρ που ἡ Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕτω καὶ νῦν Ὀδυσσεὺς τῷ υἱῷ ποιοῦντι τὸ καθῆκον, καὶ μᾶλλον ὅτι ἑτέρωθεν ἐρήτυεν αὐτὸν ὅτε ὑπεῖκεν αὐτῷ τῆς ἕδρας. σταθμὸς δὲ καὶ ἐνταῦθα ἡ ἀγροτικὴ οἴκησις. σύστοιχον δὲ τούτῳ καὶ τὸ κλίσιον. τὸ μέντοι δῶμα καὶ τὸ μέγαρον ἀστικώτερα. (Vers. 47.) Ὅτι ὁ συβώτης τῷ Τηλεμάχῳ χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν. καὶ τοῦτο μόνον πλεονεκτεῖ αὐτὸς τοῦ πλανήτου πατρὸς, τὸ χλωρὰς ῥῶπας ὑποτεθῆναι αὐτῷ ἀγροικώτερον. οὐ γὰρ ἀπηξίου τὰ τοιαῦτα ὁ ἡρωϊκὸς βίος. Τὸ δὲ ὑποχεῦε ῥῶπας καὶ κῶας τὸ ἁπαλὸν καὶ ὑγρὸν τοῦ στρώματος δηλοῖ. (Vers. 49.) Ὅτι ἐν τῷ, τοῖσι δὲ κρειῶν πίνακας παρέθηκεν ὀπταλέων, ἃ δὴ τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, πίνακας μὲν τὰ κάνεα λέγει κατὰ λόγον πολυωνυμίας, ὧν καὶ εὐθὺς μέμνηται ἐν τῷ, σῖτον παρενήνεεν ἐν κανέοισι, προτέραν δὲ τὴν χθὲς, ἣν καὶ προτεραίαν φαμέν. Τὸ δὲ ἃ ὑπέλειπον ἔδοντες, δηλοῖ μὲν τὰ ἕωλα, σύστοιχον δέ ἐστι τῷ, χαριζομένη παρεόντων. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι οὐ μόνοις μνηστῆρσι τοῖς τρυφῶσιν οἰκεῖον τὸ, σῖτον παρενήνεεν ἐν κανέοις, ἀλλ' ἰδοὺ καὶ νῦν ἔνθα σώφρων ἡ δίαιτα. καὶ τὰ μὲν κρέα ἕωλα, ἐν δὲ κισσυβίῳ τὸ κέρασμα. σῖτον δὲ παρενήνεεν Εὔμαιος, ὅ ἐστι παρετίθει συνάγων ἐν τῷ κανῷ. Σημείωσαι δὲ ὅτι τὸ, κρειῶν πίνακας πρὸς διαστολὴν κεῖται τοῦ, πίνακας σίτου καὶ τῶν τοιούτων, ἐν οἷς καὶ οἴνου πίνακες λέγοιντο ἄν. καὶ μᾶλλον τοῦτο κυρίως. δοκεῖ γὰρ ἐκ τοῦ πίνειν παρῆκται ὁ πίναξ, συνδηλουμένου καὶ τοῦ ἐσθίειν τρόπῳ συλληπτικῷ· διὸ ἡ παρὰ τοῖς ὕστερον χρῆσις τῶν πινάκων εἰς ἄμφω ὑπουργεῖ. ὅτι δὲ πίνακες καὶ αἱ σανίδες, δηλοῦσι σὺν ἄλλοις καὶ χρήσεις Ὁμηρικαί. (Vers. 62.) Ὅτι Τηλεμάχου εἰπόντος πρὸς Εὔμαιον ἄττα πόθεν τοι ξεῖνος ὅδ' ἵκετο καὶ ἑξῆς, ὁ Εὔμαιος τὸν πλατὺν λῆρον τῆς δεσποτικῆς ψευδολογίας ἐπιτεμὼν στενοχωρεῖ ἐν οὐδὲ ὅλοις πέντε στίχοις, ἀνακεφαλαιούμενος οὕτως· ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, ὃ καὶ Ὀδυσσεὺς φθάσας ἔφη. φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσε τά γε δαίμων. νῦν δ' αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθ' ἐμὸν πρὸς σταθμόν. (Vers. 66.) εἶτα ἐνιστῶν τὴν ὑπὲρ τοῦ δῆθεν ξένου ἀξίωσιν φησίν· ἐγὼ δέ τοι ἐγγυαλίξω, τουτέστιν ἐν γύοις, ὅ ἐστι χερσὶ θήσω, καὶ ὡς εἰπεῖν ἐγχειρίσω, ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι, ἐπεὶ δηλαδὴ καὶ ἐμός. κοινὰ γὰρ τὰ τῶν φιλούντων, καθὰ καὶ ὁ σταθμὸς οὗτος κοινός. δηλοῦται δ' αὐτὸ διὰ τοῦ, νῦν μὲν τὸν Εὔμαιον εἰπεῖν, ἤλυθ' ἐμὸν πρὸς σταθμόν. πρὸ δὲ αὐτοῦ τὸν Τηλέμαχον, δήομεν ἕδρην σταθμῷ ἐν ἡμετέρῳ. τοῦτο δὲ καὶ αὐτόθεν κοινοποιεῖται τὸν σταθμὸν διὰ τῆς ἡμέτερος ἀντωνυμίας. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ὁ ποιητὴς τὴν μακρὰν τοῦ Ὀδυσσέως διήγησιν ἐν βραχεῖ παρεδήλωσε· μυθολογεύειν γὰρ ἐν διττολογίᾳ τὸ ἀριδήλως φρασθὲν οὐκ ἐθέλει, μὴ καὶ ἀποκναίσῃ τοὺς ἀκροατὰς, ὅς γε, εἰ καὶ τὸν Ὀδυσσέα ἔπλασεν ἐρωτηθέντα παρὰ τοῦ Τηλεμάχου, οὐκ ἂν ἄλλως εἰ μὴ οὕτως ἀπολογούμενον πεποίηκεν, οἷα φειδόμενος ὀλιγάκις ψεύδεσιν ἐναδολεσχεῖν. εἰκὸς δὲ καὶ εὐλαβηθῆναι τὸν δοῦλον Εὔμαιον, μή ποτε οὐκ ἐξισχύσῃ πλατέως καὶ καλῶς φράσαι κατὰ τὸν σοφὸν ξένον καὶ μᾶλλον ἀκροωμένου αὐτοῦ. (Vers. 69.) Ὅτι βαρυνθεὶς ὁ Τηλέμαχος ἐφ' οἷς ὁ Εὔμαιος ἐγγυαλίξειν εἶπεν αὐτῷ τὸν ξένον ἱκέτην, φησίν· ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; ἐρεῖ δὲ αὐτὸ καὶ ἕτερός τις ἀδυνατῶν ξενίσαι τινά. (Vers. 71.) εἶτα ἐπάγει καὶ αἴτιον τὸ, αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, ὅ περ ὁμολογία ἐστὶν ἀδυναμίας. Ἔνθα σημείωσαι ὅτι τῶν τις παλαιῶν ἐρωτηθεὶς τί ἐστι τὸ δικανικὸν τῆς ῥητορικῆς εἶδος, τὸν στίχον εἶπε, δηλαδὴ τὸ, ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ, οὐκ ἀκριβῶς μὲν, εὐφυῶς δὲ ὅμως ἐκεῖνος εἰπών. ὁ δὲ Τηλέμαχος καὶ ἕτερον αἴτιον λέγει τὸ, μητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν, περὶ ἧς προεγράφη, ἢ ἤδη ἅμ' ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἀνὴρ, καὶ πλεῖστα πόρῃσιν, ἕδνα δηλαδή· ἃ δὴ ἀκούων Ὀδυσσεὺς ἐρεθίζεται πάντως. ὅθεν καὶ ταχὺ σπεύσει τελεσθῆναι τὴν μνηστηροφονίαν. (Vers. 80.) ἐπὶ δὲ τούτοις προνοούμενος ἄλλως τοῦ ξένου ἐνδύσειν αὐτὸν ἔφη καὶ πέμψειν ὅπῃ κραδίη κελεύει. εἰ δ' ἐθέλεις, φησὶ, σὺ κόμισσον αὐτὸν ἐνὶ σταθμοῖσιν ἐρύξας, εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα ἔδμεναι, ὡς ἂν μή σε κατατρύ-