Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.138.1
Not analysed yet
τοῦ Ὀδυσσέως εὔνους ἦν, ἀλλὰ καὶ μνηστῆρσι μάλιστα ἥνδανε κηρύκων, καί σφιν παρεγίνετο δαιτὶ, ὡς ὁμοτράπεζος, ὃ μέγα ἐδόκει εἶναι κατά τι ἐξαίρετον. Ὅρα δὲ τὸ, μάλιστα κηρύκων· ὡς γὰρ Ἀμφίνομος ἥνδανε τῇ Πηνελόπῃ οὐχ' ἁπλῶς ἀλλὰ πλέον τῶν ἄλλων μνηστήρων, οὕτω καὶ ὁ Μέδων φιλεῖται τοῖς μνηστῆρσιν οὐ κυρίως οὐδ' ἀπολύτως, ἀλλ' ὑπὲρ τοὺς ἄλλους κήρυκας ὡς δεξιώτερος. (Vers. 174.) Ὅτι τρυφώντων ἀεθλευτῶν εἴτε καὶ θεατῶν τὸ, ἐπειδὴ πάντες ἐτέρφθητε φρέν' ἀέθλοις, ἔρχεσθε πρὸς δώματα ἵνα ἐντυνώμεθα, τουτέστιν ὁπλίσωμεν, δαῖτα. Παίδευσις δὲ γνωμικὴ περὶ δαιτὸς τὸ, (Vers. 176.) οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ, τουτέστι κατὰ καιρὸν, δεῖπνον ἑλέσθαι. (Vers. 177.) Εὐπειθείας δὲ παραστατικὸν τὸ, ὣς ἔφαθ'· οἱ δ' ἀναστάντες ἔβαν πείθοντό τε μύθῳ. Ἑτοιμασία δὲ πρὸς ἔργον μάλιστα δαιτὸς τὸ, (Vers. 179.) χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, οἱ δ' ἱέρευον τὰ ῥηθέντα μῆλα, ἤγουν ὄϊς μεγάλους καὶ πίονας αἶγας. ἱέρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, δαῖτα ἐντυνόμενοι. (Vers. 180.) Καὶ ὅρα ὅτι τοῦ ἱερεύειν οὐκ ἔχει λέξιν καιριωτέραν ἐν τοῖς τοιούτοις ὁ ποιητής. (Vers. 187.) Ὅτι φιλῶν τὸν ξένον Ὀδυσσέα ὁ Εὔμαιος φησίν· ὡς ἐγὼ μὲν αὐτοῦ, τουτέστιν ἐνταῦθα, βουλοίμην σταθμῶν ῥητῆρά σε γενέσθαι, ὅ ἐστι φύλακα. ἀλλὰ τὸν, ἤγουν τὸν δεσπότην Τηλέμαχον, αἰδέομαι καὶ δείδια μή με ὀπίσσω νεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί· τοῦτο δὲ καὶ γνωμικῶς ἐῤῥέθη· καὶ οὕτως εἰπὼν συναπέρχεται τῷ Ὀδυσσεῖ εἰς τὴν πόλιν. ἦν δὲ οὐκέτι πρωῒ, ὡς δηλοῖ τὸ, δὴ γὰρ μέμβλωκε μάλιστα ἦμαρ, ὅ περ ἐφερμηνεύων φησίν· ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται, ἤγουν ταχὺ πρὸς ἑσπέραν ῥιγώσεις ἐκ τοῦ ψύχους, ὥστε μέμβλωκεν οὕτω τὸ ἦμαρ, εἰ ταχὺ ἑσπέρα ἔσται. εἰ δὲ τοῦτο, οὐκ ἄρα ἐνταῦθα δεῖπνος τὸ πρωϊνὸν ἔμβρωμα κατὰ κυριολεξίαν, ἀλλ' ἢ μόνον καθ' ὃ πρὸ δείλης καὶ τοῦ προδόρπου ἦν. (Vers. 190.) Τὸ δὲ μέμβλωκεν ἀντὶ τοῦ μεμόληκε, παρῆλθεν, οὗ ἡ σκευωρία ἐν Ἰλιάδι κεῖται, ὡς ἐκ τοῦ μολῶ μολήσω μεμόληκα, καθὰ ἐῤῥέθη ἐκεῖ. εἰ δὲ πρὸς τῇ ἑσπέρᾳ ῥίγιον ἔσται, χειμέριος ἄρα καὶ νῦν δηλοῦται ἢ ἐγγὺς χειμῶνος καιρός. (Vers. 191.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἕσπερα συγκέκοπται μὲν ἐκ τοῦ ἑσπέρια, δηλοῖ δὲ ἐλλειπτικῶς ἕσπερα μέρη ἢ καταστήματα ἢ τοιοῦτόν τι. Καὶ ὅτι τὸ, ῥίγιόν σοι ἔσται, ἀλλαχοῦ ἀντὶ τοῦ φοβηθήσει κεῖται καὶ φρίξεις, μεταφορικῶς ἐκεῖ λεχθέν. (Vers. 194.) Ὅτι συσκευὴ πτωχικὴ εἰς ὁδὸν τὸ, ἀλλ' ἴομεν, σὺ δ' ἔπειτα διαμπερὲς ἡγεμόνευε, ὡς προεύοδος δηλαδή. δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστὶ, σκηρίπτεσθαι, ὅ ἐστιν ἐπερείδεσθαι· ἐπειδή φατε ἀρισφαλέα ἔμμεναι οὐδόν. καὶ ὅρα τὸ οὐδὸν ἀντὶ τοῦ ὁδὸν ἐπενθέσει Αἰολικῇ τοῦ υ. ἅπαξ δέ, φασιν, ἐνταῦθα εἶπε τὴν λέξιν καὶ δέδωκεν ἀφορμὴν ἐτυμολογίας τῷ οὐδῷ· καὶ ἐκεῖνος γὰρ ὁδὸς εἰς οἶκον ἐστίν. Ἡρακλείδης δ' ἐν οἷς περὶ δυσκλίτων ῥημάτων γράφει, ἀρισφαλὲς ἔμμεναι οὖδας φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων. (Vers. 195.) Τὸ δὲ ῥόπαλον μετ' ὀλίγα καὶ σκῆπτρον (Vers. 199.) ἐρεῖ θυμῆρες τῷ Ὀδυσσεῖ, ὡς ἀπὸ τοῦ σκηρίπτω ἢ σκήπτω, ἐφ' οὗ ὁδεύει σκηριπτόμενος. ἀπὸ τοῦ ῥέπω δὲ γίνεται τὸ ῥόπαλον ὡς οἷα ῥέπον εἰς μέρος καὶ μὴ ὀρθὸν, κατὰ τὸν τῆς Ἑκάβης παρ' Εὐριπίδῃ σκολιὸν σκίπωνα. ὅμοιον δέ τι καὶ ἡ καλαῦροψ. κάλον ἐκείνη, τουτέστι ξύλον αὖ ῥέπον κατὰ ὁμοίαν ἐτυμολογίαν. καὶ τὸ παρὰ Θεοκρίτῳ δὲ ῥοικὸν λαγώβολον τοιοῦτόν τι δοκεῖ τοῖς πλείοσιν εἶναι καὶ ἀπὸ τοῦ ῥέπειν γίνεσθαι καὶ αὐτό. (Vers. 196.) Ἀρισφαλὴς δὲ ὁδὸς ἡ τραχεῖα καὶ πάνυ σφάλλουσα ὡς κινδυνεύειν πίπτειν τὸν ὁδεύοντα. Ἀμάρτυρον δὲ τὸ, φατὲ ἀρισφαλέα ὁδὸν εἶναι. οὐδεὶς γὰρ τῷ Ὀδυσσεῖ τοῦτο εἰπὼν φαίνεται, ἀλλ' αὐτὸς εὖ πάλαι εἰδὼς λέγει. ψεύδεται ἄρα κἀνταῦθα οὐκ ἐπιψόγως ὁ Ὀδυσσεύς. εὐμεθόδως δὲ καὶ ἡ τοῦ ῥοπάλου χρῆσις διά τε τὸ ἀναγκαίως πτωχικώτερον τῆς σκευῆς καὶ ἵνα πιθανῶς μετ' ὀλίγα βουλεύσηται Ὀδυσσεὺς ῥοπάλῳ τούτῳ ἀνελεῖν τὸν κακὸν Μελάνθιον. δῆλον δὲ ὅτι τὸ μὲν ῥόπαλον καὶ σκῆπτρον εἴη ἂν, οὐ μὴν καὶ πᾶν σκῆπτρον ῥόπαλον. οὐ γὰρ δή που καὶ τὸ βασιλικὸν καὶ τὸ δικαστικόν. (Vers. 197.) Ὅτι πτωχικῶς ὁ Ὀδυσσεὺς σκευαζόμενος ἐν τῷ ἀγρῷ εἰς Ἰθάκην ἰέναι ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην, τὴν ἐξ ἀρχῆς ἐκείνην, πυκνὰ ῥωγαλέην. ἐν δὲ στρόφος ἦεν ἀορτὴρ, ὡς καὶ πρὸ τούτων ἐγράφη. ἔστι δὲ ἀμφ' ὤμοις βάλλεσθαι πήραν τὸ ἐνάψασθαι· οὐ γὰρ φορεῖται ἄλλως ἡ πήρα. (Vers. 201.) Ὅτι οὐκ ἀπαθῶς λέγων ὁ ποιητής φησι κατά τινα οἶκτον, ὅτι ὁ Εὔμαιος ἐς πόλιν ἦγεν ἄνακτα πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. (Vers. 203.) σκηπτόμενον, ὅ ἐστι σκηριπτόμενον, ὡς ἀνωτέρω ἐῤῥέθη, ἢ προφασιζόμενον καὶ φαινόμενον, οὐ γὰρ ἀληθῶς τοιοῦτος ἦν. τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα