Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.127.1
Not analysed yet
λέγει ὁ ποιητὴς ἢ κοινῶς τοὺς ἁλιευτὰς ἢ καὶ ἄλλως ἁπλῶς τοὺς περὶ ἅλα πονουμένους, κυριολεκτῶν πάντως. (Vers. 351.) Ὅτι Εὐρυμάχου εἰπόντος, δεῖν εἶναι σταλῆναι τοὺς ἀνακαλεσομένους ἐκ τοῦ λόχου τὸν Ἀντίνοον καὶ τοὺς περὶ αὐτὸν, οὔ πω πᾶν εἴρητο, καὶ Ἀμφίνομος εἷς τῶν μνηστήρων ἴδε νῆα, ᾗ συννοητέον καὶ τοὺς ἐν αὐτῇ, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντὸς, (Vers. 353.) ἱστία τε στέλλοντας, ἐρετμά τε χερσὶν ἔχοντας, ὃ δὴ βραχυτάτη ἐστὶ κατάπλου διασκευὴ, ὡς καὶ προείρηται. ἡδὺ δ' ἂρ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι, μή τινα ἔτι ἀγγελίην ὀτρύνομεν, οἵδε γὰρ ἔνδον. (Vers. 356.) ἤ τίς σφιν τόδ' ἔειπε θεῶν ὡς εἴ περ ἦσαν θεοφιλεῖς οἱ ὑπερφίαλοι, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν τοῦ Τηλεμάχου δηλαδή. τὴν δ' οὐκ ἐδύναντο κιχῆναι, ἤγουν καταλαβεῖν, ὡς ἀπὸ τοῦ κιχαίνω ἢ κίχημι. (Vers. 351.) Καὶ ὅρα τὸ, οὔ πω πᾶν εἴρητο, καινῶς λεχθὲν, ὡς καὶ προεμνημονεύθη. λείπει γὰρ ἢ τὸ ἔπος ἢ τὸ νόημα ἢ ἴσως τὸ ῥῆμα, ληφθὲν ἀπὸ κοινοῦ ἐκ τοῦ εἴρητο· τῇ σπουδῇ δὲ τοῦ λαλοῦντος καὶ ἡ φράσις συντετρόχασται. (Vers. 354.) Τὸ δὲ ἐκγελάσαι ἴσως μὲν τὸ χανδὸν γελάσαι δηλοῖ, ἴσως δὲ καὶ τὸ ἐξεπιπολῆς οἷα βαρυνομένης τῆς ψυχῆς διὰ τὸ περισωθῆναι τὸν Τηλέμαχον κατὰ τὸ, ἐκ δ' ἐγέλασε Ζεὺς, παρ' Ἡσιόδῳ. (Vers. 350.) Ὅτι δὲ βαρύνεται ὁ Εὐρύμαχος, δῆλον καὶ ἐκ τοῦ μὴ πρὸς ὄνομα ἐθελῆσαι φράσαι τοὺς ἐλλοχῶντας ἀλλὰ κατὰ ἀντωνυμίαν. ἀγείρομεν γάρ, φησιν, οἳ τάχιστα κείνοις ἀγγείλωσι νέεσθαι. ὧν καὶ αὐτῶν χρῄζει ὁ ποιητὴς εἰς τὴν μετὰ μικρὸν ἀναίρεσιν, ἵνα μηδεὶς ἐκφύγῃ τὸν ὄλεθρον. (Vers. 356.) Τὸ δὲ ἤ τις ἔειπε θεῶν, ἦθος δηλοῖ τοῦ Ἀμφινόμου ὡς οἷα ἐπιῤῥεπῶς ἔχοντος ἀνάγειν εἰς τὸ θεῖον τὰ πράγματα. διὸ καὶ μετ' ὀλίγα ἐν τοῖς κατὰ Τηλεμάχου θεῶν εἴρεσθαι βουλὰς συμβουλεύει καὶ μὴ ἄλλως ἐγχειρῆσαι κτείνειν ἐκεῖνον. Ὅτι δὲ Δουλιχεὺς ὁ τοιοῦτος Ἀμφίνομος καὶ ὡς προσεῖχεν αὐτῷ ἡ Πηνελόπη, μετ' ὀλίγα ῥηθήσεται. (Vers. 361.) Ὅτι μυστηριακῆς ἀγορᾶς τὸ, αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν' ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. ἔστι δὲ μεταΐζειν τὸ συνίζειν. (Vers. 370.) Ὅτι Ἀντίνοος μηδὲν κατὰ Τηλεμάχου ἀνύσας ἐν τῷ λοχᾶν καὶ ὅμως ἑαυτὸν συνιστῶν ὡς μὴ φαύλως λοχαγήσαντα, εἰ καὶ εὐτυχῶς ἀπήλλαξεν ὁ Τηλέμαχος, καὶ μέθοδον δὲ ἑτέραν ὑποβάλλων, δι' ἧς ὁ κατὰ θάλασσαν εὐπραγήσας κινδυνεύσει κατὰ χέρσον, δημηγορεῖ παρὰ τοῖς μνηστῆρσιν, ὡς τέως μὲν ἀπήγαγεν αὐτὸν οἴκαδε θεὸς, ἡμεῖς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον (Vers. 372.) μηδ' ὑμᾶς ὑπεκφύγῃ, τοὺς τοσούτους δηλαδὴ, εἰ καὶ τοὺς εἴκοσι διέδρα τοὺς ἐλλοχῶντας. καὶ αἰτίαν προστιθεὶς φησίν· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσεσθαι τάδε ἔργα, τὰ ὑπ' αὐτοῦ δηλονότι ῥηθησόμενα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, ὅ περ ἔπαινός ἐστι φρονίμου ἀνδρός. λαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμῖν ἦρα φέρουσιν, ἤγουν οὐδεμίαν χάριν ἡμῖν ἔχουσιν, οὐ κεχαρισμένοι εἰσὶν ἡμῖν οἷα τὸ βασιλικὸν γένος φιλοῦντες εὐνοϊκῶς. εἶτα καὶ εἰς τὸν μέλλοντα χρόνον καταβαίνων τεχνικῶς καὶ οὕτω ἐπιμᾶλλον ἀξιῶν κατ' ἐκείνου φησίν· (Vers. 376.) ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν· οὐ γάρ τι μεθησέμεναι ὀΐω, ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστὰς οὕτω πως δριμύτατα καὶ συντομώτατα, οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ' ἐκίχημεν. οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα, μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον· (Vers. 383.) ἀλλὰ φθέωμεν, ἤγουν φθῶμεν, προλάβωμεν, ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος, ἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν, (Vers. 385.) δασσάμενοι κατὰ μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε κείνου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίει. Καὶ ὅρα τὸν νοῦν ὃς τοσούτους μνηστῆρας ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ συνεῖχεν· οὐ δή που γὰρ πᾶσιν αὐτὸ τοῦτο τέλος ἀρίδηλον τὸ τὴν Πηνελόπην γυναῖκα σχεῖν, ἀλλὰ τοῦτο μὲν ἐχρῆν ἕνα τινὰ εὐτυχῆσαι τὸν ἐπικριθέντα ὑπ' αὐτῆς, οἱ δὲ λοιποὶ συντεθειμένον εἶχον δάσασθαι τὰ τοῦ Ὀδυσσέως ἅπαντα κτήματα κατὰ μοῖραν, εἰ δή τις ἐν τοῖς τοιούτοις μοῖρα ἤτοι προσῆκον, μόνα δὲ ἀφεῖναι τῇ γυναικὶ τὰ δώματα, ὡς εἰ καί τις πίθον πρὸς βίαν ἀπαντλήσας ἀγαπητῶς ἀφήσει τῷ δεσπότῃ, κἂν γοῦν τὸ ἀγγεῖον κενόν. Τηλεμάχου δὲ αὐτοῖς ἐν τῷ δασμῷ μνεία οὐδεμία, πρῶτον γὰρ κτεῖναι αὐτὸν ἐβούλοντο, καὶ ταῦτα μὲν οὕτω γενναίως δημηγορηθέντα καὶ πεῖσαι τοὺς κακοὺς ἰσχύοντα. (Vers. 380.) Ἐν οἷς ὅρα καὶ ὡς δεδίασιν οἱ ἐν τέλει τὴν τοῦ δήμου ὀξύτητα ὡς ταπολλὰ, καθὰ καὶ ἡ τοῦ Εὐριπίδου Ἑκάβη δηλοῖ. Ἐπεὶ δὲ προφανῶς ἄδικος ἡ τοῦ Ἀντινόου ἀξίωσις, καὶ, ὡς αὐτὸς ὡμολόγησε, κακὰ τὰ κατὰ μνηστῆρας ἔργα, καὶ οἶδεν ὡς οὐκ ἂν ἔχοι πείσειν· αὐτέλεγκτον γὰρ φύσει τὸ συνειδός· (Vers. 387.) ἔτι δὲ εἰκὸς καὶ ἔλεον τοῦ μηδὲν αἰτίου