Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.118.1
Not analysed yet
καὶ ποικιλίαν ἀγγελίας τεχνώμενος οἷος ὁ ταῦτα πλάττων ποιητὴς, αὐτὸν μὲν κωλύει μὴ πλάζεσθαι εἰκῇ, ἐθέλει δὲ τῇ μητρὶ ἀναθεῖναι τὸ ἔργον, ἵνα ἐκείνη ὀτρυνεῖ ἀμφίπολον ἀγγεῖλαι τῷ γέροντι, ἐπειδὰν αὐτὴ μάθοι ὅ περ ἐθέλει. βούλεται δὲ πάντως αὐτὸ τοῦτο μόνον πυθέσθαι ὅτι ἐκ Πύλου τε ἦλθεν ὁ υἱὸς καὶ σῶς ἐστίν. εἰ δέ τι καὶ ἄλλο τῆς ἀποδημίας χρὴ μαθεῖν αὐτὴν, ἐρεῖ αὐτὸς ὁ Τηλέμαχος τῇ μητρί. διὸ καὶ ὁ Μέδων μετ' ὀλίγα οὕτως ἐρεῖ ἀγγέλλων· ἤδη τοι βασίλεια φίλος πάϊς ἐκ Πύλου εἰλήλουθεν. Ἔστι δὲ ἡ τοῦ Τηλεμάχου φράσις τοιαύτη· ἄλγιον, τουτέστι λυπηρὸν μέν ἐστι τὸ οὕτω τὸν γέροντα πάσχειν, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ, ἢ ἀχνύμενόν περ. (Vers. 148.) εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ, τουτέστιν, εἴ περ αὐθαίρετα ἢ μᾶλλον αὐτόθεν ἀγειρόμενα ἢ ἀγρευόμενα καὶ παραυτὰ γινόμενα ἦν τοῖς ἀνθρώποις πάντα τὰ πράγματα, πρῶτον ἂν τὸν τοῦ Ὀδυσσέως εἱλόμεθα νόστον, ἀλλὰ μὴν οὐκ αὐτάγρετα πάντα βροτοῖς. λείπει γὰρ ἐνταῦθα τῷ τοιούτῳ ὑποθετικῷ σχήματι ἡ λεγομένη πρόσληψις, ὑπομενετέον ἄρα. καὶ ἔστι πως τὸ σχῆμα τοῦτο γνωμολογία λανθάνουσα, ὡς εἴ τις εἴποι· εἴ περ ἦν τοῖς ἀχαρίστοις χαίρειν, εὖ ἂν ἔσχε τῷ δεῖνι ἀχαρίστῳ ὄντι. κἀνταῦθα γὰρ ἡ πρόσληψις γνωμικὴ οὖσα τὸ, ἀλλὰ μὴν οὐκ ἔστι τοῖς ἀχαρίστοις χαίρειν, ἔξωθεν ὡς εἰκὸς νοηθήσεται. εἰ δέ ποτέ τις μικρόν τι παραποιήσας εἴπῃ, οὐ γάρ πως αὐτάγρετα πάντα βροτοῖς, ὀρθὸν ἂν τότε ποιήσειε γνωμικόν. (Vers. 147.) Τὸ δὲ ἄλγιον κεῖταί που καὶ πρὸ τούτων παροιμιακῶς ἐν τῷ, ἄλγιον οὐ γὰρ τῷ δεῖνι τάδε ἐλυσιτέλησεν. ἐνταῦθα δὲ ὁ τοιοῦτος ὅλος στίχος οἰκεῖος ῥηθῆναι, ὅτε διάτι κατεπεῖγον οὐ γίνεται τοῦ ἀχνυμένου ἐπιστροφή. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 150.) ὁ δὲ Τηλέμαχος παραγγέλλει τῷ δούλῳ καὶ τὸ, ἀλλὰ σύ γ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς πλάζεσθαι, ἤγουν πλάζου, μετ' ἐκεῖνον, ἤγουν δι' ἐκεῖνον τὸν Λαέρτην· εἰπὲ δὲ τῇ μητρὶ ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γάρ κεν, ὡς ἐῤῥέθη, ἀγγείλειε γέροντι. Καὶ ὅρα ὅτι δυνάμενος εἰπεῖν ὀτρυνέμεν ἀγγεῖλαι γέροντι καὶ οὕτως ἀπαλλαγῆναι πολυλογίας, ὁ δὲ εἰπὼν μόνον τὸ ὀτρυνέμεν ἀναγκαίως ἐπήγαγε τὸ, κείνη γάρ κεν ἀγγείλειε γέροντι. νοητέον δὲ ὡς εἰ καὶ μὴ ἐξεφωνήθη που ἐν τοῖς ἑξῆς γενέσθαι τοῦτο, ἀλλὰ, ὡς εἰκὸς, κατὰ τὸ σιωπώμενον ἔσταλται ἡ ταμία εἰς τὸν γέροντα. (Vers. 153.) Ὅρα δὲ καὶ ἐνταῦθα τὸ κρύβδην, ὅμοιον ὂν τῷ, τῶν δ' ἄλλων μή τις πευθέσθω, ὃ πρὸ ὀλίγων ἐῤῥέθη. (Vers. 155.) Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, πέδιλα δησάμενος ὑπὸ ποσὶ, τὰ ὑποδήματα ἐτυμολογεῖ, ταυτὰ δηλαδὴ τοῖς πεδίλοις ὄντα. (Vers. 157.) Ὅτι μετὰ τὴν Εὐμαίου εἰς τὴν πόλιν ὑποχώρησιν προελθὼν Ὀδυσσεὺς τοῦ σταθμοῦ ἐντυγχάνει τῇ Ἀθηνᾷ, ὅτε σχεδὸν ἐλθοῦσα ἐκείνη δέμας ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ. εἶτα εἰσελθὼν ἀναγνωρίζεται τῷ υἱῷ. ἔδει γὰρ πάντως ἐξελθόντα τὸν Ὀδυσσέα περιεργάσασθαι πρῶτα μή τις ἔξω που ὢν καὶ μαθὼν τὰ ἔσω γινόμενα θήσει ἀνάπυστον τὸ τέως κρυπτόμενον. (Vers. 191.) Κλαύσονται γὰρ, ὡς εἰκὸς, καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἐπὶ τῷ ἀναγνωρισμῷ καὶ διαχεθήσονται καὶ κατατενοῦσι ῥήσεις μακράς. τούτοις δὲ καιρὸν χρὴ ἐπιστῆσαι τὸν δέοντα. ὧν πάντων ταμίας ὁ ἔμφρων τοῦ Ὀδυσσέως λόγος καὶ ἡ σύνεσις Ἀθηνᾶ, ἣν πλάττει Ὅμηρος ὑποτιθεμένην τὰ ποιητέα τῷ Ὀδυσσεῖ. (Vers. 159.) ἔστη γάρ, φησι, κατ' ἀντίθυρον κλισίης, τουτέστιν ἀντικρὺ τῆς θύρας, Ὀδυσῆϊ φανεῖσα. καὶ Τηλέμαχος μὲν οὐκ εἶδεν αὐτὴν (Vers. 160.) οὐδ' ἐνόησε. μόνῳ γὰρ ἐπεφάνη τῷ Ὀδυσσεῖ, οὐ μὴν καὶ τῷ υἱῷ, κατὰ μὲν τὴν ἀλήθειαν, ἐπεὶ οὐκ εἶχε νοῆσαι Τηλέμαχος τὰ ἔνδον κρυπτικῶς τῷ Ὀδυσσεῖ μελετώμενα, κατὰ δὲ τὸ φαινόμενον τῆς ποιήσεως, οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς. (Vers. 162.) ἀλλ' Ὀδυσσεύς τε κύνες τε ἴδον, οἷς δηλαδὴ οὐκ ἐπέκρυψεν ἑαυτὴν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ δὴ οὐχ' ὑλάοντο, (Vers. 163.) κνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν, τουτέστιν ἔφυγον εἰς ἕτερόν τι μέρος τοῦ σταθμοῦ, ὃν καὶ κλισίαν νῦν τε ἔφη καὶ μετ' ὀλίγα ἐρεῖ. καὶ οἱ μὲν κύνες οὕτως ἔφυγον διὰ τῆς Ἀθηνᾶς, ἵνα μὴ παρόντες καὶ ἐμπηδήσαντες τῷ Ὀδυσσεῖ παράσχοιεν αὖθις πράγματα. (Vers. 164.) ἡ δὲ ἐπ' ὀφρύσι νεῦσε τῷ Ὀδυσσεῖ, ἵνα δηλαδὴ μὴ φωνήσασα ἐξακουσθείη τῷ Τηλεμάχῳ, νόησε δὲ δῖος Ὀδυσσεύς. ἐκ δ' ἦλθε μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς. (Vers. 166.) στῆ δὲ πάροιθ' αὐτῆς, τουτέστιν οὐκ ἦλθεν ὀπίσω τοῦ δεόντως ἐν τοῖς ἑξῆς φρονῆσαι. (Vers. 168.) καὶ τὸ ἐντεῦθεν ἡ μυθικὴ μὲν Ἀθηνᾶ πρὸς δὲ ἀλήθειαν ἀγχίνοια ἡ τοῦ ἥρωος ὑποτίθεται αὐτῷ, γνωρισθῆναι τῷ υἱῷ. φησὶ γάρ· ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε, ὡς ἂν μνηστῆρσι θάνατον καὶ κῆρ' ἀραρόντε