Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.140.1
Not analysed yet
ρος τὸ νείκεσσεν ἐπάγει· (Vers. 216.) ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικὲς, ὅ πέρ ἐστι προθεωρία Ὁμηρικὴ, δηλοῦσα οἷα πλάσει λέγοντα τὸν ἀπαίδευτον Μελάνθιον· ὃς εἰπὼν, ἃ εἶπεν, ὤρινε κῆρ Ὀδυσῆος διὰ τὸ τοῦ λόγου θυμοδακὲς καὶ ἀεικὲς καὶ τὸ κατ' αὐτὸν κωμῳδικὸν, ταυτὸν δ' εἰπεῖν, ψογερὸν καὶ περισύρον· ἐπεί τοι τὴν κωμῳδίαν ψόγον καὶ περίσυρμα ὡρίζοντο οἱ παλαιοί. ᾧ δὴ περισύρματι καὶ τὸ διασύρειν συστοιχεῖ, ἔτι δὲ καὶ τὸ περισυρίττειν. αἰσχύνη γοῦν ἦν, καθὰ τὸ περισύρεσθαι, οὕτω καὶ τὸ περισυρίττεσθαι καὶ περικλώζεσθαι. (Vers. 217.) ἔστι δὲ τὸ ἔκπαγλον ἔπος τοιοῦτον· νῦν μὲν δὴ πάγχυ κακὸς κακὸν ἠγηλάζει. εἰς ὃ καὶ γνωματευόμενος πιθανῶς λέγει· (Vers. 218.) ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, ἤγουν εἰς τὸν ὅμοιον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρὸν, δαιτῶν ἀπολυμαντῆρα; ὃς πολλῇσι φλιῇσι παραστὰς φλίψεται ὤμους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας. τόν κ' εἴ μοι δοίης σταθμῶν ῥυτῆρα λιπέσθαι ἢ γενέσθαι, σηκοκόρον τ' ἔμεναι, θαλλόν τ' ἐρίφοισι φορῆναι. καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον (Vers. 228.) βούλεται, ἀντὶ τοῦ βουλήσεται, αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον. ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· αἴ κ' ἔλθῃ πρὸς δώματ' Ὀδυσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. (Vers. 233.) ἐπεὶ δὲ τὸν οὐ σεμνὸν ἄνδρα ἐχρῆν μὴ ἐν λόγοις μόνοις ὕβριν ἔχειν, ἀλλὰ καὶ ἐν ἔργοις ἐνασχημονεῖν, ποιεῖ ὁ Μελανθεὺς οὕτω· καὶ ἅμα τῷ λόγῳ παριὼν ἔνθορεν ἀφραδίῃσιν ἰσχίῳ, οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, (Vers. 235.) ἀλλ' ἔμεν' ἀσφαλέως, εἰ καὶ ἄλλως ἀρισφαλὴς ὡς εἴρηται ἡ ὁδός. καὶ μερμήριξε μὲν Ὀδυσσεὺς οἷα ὀρινθεὶς τὴν ψυχὴν, ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, ἢ πρὸς γῆν ἐλάσειε κάρη ἀμφ' οὖδας ἀείρας, ἢ ἀμφουδεὶς ἀείρας, εἴτε ἐρείσας. ἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο. καὶ ὁ ξεῖνος μὲν Ὀδυσσεὺς οὕτω ποιεῖ. (Vers. 239.) ὁ δὲ Εὔμαιος τὸν κακὸν ἀραῖς ἀμύνεται, ὡς εἰρήσεται. ἃ μέντοι πείσεται ὁ τὴν κορωνίδα τῆς ἀναιδίας ἐπιθεὶς Μελάνθιος, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται, ὅπου διὰ Εὐμαίου καὶ Τηλεμάχου ἀκρωτηριασθήσεται. (Vers. 218.) Σημείωσαι δὲ ὅπως καιροῦ λαβόμενος ὁ ποιητὴς, ὁποῖοι τινὲς αὐτῷ καὶ ἐν τοῖς ἑξῆς χορηγηθήσονται, κωμικεύεται διὰ μέσου τοῦ ἀναιδοῦς δούλου. καὶ ἀλλάξας ἑαυτὸν ποικιλίας χάριν οὐκέτι οὔτε σεμνὰ λαλεῖ οὔτε πρὸς σαφήνειαν, ἀλλ' ἐκτραχύνει θυμικῶς τὴν φράσιν. διὸ καὶ κατὰ κόμματα λαλεῖ, καὶ ἐννοίας ἐπινοεῖται δριμείας καὶ σκωπτικὰς, ἐπίτηδες κατά τινα διαστήματα καὶ τοιούτοις ἀρτύων τὴν ποίησιν αὐτοῦ. (Vers. 214.) Ἰστέον δὲ ὅτι ἀγλαΐα τις ἦν τῷ Μελανθίῳ καὶ τὸ μὴ αὐτὸν ἄγειν τὰς αἶγας, ἀλλὰ δύο ἕπεσθαι νομῆας αὐτῷ. Ὅτι δὲ ἔχαιρεν ἀγλαΐαις ὁ Μελάνθιος, ἐν τοῖς ἐφεξῆς φανεῖται. Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς ὕστερον Μελάνθιός τις ἱστόρηται ἀνὴρ ὀψοφάγος ἐπίῤῥητος, οὗ μέμνηται Ἀθήναιος, εἰπὼν ὅτι τὸν αὐτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. ἔνθα ὅρα τὸ κνισσότερος δοκοῦν ἐκ τοῦ κνισσὸς παρῆχθαι, ὃν ἡ κοινὴ φράσις οἶδεν. εἰ δέ τις αἱροῖτο ἐκ τοῦ κνίσσος οὐδετέρου εἶναι αὐτὸ ἀναλογίας ἔξω, ἔστω οὕτω· δόξοι δ' ἂν καὶ ὡς προηγεῖται ὁ κάπρος τοῦ κάπριος, οὕτω καὶ ὁ μέλανθος τοῦ Μελάνθιος. ἐπίθετον δὲ Ποσειδῶνος ὁ μέλανθος· ὅ περ σύμβολον ἴσως ἦν τῶν κατὰ θάλατταν ἐπιθέτων ἀναπτυχθὲν, ἵνα ᾖ τὸ μὲν μέλανα διὰ τὸν μέλαντα πόντον, τὸ δὲ ἄνθος διὰ τὴν πολιὰν θάλασσαν. (Vers. 215.) Τὸ δὲ ἔκ τ' ὀνόμαζεν, ὅτι ταυτόν ἐστι τῷ ἔφατο, ἀριδηλότατα καὶ ἐνταῦθα δηλοῦται ἐν τῷ, ἔπος ἔφατ' ἔκ τ' ὀνόμαζεν, ἔκπαγλον. εἰ δὲ ἦν ἐξονομάζειν τὸ καλεῖν ἐξ ὀνόματος, ἐπήγετο ἂν εἰ καὶ μὴ κλητικὴ, ἀλλ' οὖν ἑτέρα τις πτῶσις ἐπὶ τῷ φαινομένῳ πτωχῷ. νῦν δὲ μετὰ τὸ ἔκ τ' ὀνόμαζε, κεῖται τὸ, κακὸς κακὸν ἠγηλάζει. (Vers. 217.) Τὸ δὲ μάλα πάγχυ, Ἀττικόν ἐστιν, ὡς καὶ τὸ λίαν πάνυ, καὶ τὸ τυχὸν ἴσως, καὶ παρ' Ἡσιόδῳ τὸ, νόσφιν ἄτερ κακῶν. Τὸ δὲ κακὸς γενικῶς ἐνταῦθα κεῖται, δηλοῦν καὶ τὸν ἀγεννῆ καὶ τὸν δειλὸν καὶ τὸν μὴ ἀρετῶντα καὶ ὅλως τὸν οὐδὲν ὑγιὲς ἔχοντα. ἐκ τούτου δὲ Κάκκος βαρυτόνως πρὸς διαστολὴν λῃστὴς παλαιὸς, ὃς Ἡρακλεῖ κατὰ τῶν Γηρυόνου βοῶν ἐπιβουλεύσας ἐκακώθη πρὸς θάνατον. Τὸ δὲ ἡγηλάζει δασυνόμενον μέν, καθά που καὶ πρὸ τούτων ἐγράφη, τὸ προηγεῖσθαι δηλοῖ· ψιλούμενον δὲ ἀντὶ τοῦ ἄγει κεῖται, ἵνα λέγῃ, ὅτι ὁ κακὸς Εὔμαιος τὸν κακὸν ξένον ἄγει· ὅ περ ἔοικε πρὸς τὸ, τὸν ὁμοῖον ἄγει θεὸς, καὶ τὸ, τόνδε τὸν μολοβρὸν ἄγεις. (Vers. 218.) ὁ δὲ ὁμοῖος ἀναλόγως προπερισπᾶται ἐκ τοῦ