Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.126.1
Not analysed yet
ἀγαθοῦ. Οἱ δὲ ἀνωτέρω ἕτεροι δύο στίχοι, ἤγουν τὸ, ὦ πάτερ ἤτοι ἐμὸν θυμὸν καὶ ἑξῆς, προσώπου εἰσὶ συστατικοὶ ἐπὶ φρονήσει. (Vers. 314.) Βιαίαν δὲ δαπάνην φράζει τὸ, οἱ δ' ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσι καὶ ἑξῆς. (Vers. 318.) Κώλυσις δὲ ἀκαίρου πείρας τὸ, ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε καὶ ἑξῆς οἱ δύο στίχοι. (Vers. 301.) Ἰστέον δὲ καὶ ὅτι ὀκνεῖ Ὀδυσσεὺς ἀκουσθῆναι τοῖς οἰκείοις ὡς ἔνδον ἐστὶν, ἵνα μὴ περιχαρεῖς γενόμενοι ἐπίσημον τὴν αὐτοῦ ποιήσωσιν ἔλευσιν καὶ οὕτω κωλυθῇ μὲν ἡ τῶν μνηστήρων πανωλεθρία, γένηται δὲ καὶ ὁ ἀναγνωρισμὸς ἧττον παράδοξος, ἄλλως δέ γε πάνυ θαυμάσιον τῷ τε Λαέρτῃ καὶ τῇ Πηνελόπῃ, αἴφνης τὸν Ὀδυσσέα ἰδεῖν καὶ ἅμα τοὺς μνηστῆρας τεθνεῶτας μαθεῖν. ποιεῖ δὲ τοῦτο καὶ τοῖς Ἰθακησίοις πάνυ πολλὴν κατάπληξιν. (Vers. 322.) Ὅτι κατάγεται ναῦς ἐνταῦθα εὐεργὴς, τουτέστιν ἐλλιμενίζεται, ἣ ἔφερε Τηλέμαχον Πυλόθεν. Καὶ ὅρα τὸ φέρειν ἐπὶ ἐμψύχου καὶ νῦν λεχθέν. καλῶς μέντοι ἐπὶ νηὸς, ἧς τὰ ἐντὸς φόρτος λέγεται. (Vers. 333.) Ὅτι δύο τούτους Ὅμηρος πλάσας τὸν κήρυκα Μέδοντα καὶ τὸν συβώτην Εὔμαιον τῆς αὐτῆς ἕνεκ' ἀγγελίης ἵκοντας εἰς Πηνελόπην ποιεῖ αὐτοὺς διαφόρως ἀπαγγέλλοντας, ποικίλλων καὶ οὕτω τὴν γραφήν. (Vers. 336.) κῆρυξ μὲν γὰρ μέσῃσι μετὰ δμωῇσιν ἔειπε, γοργῶς ἀγγείλας. ἦ δή τοι βασίλεια, φίλος πάϊς εἰλήλουθε. (Vers. 338.) συβώτης δὲ τῇ δεσποίνῃ ἄγχι παραστὰς εἶπε πάνθ' ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι, ὅ περ οὐκ ἀξιοῖ ἄρτι Ὅμηρος εἰπεῖν ὡς ἤδη ῥηθέν. ἔστι δὲ ἐκεῖνο, ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα, ὅ περ οὐδὲ ἀκέραιον ὂν ἔπος πληθύνει συνήθως ὁ ποιητὴς εἰπὼν, πάνθ' ὅσα, ὡς εἴ περ ἦσαν πολλά. καὶ εἰσὶν ἀληθῶς εἰ καὶ μὴ πολλὰ, πλείω δ' οὖν ὧν εἶπεν ὁ κῆρυξ. οὐ γὰρ μόνον φησὶν ὁ συβώτης κατὰ τὸν κήρυκα ὅτι ἦλθεν ὁ παῖς, ἀλλὰ καὶ ὅτι σῶς ἐστίν. ἐνταῦθα δὲ συννοεῖται καὶ ἡ τῶν ἑταίρων σωτηρία καὶ ἡ τῆς νεώς. πολύνους ἄρα ἡ διὰ τοῦ συβώτου ἀγγελία πρὸς τὴν δέσποιναν. διὸ καὶ τὸ πάντα οἰκεῖον ἐπ' αὐτῆς, δι' οὗ ποσὸν δηλοῦται διωρισμένον, ὡς καὶ ἐν τῷ, πᾶσαι κρῆναι καὶ πάντες ποταμοί. οὐ μὴν συνεχὲς ὡς ἐν τῷ, πᾶν δ' ὑπερθερμάνθη ξίφος αἵματι. Ἰστέον δὲ καὶ ὅτι ὥς περ ἐνταῦθα δοκεῖ τὸ πάντα ἐπὶ δύο εἰπεῖν, ἤγουν ἐπὶ τοῦ σῶς ἐστὶ καὶ τοῦ ἐλήλυθεν, οὕτω καὶ πρὸ τούτων ἐν τῷ, ἐμοὶ δ' ἐπὶ πάντ' ἔταλτο, ἤγουν τὸ ἀνακλῖναι λόχον καὶ τὸ ἐπιθεῖναι. (Vers. 340.) Κεῖται δ' ἐνταῦθα καὶ ἀπειπεῖν τὸ ἀπαρτίσαι λόγον ἐν τῷ, ἐπεὶ δὲ πᾶσαν ἐφημοσύνην ἀπέειπε. λέγει δὲ πᾶσαν ἐφημοσύνην τὴν ῥηθεῖσαν τοῦ Τηλεμάχου ἐντολὴν ἐπὶ τῇ βραχυτάτῃ ἀγγελίᾳ. Καὶ ὅρα καὶ τὸ πᾶσαν, ὡς ἐπὶ πολλοῦ τινὸς ῥηθέν. Ἰστέον δὲ ὅτι ἄλλως κοινότερον τὸ ἀπειπεῖν παρὰ τοῖς μεθ' Ὅμηρον· ταυτὸν γάρ ἐστι τῷ ἀπαγορεῦσαι, οἷον· τάλαιν' ἀπεῖπον ἄλγει. τὸ δ' αὐτὸ καὶ ἀπαυδᾶν καὶ ἀπειρηκέναι λέγεται. (Vers. 341.) Ὅτι τὸ, λίπε δ' ἕρκεά τε μέγαρόν τε, ἀντὶ τοῦ μακρὰν γέγονε τοῦ οἴκου. ἀφελῶς δὲ τοῦτο ἐῤῥέθη κατὰ περίφρασιν ἀντὶ τοῦ, ἀνεχώρησε. Τὰ δὲ ἕρκεα ὑποκατιὼν τειχίον λέγει αὐλῆς. (Vers. 342.) Ὅτι σιγηλῆς λύπης δήλωσις τὸ, οἱ δεῖνα ἀκάχοντο κατήφησαν δ' ἐνὶ θυμῷ. πάσχουσι δὲ τοῦτο οἱ μνηστῆρες μαθόντες ἐπανελθεῖν ἀβλαβῆ τὸν Τηλέμαχον. Ὅρα δὲ τὸ κατήφησαν ἐκ τοῦ κατηφῶ κατηφήσω τοῦ καὶ ἐν ἄλλοις κειμένου, τὸ μέντοι κατηφιᾶν κοινόν. ὅμοιον δὲ καὶ τὸ μειδῶ μειδήσω καὶ μειδιῶ. Δῆλον δὲ ὅτι ταυτὸν τὸ ἀκάχοντο καὶ τὸ κατήφησαν. (Vers. 343.) Ὅτι αὐτοσχέδιον ἀγορὰν φράζει τὸ, ἐκ δ' ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. μνηστῆρες δὲ τοῦτο ποιοῦσιν, οἳ καὶ νῦν, καθά που καὶ ἀλλαχοῦ, (Vers. 346.) μέγα ἔργον τελεσθῆναι φασὶ Τηλεμάχῳ τήνδε ὁδὸν, ἣν ἔλεγον μὴ ἂν τελεσθήσεσθαι. καὶ τοῦτο μὲν λόγος Εὐρυμάχου. (Vers. 364.) Ἀντίνοος δὲ μετ' ὀλίγα ὑψηλότερον τὸν λόγον μεταχειριζόμενος ἐν τῷ ἐπανελθεῖν ἐκ τοῦ λόχου φησὶν ἐν θαύματι· ὦ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν, οἷα θεοφιλῆ. (Vers. 365.) καὶ κατασκευάζων ἐπάγει· ἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι, τουτέστι πυκνότεροι, ὡς πολλαχοῦ φαίνεται. ἅμα δ' ἠελίῳ καταδύντι οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ὅ ἐστιν ἀνεπαυσάμεθα, ἀνεπνεύσαμεν, ὡς ἀπὸ τοῦ ἄω ἄσω, ἀλλ' ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν Τηλέμαχον λοχόωντες, (Vers. 369.) ἵνα φθίσωμεν ἑλόντες αὐτόν. καλῶς ἄρα περιώδευε τὸν πλοῦν, ἵνα ἐκφύγῃ τοὺς οὕτω τεχνικῶς λοχῶντας. καὶ ἦν οὐκ ἄνευ ἀγαθῆς τύχης τὸ διεκφυγεῖν αὐτόν. διὸ καὶ θαυμάζουσιν, ὡς εἰκὸς, οἱ ἐνεδρεύσαντες. (Vers. 367.) Τὸ δὲ νύκτα ἄσαμεν ἤγουν, ὡς ἐῤῥέθη, ἀνεπαυσάμεθα, κεῖσθαι ἀφετέον παρ' Ὁμήρῳ οἷα οὐκ εὔχρηστον ὂν εἰς γραφὴν ὥς περ οὐδὲ τὸ φθίσωμεν, οὗ περ ἐδιφορεῖτο ἡ γραφή. (Vers. 349.) Ὅτι ἐρέτας ἁλιῆας ἐνταῦθα