Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.115.1
Not analysed yet
χοι καὶ ἑταίρους. κεῖσε δ' ἂν οὔ μιν ἔγωγε μετὰ μνηστῆρας ἐῷμι, τουτέστι συγχωροίην ἔρχεσθαι. διατί; λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι, μή μιν κερτομέωσιν, ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν. πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα ἄνδρα καὶ ἴφθιμον, ἐπειὴ πολὺ φέρτεροί εἰσιν, οἱ πλέονες δηλαδή. τοῦτο δὲ καὶ γνωμικῶς δοκεῖ λέγεσθαι. (Vers. 89.) Καὶ σημείωσαι ὅτι τὸ τῆς μνηστηροκτονίας δυσχερὲς καὶ ἄπορον τοῦτο ἐστὶν, ὃ νῦν διὰ τοῦ Τηλεμάχου λαλεῖται, τὸ μὴ αὐτὸν ἕνα Ὀδυσσέα δυνατὸν εἶναι τῶν τοσούτων περιγενήσεσθαι. Ὁμήρου δὲ εἰς τοῦτο λύσεις πολλαὶ, ὧν μία καὶ τὸ τὸν Ὀδυσσέα καὶ τριηκοσίοις ἂν ἔχειν ἀντιστῆναι. τέως μέντοι Ὀδυσσεὺς γνοὺς ἐνταῦθα μὴ ἂν παραδεχθῆναι τοῦτον εἰπόντα τῷ υἱῷ περιγενήσεσθαι τῶν τῆς γυναικὸς μνηστήρων, εὐθὺς ἐρεῖ τι πρὸς τὸν τοιοῦτον λόγον τοῦ παιδός. ἐν τοῖς ἐφεξῆς δὲ καὶ πάνυ πείσει αὐτὸν ὡς ἐχέγγυος ὁ πατὴρ εἷς ὢν τίσεσθαι τοὺς μνηστῆρας. (Vers. 75.) Ἰστέον δὲ καὶ ὅτι αἰδὼς καὶ νέμεσις κωλύει τὴν Πηνελόπην λαβεῖν ἄνδρα. ὧν τὸ μὲν δηλοῦται διὰ τοῦ, εὐνήν τ' αἰδομένη πόσιος, τὸ δὲ ἐν τῷ, δήμοιό τε φῆμιν. ὑποπτεύει γὰρ τὴν ἐκ τοῦ δήμου νέμεσιν. ὡς δὲ τὸ αἰδομένη διφορεῖται, ἔστι γὰρ καὶ αἰδουμένη, καὶ ὅτι ἐκ τοῦ φημίζω φημίσω ἡ κατ' ἀνθρώπου φῆμις, πολλαχοῦ δηλοῦται. (Vers. 83.) Ἐν δὲ τῷ, καὶ σῖτον ἅπαντα, δυσχερὲς ἀρσενικοῦ γένους νοῆσαι τὴν λέξιν. σῖτος μὲν γὰρ ὁ ἀκατέργαστος, ἐπὶ δὲ βρώματος οὐδετέρως τὸ σῖτον λέγεται. ἔστιν οὖν ἴσως θεραπεία ἢ τὸ εἰπεῖν, εἵματα ἅπαντα πέμψω καὶ τὸ σῖτον, ἢ καὶ τὸ στίξαι εἰς τὸ σῖτον, εἶτα ἐπαγαγεῖν τὸ ἅπαντα οὐδετέρως ὡς ἐπὶ ὄψων. (Vers. 87.) Τὸ δὲ, ἐμοὶ δ' ἄχος ἔσσεται, καὶ τὸ, πρῆξαι δ' ἀργαλέον τι, ὡς πρὸς τὸ, ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ, εἴρηνται. ἄχος μὲν γὰρ παθεῖν τὸ χαλεπανθῆναι πρός τινος, πρῆξαι δὲ τὸ ἀπαμύνασθαι. (Vers. 88.) Ἐν δὲ τῷ, μετὰ πλεόνεσσιν, ἡ μετα συνήθως ἀντὶ τῆς εν προθέσεως κεῖται. (Vers. 91.) Ὅτι εὔλογον τόλμαν λόγου δηλοῖ τὸ, ὦ φίλ', ἐπεί μοι καὶ ἀμείψασθαι θέμις ἐστίν. Ὅτι ὁ μαθὼν ἔκ τινος κακὰ πάσχειν ἐκεῖνον καὶ ἀνέχεσθαι δύναται εἰπεῖν τοιαῦτα· ἦ μάλα μευ καταδάπτεται ἀκούοντος φίλον κῆρ, οἷα φατὲ τοὺς δεῖνα ἀτάσθαλα μηχανάασθαι ἐν μεγάροις ἀέκητι σέθεν τοιούτου ἐόντος. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἃ καὶ ἀλλαχοῦ κεῖνται. ἤ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷς περ ἀνὴρ μαρναμένοισι πέποιθε καὶ εἰ μέγα νεῖκος ὄρηται, ἤγουν καὶ εἰ μεγάλη μάχη ἐγείρεται. σέμνωμα δὲ τοῦτο ἀδελφότητος ἀγαθῆς καὶ ἔπαινος ἀληθής. πολυχειρία γὰρ ἐπικουρίας τοῖς ἀνθρώποις ἐξ ἀγαθῶν ἀδελφῶν γίνεται. Ὀδυσσεὺς δὲ ταῦτα πρὸς Τηλέμαχον λέγει, μαθὼν αὐτὸν δεδιότα τοὺς μνηστῆρας. (Vers. 92.) Ὅρα δὲ τὸ καταδάπτεται, πρωτότυπον ὂν τοῦ δαρδάπτειν, ὡς καὶ τὸ μαίρειν τοῦ μαρμαίρειν. ἐκ δὲ τοῦ δάπτειν καὶ ἡ δαπάνη. καὶ δαπταὶ παρὰ Λυκόφρονι αἱ δακνηραὶ μυῖαι. γίνεται δὲ τὸ δάπτειν ἐκ τοῦ δῶ δάπτω, ὡς ῥῶ ῥάπτω, βῶ βάπτω καὶ τὰ ὅμοια. (Vers. 97.) Τὸ δὲ ἐπιμέμφεαι κασιγνήτοις, ἀντιπτωτικῶς κεῖται ἀντὶ τοῦ κασιγνήτων. ὡς γὰρ τὸ, εὐχωλῆς ἐπιμέμφεται ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ, κασιγνήτοις ἐπιμέμφεαι, ἤγουν χρῄζεις ἀδελφῶν, ὡς μὴ ὄντων σοι δηλαδὴ, ἵνα λέγῃ ὅτι ἢ οὐκ εἰσί σοι ἀδελφοί. καὶ ἄλλως δὲ, δύναται καὶ ἐπὶ ἀδελφῶν ὄντων ἐρωτηθῆναι τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι, ἵνα λέγῃ ὅτι ἢ ἀδελφοὺς ἔχων ἐπιμέμφῃ αὐτοῖς ὡς μὴ ἐπικουροῦσί σοι, ὃ καὶ αὐτὸ ἀπαγορεύει σὺν τοῖς ἄλλοις ὁ Τηλέμαχος, εἰπὼν ὅτι οὐδὲ κασιγνήτοις ἐπιμέμφομαι, ὡς ἀστόργοις δηλαδὴ, καὶ ἔστι τοῦτο κρεῖττον τοῦ πρώτου, ὡς δηλώσει εὐθὺς τὰ ἐφεξῆς. (Vers. 99. sqq.) Ὅτι σχηματίζων Ὀδυσσεὺς ἐν ἐπηκόῳ Τηλεμάχου καὶ Εὐμαίου τὸν λόγον φησίν· αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐνὶ θυμῷ, ἤγουν νεάζοιμι κατὰ σὲ ἔχων ὃν ἔχω θυμὸν, ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός. καὶ ἰδοὺ αὐτός ἐστιν ὁ λαλῶν Ὀδυσσεὺς, λανθάνων καὶ τὸν υἱὸν καὶ τὸν Εὔμαιον. καὶ λαλῶν μὲν τἀληθὲς μὴ, νοούμενος δέ. τέρπει δὲ ὅμως οὕτως ὁ ποιητὴς τὸν ἀκροατὴν τῷ σχηματισμῷ. εἶτα ἐπάγει κατὰ θυμὸν ἐνδιάθετον· αὐτίκ' ἔπειτα ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς ἤγουν πολέμιος, εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην ἐλθὼν ἐς μέγαρον Ὀδυσῆος. ἐπεὶ δὲ ἀνεξέλεγκτον τὸ τοῦ ξένου αὔχημα καὶ ὑποδύσκολον, ἐπιφέρει ἀντιπαραστατικῶς τὸ, εἰ δ' αὖ με πληθύϊ δαμασαίατο μοῦνον ἐόντα, βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι τεθνάμεν, ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι. ἃ καὶ διασκευάζων φησί· ξείνους τε στυφελιζομένους, δμωάς τε γυναῖκας ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλὰ, καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας μὰψ αὕτως ἀτέλεστον ἀνηνύστῳ ἐπὶ ἔργῳ, ὃ ταυτόν ἐστι τῷ ἀτέλεστον. ἐρεθισμοὶ δὲ ταῦτα τοῦ Τηλεμάχου ὡς ἂν ἐπὶ