Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.117.1
Not analysed yet
δων ἐστέρησε τῶν ἐπέκεινα ἑνὸς, ὡς δηλοῖ καὶ τὸ, οὔ τι κασιγνήτοις ἐπιμέμφομαι τὸ πρὸ ὀλίγων ῥηθέν· πῶς γὰρ ἄν τις μέμφοιτο οἷς οὐδόλως ἔχει; κατὰ μέντοι τὴν προῤῥηθεῖσαν ἑτέραν ἑρμηνείαν τὴν νοοῦσαν τὸ, ἢ κασιγνήτοις ἐπιμέμφεαι ἀντὶ τοῦ ἢ χρῄζεις κασιγνήτων, οὐκ ἂν ἔχοι ὁ Τηλέμαχος εἰπεῖν ὅτι οὐ κασιγνήτοις ἐπιμέμφομαι. πῶς γὰρ ἂν τοῦτο εἴποι ὁ χρήζων μάλιστα κασιγνήτων διὰ τὸ μεμονῶσθαι; (Vers. 118.) Ὅρα δὲ καὶ ὅτι ἐπιμείνας τῇ ἀπὸ τοῦ τίκτειν κινήσει ὅμως ὡς ἐνῆν ἤλλαξε πολυειδῶς τὰς ἐκεῖθεν λέξεις διὰ τοῦ, οἶον ἔτικτε, καὶ, πατὴρ τέκε, καὶ, τεκὼν λίπε. (Vers. 121.) Τὸ δὲ μάλα μυρίοι ὅμοιόν ἐστι τῷ, μάλα μυρίαι, ὃ φθάσας εἶπε διὰ τοὺς ὕας. οὔτε γὰρ ἐκεῖναι ἀληθῶς μάλα μυρίαι, ὡς προεδηλώθη, οὔτε μὴν οἱ μνηστῆρες, πολὺ ὄντες ἐλάττονες δὲ ἐκείνων. (Vers. 118.) Ἰστέον δὲ ὅτι γενεαλογοῦσι Διὸς μὲν καὶ Εὐρυοδίας Ἀρκείσιον· αὐτοῦ δὲ καὶ Χαλκομεδούσης Λαέρτην· τοῦ δὲ καὶ Ἀντικλείας Ὀδυσσέα· οὗ καὶ Πηνελόπης Τηλέμαχον· αὐτοῦ δὲ καὶ Πολυκάστης τῆς Νέστορος Περσέπτολιν, ὡς Ἡσίοδος. Τηλεμάχῳ δ' ἂρ ἔτικτεν ἐΰζωνος Πολυκάστη Νέστορος ὁπλοτάτη κούρη Νηληϊάδεω Περσέπτολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην. Ἀριστοτέλης δὲ ἐν Ἰθακησίων πολιτείᾳ καὶ Ἑλλάνικος δὲ Τηλέμαχόν φασι Ναυσικάαν γῆμαι τὴν Ἀλκινόου καὶ γεννῆσαι τὸν Περσέπτολιν· τινὲς δὲ καὶ τοιούτοις λόγοις ἐνευκαιροῦσιν. ἐκ Κίρκης υἱοὶ καθ' Ἡσίοδον Ὀδυσσεῖ Ἄγριος καὶ Λατῖνος, ἐκ δὲ Καλυψοῦς Ναυσίθοος καὶ Ναυσίνοος. Ὁ δὲ τὴν τηλεγόνειαν γράψας Κυρηναῖος ἐκ μὲν Καλυψοῦς Τηλέγονον υἱὸν Ὀδυσσεῖ ἀναγράφει ἢ Τηλέδαμον· ἐκ δὲ Πηνελόπης Τηλέμαχον καὶ Ἀρκεσίλαον· κατὰ δὲ Λυσίμαχον υἱὸς αὐτῷ ἐξ Εὐίππης Θεσπρωτίδος Λεοντόφρων, ὃν ἄλλοι Δόρυκλόν φασί. Σοφοκλῆς δὲ ἐκ τῆς αὐτῆς Εὐρύαλον ἱστορεῖ, ὃν ἀπέκτεινε Τηλέμαχος. ὁ δὲ τοὺς νόστους ποιήσας Κολοφώνιος Τηλέμαχον μέν φησι τὴν Κίρκην ὕστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης ἀντιγῆμαι Πηνελόπην. περιττὰ ταῦτα καὶ κενὴ μοχθηρία. εἰ δ' οὖν στενῶς φράζοιντο, μικρὸν τὸ βλάβος. (Vers. 123.) Ἔτι ἰστέον καὶ ὡς ἐν τῷ ῥηθέντι χωρίῳ τεσσάρων μνησθεὶς νήσων Δουλίχιον μὲν καὶ Σάμην δίχα ἐπιθέτων προάγει, Ζάκυνθον δὲ ὑλήεντα συνήθως λέγει, κραναὴν δὲ τὴν πατρίδα Ἰθάκην, ὃ δηλοῖ τὴν τραχεῖαν. ὅθεν μέχρι καὶ νῦν τινὲς τῶν μὴ κατὰ γλῶσσαν λογάδα ὁμιλούντων τὴν ἄπηλον γῆν ξηρὰν εἶναι φασὶν ὡς τὸ κάκαρον, ὃ κρανίον ἐκεῖνοι νοοῦσιν. (Vers. 130.) Ὅτι στέλλει Τηλέμαχος τὸν Εὔμαιον ἀγγελοῦντα τῇ Πηνελόπῃ, ὅτι σῶς ἐστὶ καὶ ἐκ Πύλου ἦλθεν. ἐπισκήπτει δὲ μόνῃ τῇ μητρὶ ἀπαγγεῖλαι, τῶν δ' ἄλλων, φησὶ, μήτις Ἀχαιῶν πευθέσθω. (Vers. 134.) πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται· ὅ περ ἀνδρὸς λόγος πολλοὺς ἐπιβούλους ἔχοντος. Ὁμηρικῆς δὲ καὶ τοῦτο δεινότητος οἰκονομία, ἵνα λείψαντος καὶ τοῦ Εὐμαίου σχοίη χώραν πιθανῶς ὁ τοῦ πατρὸς ἀναγνωρισμὸς ἐν ἀδείᾳ γενέσθαι. (Vers. 136.) Ἰστέον δὲ ὅτι ἀορίστως εἰπόντος τοῦ Τηλεμάχου ὡς πολλοὶ αὐτῷ κακὰ μηχανῶνται καὶ μή τις πευθέσθω, καὶ ὡς οἷον εἰπεῖν μυστηριασθέντος, λέγει Εὔμαιος· γινώσκω, φρονέω, τά γε δὴ νοέοντι κελεύεις, τρὶς φράσας τὴν αὐτὴν ἔννοιαν. νοεῖ δὲ πάντως ὁ Εὔμαιος πολλοὺς τούς τε μνηστῆρας καὶ τῶν πολιτῶν οὐκ ὀλίγους καὶ τῶν δουλίδων πολλὰς, ἅ περ οὐκ ἐχρῆν ἄρτι πρὸς ἔπος φράζειν Τελέμαχον. (Vers. 139.) Ὅτι σταλεὶς εἰς τὴν δέσποιναν Εὔμαιος ὑπὸ Τηλεμάχου ἐρωτᾷ, εἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθῃ δυσμόρῳ, φησίν· ὃς τέως μὲν ὑπὲρ Ὀδυσσέως μέγα ἀχεύων ἔργα τ' ἐποπτεύεσκε, μετὰ δμώων τ' ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθεν (Vers. 141.) ὅτε θυμὸς ἐνὶ στήθεσιν ἀνώγοι, ζῶν καὶ αὐτὸς κατὰ ἡρωϊκὴν ἀφέλειαν. αὐτὰρ νῦν, φησὶν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, οὔ πώ μίν φασι φαγέμεν καὶ πιέμεν αὕτως, οὐδ' ἐπὶ ἔργα ἰδεῖν· ἀλλὰ στοναχῇ τε γόῳ τε ἧσται ὀδυρόμενος, (Vers. 145.) φθινύθει δ' ἀμφ' ὀστεόφιν χρὼς, τουτέστι μόνον τὸ ἐπιφαινόμενον τοῦ χρωτὸς ἐμπεριλείπεται μετὰ τῶν ὀστῶν διὰ τὸ καὶ λυπεῖσθαι καὶ ἀσιτεῖν. (Vers. 140.) Τὸ δὲ ἐποπτεύειν, ὃ ταυτόν ἐστι τῷ ἐπὶ ἔργα ἰδεῖν, νῦν μὲν ἐπὶ ἔργων τηρήσεως τέθειται, ὕστερον δὲ παρ' Ἀθηναίοις ἱερὰ λέξις ἐστὶν, ὡς δηλοῖ καὶ παρὰ τῷ κωμικῷ τὸ, μάλ' ἐποπτεύειν δοκῶ. (Vers. 145.) Τὸ δὲ ἧσται ὀδυρόμενος καὶ ἑξῆς, ἐσχημάτισται καινότερον. ἦν δὲ τὸ κοινὸν καὶ ὀρθὸν ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν, ἵνα ᾖ τὸ πᾶν οὕτως· οὔ πώ μίν φασι φαγεῖν καὶ πιεῖν καὶ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ ἧσθαι ὀδυρόμενον καὶ φθινύθειν. αἴτιον δὲ καὶ νῦν ἡ τελεία στιγμὴ ἐν τῷ, ἐπὶ ἔργα ἰδεῖν, ὅθεν γέγονεν ἄλλη συντάξεως ἀρχὴ τὸ, ἀλλὰ ποιεῖ τόδε τι. καὶ οὕτω μὲν ὁ Εὔμαιος περὶ τοῦ γέροντος ἐρωτᾷ. (Vers. 147.) Τηλέμαχος δὲ δεικνύς τε ἅμα ὡς οὐ χρὴ τοῖς μὴ πάνυ ἀναγκαίοις ἐνασχολεῖσθαι παρὰ τὸ δέον, καὶ ἅμα