Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.139.1
Not analysed yet
ἕστο, καθὰ καὶ αὐτὸς Ὀδυσσεὺς φθάσας εἶπεν, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακά. Ὅρα δὲ ὅτι ἐν τῷ, τὰ δὲ λυγρὰ εἵματα, περιττῶς κεῖται τὸ ἄρθρον· ἤρκει γὰρ εἰπεῖν λυγρὰ δὲ εἵματα ἕστο. ἐνθυμητέον δ' ἐν τούτοις καὶ ὡς τοιαύτη τις εἰδέχθεια καὶ κακοειμοσύνη καὶ ἐν Τροίᾳ τὸν Ὀδυσσέα ὤνησε δολιευσάμενον. (Vers. 205.) Ὅτι κρήνη τις ἦν ἐν Ἰθάκῃ τυκτὴ, τουτέστι χειροποίητος, καλλίροος, ὅθεν ὑδρεύοντο πολῖται. ἀξία δὲ λόγου αὕτη τρεῖς ἔχουσα ἐπισκευαστάς· φησὶ γάρ· τὴν ποίησεν Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ὧν ἐξ Ἰθάκου μὲν ἡ Ἰθάκη, ἀπὸ δὲ Νηρίτου Νήριτον ὄρος ἐκεῖ, ἀπὸ δὲ Πολύκτορος τόπος αὐτόθι Πολυκτόριον. Πτερελάου δὲ παῖδες οὗτοι. καὶ τοῦτο μὲν οὕτως. ἀμφὶ δὲ τήνδε τὴν κρήνην αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος πάντοσε κυκλοτερὲς διὰ τὸ τίμιον τοῦ τοιούτου σχήματος, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης. βωμὸς δ' ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρέζεσκον ὁδῖται. φανεῖται δὲ μετ' ὀλίγα καὶ Ὀδυσσεὺς καίων ἦν ὅτε καὶ αὐτὸς μηρία ἀρνῶν καὶ ἐρίφων ταῖς τοιαύταις νύμφαις. αἴθριος δὲ, ὡς εἰκὸς, ὁ ὑπὲρ τῆς πέτρας οὗτος βωμὸς, ὁποῖοι καὶ ἕτεροι ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι σύνηθες ἦν καὶ τοῖς μεθ' Ὅμηρον βωμοὺς ἱδρύειν ταῖς νύμφαις καὶ μάλιστα, ὡς εἰκὸς, ταῖς Νηΐσι. λέγεται οὖν Ἀμφικτύων, βασιλεὺς Ἀθηναίων, βωμὸν ἀναστήσας Διονύσῳ καὶ ἕτερον βωμὸν δείμασθαι ταῖς νύμφαις ἐγγὺς αὐτοῦ, ὑπόμνημά, φασι, θέμενος τοῖς χρωμένοις κράσεως οἴνου πρὸς ὕδωρ. ἣν κατά τινας μὲν Μελάμπους πρῶτος ἐξεῦρε, καθ' ἑτέρους δὲ ὁ ῥηθεὶς Ἀμφικτύων, ὃς καὶ ὀρθουμένων τῶν οὕτω πινόντων, πρότερον γάρ, φασιν, ὑπὸ ἀκράτου ἐκάμπτοντο, βωμὸν ὀρθοῦ Διονύσου ἤγειρεν ἐν τῷ τῶν Ὡρῶν ἱερῷ, αἳ δὴ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. λέγονται δέ, φασι, καὶ Μοῦσαι Διονύσου τροφοὶ, νύμφαι τινὲς οὖσαι καὶ αὐταὶ, ὡς καὶ παρὰ Λυκόφρονι εὕρηται. τοῦτο δέ, φασιν, αἴνιγμα ἦν εἰς τὸ ἔμμουσον καὶ ἐναρμόνιον τῶν μὴ ἀκρατοποτούντων, ἀλλὰ μετριαζόντων τῷ κεράσματι. δῆλον δὲ ὅτι ἄλλοι τινὲς ὄμβρῳ τυχαίῳ ἀνατιθέασι τὸ τοῦ κεράσματος αἴτιον, ὃς ἀμέτρως πινόντων τινῶν ἐπὶ ἀκτῆς καταῤῥαγεὶς τὸ μὲν συμπόσιον διέλυσε, τὸν δὲ κρατῆρα μίξας παρέσχε προσηνῆ μετὰ αἰθρίαν καὶ ἄλυπον. διό, φασιν, ἀκράτῳ μὲν τῷ ἐν δείπνοις ἀγαθὸς ἐπιφωνεῖται δαίμων ἐπὶ Διονύσῳ τῷ εὑρηκότι, τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κράματι σωτὴρ Ζεὺς ἐπιλέγεται διὰ τὸν ὄμβριον Δία. τὸ δὲ κατὰ Λυκοῦργον κρᾶμα καὶ τὸν περιᾳδόμενον τεθαλαττωμένον οἶνον ζητητέον ἀλλαχοῦ. (Vers. 209.) Τὸ δὲ πάντοσε κυκλοτερὲς πρὸς διαστολὴν ἡμικυκλίου εἴρηται. (Vers. 208.) Τὸ δὲ ὑδατοτρεφεῖς τὰς αἰγείρους εἶναι, ἱστορία ἐστὶ φυτική. (Vers. 209.) Σημείωσαι δ' ἐνταῦθα εἰς τὸ, πάντοσε κυκλοτερὲς, ὅπως τίμιον ἐδόκει χρῆμα τοῖς παλαιοῖς ὁ κύκλος διὰ τὸ κατὰ κόσμον σφαιροειδές. οὗ φαντασίαν ἐναργῆ, φασὶ, λαβόντες ἐκ τοῦ τῆς σελήνης καὶ τοῦ ἡλίου σχήματος θέατρά τε κυκλοτερέσιν ἐσέμνυνον σχήμασι, καὶ τὸν τῆς ἀγορᾶς δὲ τόπον κύκλῳ περιέγραφον κατὰ τὸ, κυκλόεντ' ἀγορᾶς θρόνον, καὶ βωμοὺς δὲ ἱεροὺς πάντοσε κυκλοτερεῖς ἀνίστων, καὶ κατὰ περιστροφὴν δέ, φασι, καθὰ καὶ ἄλλα τινὰ τῶν κάτω τοῖς ἄνω ἤθελον ἀφομοιοῦν. διὸ καὶ ἡ τράπεζα κυκλοειδὴς ἦν αὐτοῖς. κυκλοτερεῖς δὲ καὶ οἱ καθαγιζόμενοι τρίποδες, ἔχοντες αὐτοὶ καὶ ἀστέρας, οὕς, φασι, καὶ ἐκάλουν σελήνας. προσθετέον δὲ τούτοις, φασὶ, καὶ τὴν ἅλω, διαγεγραμμένην εἰς κύκλον. καὶ τὸν ἄρτον δέ, φασιν, οὕτως ἐκάλεσαν διὰ τὸ κατ' αὐτὸν στρογγύλον· ἐπειδὴ τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος· οὗ περ ἴσως ἐμφαντικὸν τὸ, οὖλον ἄρτον ἑλὼν, ὅ πέρ ἐστιν ὅλον, ἤγουν τέλειον. καὶ τὸ ποτήριον οὖν, φασὶ, τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. ἐνταῦθα δὲ παραπηγνύει ὁ παλαιὸς καὶ τὸ Νεστόρεον ποτήριον καὶ τοὺς περὶ αὐτὸ ἀστέρας, οὓς ὁ ποιητὴς ἥλους, φησὶν, ὀνομάζει διὰ τὸ καὶ περιφερῶς ἔχειν κατὰ τοὺς ἥλους καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, αἰὲν κατὰ τὴν Ἀράτου σοφίαν ἀρηρότας ἀγάλματα νυκτὸς ἰούσης. ὡς ἐοικέναι οὐρανὸν μὲν ἀργύρῳ τῷ κατὰ τὴν κύλικα τοῦ γέροντος, ἀστέρας δὲ τούτους χρυσῷ, διὰ τὸ πυρῶδες. ὅσοις δὲ καὶ ἄλλοις λόγοις τὸ κατὰ κύκλον σχῆμα πολλῷ δὲ πλέον τὸ κατὰ τὴν σφαῖραν σεμνύνεται, λαλοῦσιν οἱ περὶ ταῦτα ποιησάμενοι, πολλὴν ὅτι μάλα εὐπορίαν ἐκεῖνοι ἐξευρηκότες ἐνταῦθα. (Vers. 212. sqq.) Ὅτι Μελάνθιος αἰπόλος δοῦλος ὁ καὶ Μελανθεὺς Δουλίου υἱὸς, Εὐρυμάχῳ πεποιθὼς, ᾧ εἴχετο Μελανθὼ ἡ αὐτοῦ ἀδελφὴ, ἀναιδέστατος ἦν. καὶ νῦν Ὀδυσσέα σκώπτει καὶ Εὔμαιον καθ' ὁδὸν αὐτοῖς ἐντυχών. φησὶ γοῦν ὁ ποιητὴς, ὡς ἦγε μὲν αἶγας, αἳ πᾶσι μετέτρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύο δ' ἅμ' ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσε. καὶ ἑρμηνεύων Ὅμη-