Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.125.1
Not analysed yet
δὲ καὶ τὸ ἄδηλον ἐν τούτοις τῆς τῶν πραγμάτων συμπτώσεως. οὐ γὰρ συνεῖδεν Ὀδυσσεὺς νῦν, εἰ καὶ ἄλλων ὅπλων δεήσονται ἐπέκεινα τῶν δύο φασγάνων καὶ δύο δουράτων καὶ δύο βοαγρίων· ὅτε μέντοι προσεπιγένωνται καὶ οἱ δύο δοῦλοι ἐπαμύντορες, τότε δεηθέντες εὐπορήσουσι καὶ ἑτέρων ὅπλων, ὡς τὸ πρᾶγμα δίδωσιν. (Vers. 300.) Ὅτι Ὀδυσσεὺς μετὰ τὸ βουλεύσασθαι, ὅσα ἐχρῆν, παραινεῖ τῷ υἱῷ μηδενὶ ἐκφῆναι τὴν πατρικὴν ἔλευσιν, φυλάσσων τὸ, κρύβδην οὐδ' ἀναφανδὰ εἰς τὴν πατρίδα ἐλθεῖν, ὃ καὶ προπαρήγγελται. φησὶ γοῦν οὕτως· εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μὴ Λαέρτης, μὴ συβώτης, (Vers. 303.) μήτε τις οἰκήων, τουτέστι τῶν ἁπλῶς ἐν τῷ οἴκῳ, μήτ' αὐτὴ Πηνελόπεια, ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθὺν, τὴν κατὰ ψυχὴν δηλαδὴ ὁρμήν. (Vers. 305.) καί τινος δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἤτοι πειρηθείημεν, ὅς τε ἡμᾶς τίει καὶ δείδιε θυμῷ, καὶ ὃς οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα. καὶ οὕτω μὲν ὁ πατήρ. (Vers. 309.) Τηλέμαχος δὲ καὶ νῦν δεικνὺς κατ' ἴχνη θέειν τῆς πατρικῆς ἀγχινοίας, καί πως καὶ ὀρθοῦν ἐθέλων τραγῳδικῶς, τὸν μέγαν, ὡς καὶ προεῤῥέθη, ὁ σμικρότερος, πρῶτα μὲν ἑαυτὸν συνιστᾷ ἐφ' οἷς ἀπῃτήθη σιγᾶν, εἰπών· ὦ πάτερ, ἤτοι ἐμὸν θυμὸν καὶ ἔπειτά γε ὀΐω γνώσεαι, οὐ μὲν γάρ τι χαλιφροσύναι με ἔχουσιν. εἶτα καὶ διορθούμενος εὐλαβῶς τὸν πατέρα ἐπὶ τῷ κατὰ τοὺς δμῶας κεφαλαίῳ φησίν· (Vers. 311.) ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι, σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὕτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος. τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδέ τι φειδώ. ἔστι δὲ ὁ τοῦ λόγου νοῦς, ὅτι ἀκερδές ἐστι τὸ πειρᾶσθαί σε τῶν ἀνδρῶν, ὧν οἱ πλείους ἔξω τῆς νήσου περὶ τὴν ἤπειρον. ἐν ὅσῳ γὰρ αὐτὸς μετέρχῃ τὰ ἐκείνων ἔργα, ἐν τοσούτῳ οἱ μνηστῆρες τὰ κατ' οἶκον ἐκκενώσουσι. (Vers. 316. sqq.) διὸ καὶ συμβουλευόμενος τὸ ἄλλως ποιητέον φησίν· ἀλλ' ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσὶν, ἤτοι ἀναμάρτητοι. πᾶσαι γὰρ ἐν τῷ οἴκῳ οὖσαι οὐ δώσουσι τριβὴν καιροῦ. ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας· ἐξ οὗ δηλαδὴ ὁρμώμενος ἔφης ἀμύντορα τὸν Δία ἡμῖν ἔσεσθαι. ὡς εἴ γε μὴ τοῦθ' οὕτως ἔχει, τότε δὴ καὶ δμώων πειρητέον, καὶ ἑτέρους δὲ προσαιτεριστέον ἀμύντορας. Ἰστέον δὲ ὅτι τὸ, καὶ αἵματος ἡμετέροιο διασάφησίς ἐστι τοῦ, ἐμός ἐσσι. ἄλλως γὰρ τὸ ἐμὸς οὐ δηλωτικόν ἐστι τοῦ ἐξ αἵματος ἤτοι σπέρματος. (Vers. 307.) Τὸ δὲ σὲ ἀτιμᾷ τοῖον ἐόντα, ἔμφασίν τε ἔχει ἐπαίνου μυστικὴν ὡς μεγάλου φανέντος τοῦ Τηλεμάχου κατὰ τὴν νῦν πεῖραν. καὶ ἄλλως δὲ χαρίζεται αὐτῷ, ὡς λυπουμένου τοῦ πατρὸς εἴ περ ἀτιμᾶται ὁ τοιοῦτος Τηλέμαχος. (Vers. 317.) τοῦτό τε αὖθις ἀνταποδιδοὺς ὁ υἱὸς ἁμαρτητικὰς ἔφη δμωΐδας τὰς ἀτιμαζούσας τὸν Ὀδυσσέα, ὡς δηλοῖ τὸ, αἵ σε ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσί. Δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ἀτιμάζω τὸ ἀτιμᾶν, ἐξ οὗ καὶ τὸ ἠτίμησε καὶ τὸ ἀτίμητος ἐν Ἰλιάδι. (Vers. 310.) Τὸ δὲ καὶ ἔπειτά γε ὀΐω γνώσεαι, ἀποστατικῶς μὲν ἔχει ἐπεντεθειμένον τὸ ὀΐω, ἢ καὶ ἄλλως ἐλλιπῶς ἐφράσθη ἀντὶ τοῦ, ἔπειτα ὡς ὀΐω γνώσεαι. καὶ οὕτως ἐσχημάτισται· ὡς τό γε κοινότερον ἦν ἂν οὕτως· ἔπειτά γε ὀΐω σε γνώσεσθαι. ἐνδοιασμὸν δὲ εὐλαβῆ ἔχει, ὡς ἂν μὴ δόξῃ καὶ ὁ νεανίας ἀλαζονεύεσθαι, οἷς λέγει μὴ ἔχεσθαι χαλιφροσύναις, τουτέστιν ἀφροσύναις, ἐξ ὧν χαλίφρων ὁ τὰς φρένας κεχαλασμένος καὶ ἔκλυτος, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. (Vers. 312.) οὕτω δὲ καὶ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἐπιεικῶς ὁ νεανίας ἔφη δι' εὐλάβειαν, ἵνα μὴ τῷ ἀποφαντικῷ τῆς βουλῆς λυπήσῃ τὸν πατέρα. Ἔστι δὲ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἀντὶ τοῦ, σὺ δὲ φράζου εἴτε συμφέρον εἴτε καὶ μὴ, ὅ περ ἂν ἐγὼ εἴπω, ἢ καὶ ὅ περ σὺ εἶπας περὶ τοῦ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. (Vers. 313.) Τὸ δὲ πειρητίζειν ταυτὸν τῷ πειρᾶσθαι, ἅ περ ἄμφω ἐν τούτοις κεῖνται. γίνεται δὲ ἀπὸ τοῦ πεῖραρ πείρατος κατὰ τροπὴν φωνήεντος ἔθιμον. (Vers. 316.) Δεδάεσθαι δὲ τὸ μανθάνειν, ἐξ οὗ ἀόριστος τὸ δεδάασθαι, εἰς τοσοῦτον οὐκ εὔχρηστον γράφειν, ὥστε ἄτριπτον καὶ τῷ ποιητῇ. γέγονε δὲ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀπέλευσιν διχρόνου ἐκ τοῦ δαίεσθαι, ὅ ἐστι μανθάνειν. (Vers. 318.) Τὸ δὲ κατὰ σταθμοὺς πειράζειν ὅμοιόν ἐστι τῷ πειρητίζειν ἐν τῷ ἔργα μετέρχεσθαι, τὰ γεωργικὰ δηλαδή. (Vers. 314.) Σημείωσαι δὲ καὶ ὅτι οὐκ ἔσχεν ὁ γέρων ἀντειπεῖν οἷς ἐνόησεν ὁ Τηλέμαχος, ὡς εἶναι κἀνταῦθα εἰπεῖν τὸ, σύν τε δύ' ἐρχομένω καὶ ἑξῆς, καὶ τὸ, συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν. (Vers. 311.) Τὸ δὲ, ἀλλ' οὔ τοι τόδε κέρδος καὶ ἑξῆς οἱ δύο στίχοι, τέλους εἰσὶ δηλωτικοὶ οὐκ