Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.137.1
Not analysed yet
θεῶν ἰότητι γενέσθαι τὰ κατ' αὐτὴν, ὅ περ ἔθος ἦν τοῖς παλαιοῖς νοεῖν, εἰωθόσιν ἀνατιθέναι τῷ θείῳ καὶ τὰς τῶν τοιούτων αἰτίας, ὡς καὶ Ὀδυσσεὺς πρὸ τούτων ἔφη τὸ, οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς Δαναὸν στρατὸν ἤχθηρεν. ἐπορίσατο δὲ τὴν τοιαύτην ἔννοιαν ὁ Τηλέμαχος ἐξ αὐτῆς Ἑλένης, ἥ τις ἐν τῇ δέλτα ῥαψῳδίᾳ τὴν Ἀφροδίτην αἰτιᾶται τῆς κατ' αὐτὴν ἁρπαγῆς. (Vers. 110.) Ὅρα δὲ καὶ ὅτι δόμους ὑψηλοὺς τοὺς τοῦ Νέστορος λέγει, ὡς εἰκὸς ὂν, καὶ ὑπερῷα εἶναι τινὰ ἐν αὐτοῖς. (Vers. 111 et 113.) Τὸ δὲ ἐνδυκέως λέξις φίλη ποιηταῖς, διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ ἐφίλει καὶ ἐκόμιζε ταυτά εἰσιν, ὡς δηλοῖ τὸ, ἐνδυκέως ἐκόμιζε, καὶ τὸ, ἐνδυκέως ἐφίλει, τουτέστιν ἐφιλοφρονεῖτο. (Vers. 119.) Τὸ δὲ ἐμόγησαν σεμνῶς ἔφη ὁ Τηλέμαχος διὰ τὴν Ἑλένην. εἰπεῖν γὰρ ἧς εἵνεκα ὤλοντο ἤ τι τοιοῦτον ὀκνεῖ διὰ τὸ δυσφημότερον. εἰ γὰρ καὶ ἐκείνη ἕνεκα αὐτῆς κυνώπιδος τὰ ἐν Ἰλίῳ κακὰ γενέσθαι φησὶν, ἀλλ' ὁ Τηλέμαχος ὥς περ αὐτὸ φεισάμενος εἰπεῖν ἔφη θεῶν ἰότητι προβῆναι αὐτὰ, οὕτως οὐδ' ἄλλο τι ἐθέλει φάναι δύσφημον ἀκολούθως τῷ πατρὶ εἰπόντι που, Ἑλένης μὲν ἀπολόμεθα εἵνεκα πολλοί. Ὅρα δὲ ἐν τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει καὶ ὡς ὤκνησεν ὁ ποιητὴς παραφράσαι τι· διὸ ξηρὰ ἔπη ἐκ τῶν προφρασθέντων ἔθετο, καθάπερ αὐτὸς ἐπέκρινε. (Vers. 141.) Ἔτι ὅρα καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ὅτε τις εἴπῃ ὡς οὐ τόδε οὐδὲ τόδε, διάφορά τινα δηλοῖ. ἐνταῦθα γὰρ εἰπὼν, ὡς οὐδέν τι κρύψω ἔπος οὐδ' ἐπικεύσω, οὐδὲν ἔφη διάφορον. ταυτὸν γὰρ κρύψαι καὶ κεῦσαι. (Vers. 152.) Ὅτι πλάσας ὁ ποιητὴς τὸν Τηλέμαχον ἃ μὲν παρὰ Νέστορος καὶ Μενελάου ἤκουσεν, εἰπόντα, σιγῶντα δὲ ἅ περ αὐτὸς οἶδεν ἀκούσας περὶ τοῦ νόστου, ποιεῖ τὸν Θεοκλύμενον εὐθὺς εἰπόντα οὕτως· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἤτοι ὅ γ' οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, οὓς δὴ στίχους καὶ πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς τὸν Εὔμαιον ἔφη, ὡς ἤτοι Ὀδυσσεὺς ἤδη ἐν πατρίδι γαίῃ ἥμενος ἢ ἕρπων, τουτέστι κρύφα καὶ οὐ κατ' ὀρθὸν βαδίζων, τάδε πευθόμενος κακὰ ἔργα ἐστίν. ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. καὶ λέγει μὲν (Vers. 160.) οἰωνὸν φράσασθαι τὸν ταῦτα δηλοῦντα, ὡς προδεδήλωται. οὐκ ἔστι δὲ πιστὸς αὐτὸς οὕτως εἰπὼν, ὡς ἐὰν ὁ Τηλέμαχος τοιοῦτόν τι ἀπήγγειλε. καὶ ἰδοὺ εὐμεθόδως ὁ ποιητὴς ἐδήλωσε μὲν τῇ γυναικὶ, ὡς ἐν Ἰθάκῃ ἐστὶν Ὀδυσσεὺς, οὐκ ἐπληροφόρησε δέ. (Vers. 156.) Ἱστίην δὲ καὶ νῦν τὴν ἐσχάραν λέγει, τὴν καὶ ἑστίαν λεγομένην, τοῦτο μὲν ἐκ τοῦ ἑστάναι, ἐκεῖνο δὲ ἐκ τοῦ ἵστασθαι. αἰτία γὰρ αὕτη τοῦ τὸν οἶκον συνεστάναι καὶ ἵστασθαι διὰ τὰς ἐν αὐτῇ ὁσημέραι θυσίας. ὅθεν καὶ Ζεὺς ἐφέστιος καὶ ἑστιοῦχος, καὶ Ἑστία θεὰ παρ' Ἀττικοῖς, καὶ ὁ ὅλος δὲ οἶκος ἀπ' αὐτῆς ἑστία ὡς καιρίου μέρους, καθὰ καὶ βωμὸς ὁ ναὸς ἀπὸ τοῦ ἐν αὐτῷ βωμοῦ. (Vers. 161.) Ὅτι ἐν τῷ, ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν ἀντὶ τοῦ ἐγεγώνεον, δηλοῦται περισπώμενον ῥῆμα εἶναι τὸ γεγωνῶ· ἐξ οὗ γεγωνὼς μετοχὴ, συγκεκομμένη ἐκ τοῦ γεγωνηκὼς, ὁμοία τῷ, εἰδηκὼς καὶ ἐν συγκοπῇ εἰδώς. (Vers. 163.) Ὅτι ὑποσχετικὸν ἐπὶ ἀγαθῇ ἀγγελίᾳ τὸ, αἲ γὰρ, ἀντὶ τοῦ εἴθε, τοῦτο ἔπος τετελεσμένον εἴη, τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. λέγει δὲ φιλότητα καὶ νῦν τὴν φιλίαν. (Vers. 165.) Ὅτι δὲ τοῦ συναντόμενος τὸ θέμα ἄντω ἐστὶ, καὶ πρὸ ὀλίγων εἴρηται. (Vers. 168.) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ πρὸ τούτων οἱ μνηστῆρες ὕβριν ἔχοντες οὐ μὴν εὐτάκτως γυμναζόμενοι δίσκοισι τέρπονται καὶ αἰγανέῃσιν ἐν τυκτῷ δαπέδῳ. ἀέθλων δὲ σχῆμα τὰ τοιαῦτα ἦσαν, ὡς ὁ Μέδων κολακεύων ἐρεῖ. ἐνταῦθα δὲ ἐφιστῶσιν οἱ παλαιοὶ, ὡς ἰδοὺ καὶ οἱ ἀκρατέστατοι μνηστῆρες ἐπὶ μελέτην ἀθλητικὴν τρεπόμενοι δίσκοις ἐτέρποντο καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες. βούλεται δὲ ἡ τοιαύτη ἐπιστασία παιδεύειν, μὴ χρῆναι ἄνεσιν ἀεὶ ἔχειν τὸν ἄνθρωπον, ἀλλὰ καὶ ἐντείνεσθαι ὁπωσοῦν εἰς ἔργα σπουδαιότερα. (Vers. 170.) Ὅτι ἐν τῷ, ἀλλ' ὅτε δὴ δειπνηστὸς ἢ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα πάντοθεν ἐξ ἀγρῶν, μῆλα πάντα τετράποδα λέγει ὡς ἀπὸ μέρους. οὐ γὰρ πρόβατα μόνον ἱέρευον, ἀλλὰ καὶ σύας σιάλους καὶ αἶγας καὶ βοῦς ἀγελαίας, ὡς εὐθὺς δηλοῖ τὰ ἐφεξῆς. δοκεῖ δὲ κρεῖττον εἶναι δειπνητὸς γράφειν ὁμοίως τῷ ἀμητός. ἔστι δὲ δειπνηστὸς ἢ δείπνηστος ὁ τοῦ δείπνου καιρός· ἄλλως δὲ σαφέστερον εἰπεῖν, δειπνητὸς ὀξυτόνως αὐτό φασι τὸ δεῖπνον, βαρυτόνως δὲ ἡ ὥρα τοῦ δείπνου· ὃ δὴ καὶ ἐπὶ τοῦ ἀμητὸς καὶ ἄμητος παρατετήρηται. (Vers. 172.) Ὅτι συνετὸς ὁ κῆρυξ Μέδων πλάττεται καὶ ὡς εἰπεῖν ἀμφοτεροδέξιος καὶ οἷόν τις κόθορνος, εἴ γε μὴ μόνον τοῖς