Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.151.1
Not analysed yet
Ὀδυσσεὺς τοῦτο τεχνᾶται, ἵνα πάντων οὕτω πειράσηται. (Vers. 368.) Τὸ δὲ τίς εἴη καὶ πόθεν ἔλθοι, ἐπιτομή ἐστι τοῦ, τίς πόθεν εἶς ἀνδρῶν καὶ ἑξῆς, ὃ ἐν ἄλλοις κεῖται. (Vers. 371.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ πρόσθεν ἀντὶ τοῦ πρὸ ὀλίγου καὶ ὡς εἰπεῖν ἐγγὺς, κατὰ δύναμιν τῆς προς προθέσεως. φησὶ γὰρ Μελάνθιος πρόσθεν τὸν Ὀδυσσέα ἰδεῖν, ἤγουν ὀλίγον τι πρὸ τοῦ αὐτὸν καὶ τὸν συβώτην ἐλθεῖν. (Vers. 375.) Ὅτι μεμφόμενος Ἀντίνοος τὸν Εὔμαιον, οἷς ἤγαγεν εἰς Ἰθάκην τὸν φαινόμενον πτωχὸν, φησίν· ὦ 'ρίγνωτε συβῶτα, τουτέστιν, ὡς καὶ προεῤῥέθη, ἄγαν γνώριμε ἐπὶ ἀχρείᾳ τέχνῃ, ὡς καὶ εἴ τις εἴπῃ πρός τινα, ὦ ἀρίγνωτε πτωχὲ, ἤ τι τοιοῦτον. βούλεται γὰρ εἰπεῖν τὸν Εὔμαιον γνωστικὸν ἐπὶ εὐτελείᾳ καὶ οὐ δαμινότητι. καὶ ἄλλως δὲ, καθὰ καὶ ὁ παρὰ Θεοκρίτῳ αἰπόλος γνωστὸς φαίνεται, ἀφ' ὧν ἐκεῖνος λέγει αἰπολικῶν σημείων, οὕτω κἀνταῦθα συβώτης ἀρίγνωτος ὁ τοιούτῳ ἐοικὼς καὶ ἐκ μόνης τυχὸν ὄψεως, καὶ μὴ ἀμφίβολος εἰς τὸ συβώτης εἶναι, ὅ περ ὁ Μελάνθιος μὴ ἔχων ἀγλαΐας φέρειν ὀνειδίζεται, ὡς μὴ αἰπόλῳ ἐοικώς. ἔστιν οὖν ἀστειότερον τὸ τοῦ Ἀντινόου· ὦ ἀρίγνωτε συβῶτα, ἤ περ τὸ τοῦ Μελάνθεως· ἀμέγαρτε συβῶτα. εἰ δέ τις ἀμέγαρτον ἐπιστατικῶς ἐκεῖ νοήσοι τὸν πολυφθόνητον, εἴη ἂν καὶ ἐκεῖνο ὅμοιον τούτῳ. Ἀττικὴ δὲ συναλοιφὴ τὸ, ὦ 'ρίγνωτε, ὁμοία τῷ, ὦ 'γαθέ. Ὦ τοίνυν ἀρίγνωτε συβῶτα, τιήδε σὺ τόνδε πόλινδε ἤγαγες; ἢ οὐχ' ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι πτωχοὶ ἀνιηροὶ δαιτῶν ἀπολυμαντῆρες; ἢ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδ' ἀγειρόμενοι; σὺ δὲ καί ποθι τόνδ' ἐκάλεσας; Ὅρα δ' ἐν τούτοις, ὡς εἰς τὴν αὐτὴν ἔννοιαν ὁ κακὸς Ἀντίνοος τῷ κακῷ Μελανθίῳ ἐνέπεσεν. ἐκεῖνός τε πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα τὸν Ὀδυσσέα ἔφη, καὶ οὗτος ἐπλήθυνε τὰ τοιαῦτα ὀνόματα. (Vers. 376.) Ἐν δὲ τῷ, ἧμιν ἀλήμονές εἰσιν, ἀλήμονας μὲν τοὺς ἀλήτας λέγει. τοῦ δὲ ἧμιν συστέλλει μὲν τὴν λήγουσαν, περισπᾷ δὲ τὴν ἄρχουσαν, λόγῳ ἐγκλιτικῷ, καθά που καὶ ἀλλαχοῦ ἐποίησε. (Vers. 378.) Τὸ δὲ ἢ ὄνοσαι, ἀστείως ἔφη ἀντὶ τοῦ, ἢ μέμφῃ ἡμῖν δηλαδὴ ἢ τοῖς ἀλήταις ὡς μὴ βοροῖς οὖσι μηδὲ δαπανᾶν εὖ δυναμένοις τὰ τοῦ οἴκου τῶν σῶν δεσποτῶν, καὶ διατοῦτο καὶ ἑτέρους ἄγεις τοὺς ἀξιολογώτερον καταφαγομένους ἐκεῖνα. καὶ ἔστιν ἔννοια ὁμοία πρὸς τὸ, ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσεσθαι κακότητος. ὅ περ ἐν τῇ ε ῥαψῳδίᾳ ὁ Ποσειδῶν πρὸς τὸν Ὀδυσσέα φησί. καὶ οὕτω μὲν καλῶς ἔχει τὸ ὄνοσαι. τὸ μέντοι εἰπεῖν τὸ, ἢ ὄνοσαι ἀντὶ τοῦ ὠφέλειαν ἔχεις ἐκκενουμένου τοῦ δεσποτικοῦ οἴκου, σαφέστερον μὲν, οὐκ ἔχει δὲ καὶ ἐμμάρτυρον τὸ ὄνοσαι κείμενον ἐπὶ σημασίας τοιαύτης. ὄνησαι γὰρ μᾶλλον ὤφειλεν εἶναι, ὡς δηλοῖ τὸ, ὀνήμενος. καὶ τὸ, οὐδ' ἀπόνητο. (Vers. 379.) Τὸ δὲ καί ποθι τόνδ' ἐκάλεσας, προκλητικόν ἐστι τοῦ ἐφεξῆς νοήματος. ἐντεῦθεν γὰρ λαβὼν ὁ Εὔμαιος ἀφορμὴν ἀντιλαλήσει πρὸς Ἀντίνοον, ἀρξάμενος ἀπὸ τοῦ, τίς ἂν ξεῖνον καλέσῃ ἄλλοθεν καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ καὶ ὡς, εἰ καὶ ἐν τοῖς ἑξῆς Ἶρός τις ἱστορηθήσεται πτωχὸς πανδήμιος, ἀλλ' οὐ μόνον ἐκεῖνον Ἰθάκη ἔχει, ἀλλὰ καὶ ἑτέρους τοιούτους, ὡς δηλοῖ τὸ, πτωχοὶ ἀνιηροὶ καὶ ἑξῆς. καὶ ὅμως δοκεῖ προέχειν ὁ Ἶρος τῶν λοιπῶν. (Vers. 381. sqq.) Ὅτι Εὔμαιος αἰτιώμενος τὸν Ἀντίνοον ἐφ' οἷς αὐτὸν ἐσυκοφάντησεν ὡς καλέσαντά ποθι τὸν πτωχοοδυσσέα εἰς τὴν Ἰθάκην, φησίν· Ἀντίνοε, οὐ μὴν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γε, εἰ μὴ τῶν, οἳ δημιουργοὶ ἔασι, τουτέστι δημουργοὶ κατὰ κρᾶσιν, τεχνίται δημοσίᾳ ἐργαζόμενοι· οὓς καὶ πρὸς ὄνομα λέγων φησίν· μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδὸν, ὃς ἂν τέρπῃσιν ἀείδων. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν. πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἑαυτόν. αὐτοὶ δὲ δηλαδὴ κἂν ἀποσοβῶνται, κατὰ τὰς μυίας ἐφίπτανται ταῖς τραπέζαις αὐτόματοι. εἶτα καὶ ὡς χαλεπὸν τοῖς τε ἄλλοις καὶ αὐτῷ μάλιστα σκώπτων τὸν Ἀντίνοον φησίν· ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δ' αὖτ' ἐμοὶ, τουτέστι περισσότερον δὲ τῶν ἄλλων ἐμοί. αὐτὰρ ἔγωγε οὐκ ἀλέγω, ἕως μοι ζῶσιν οἱ δεσπόται. Ἰστέον δὲ, ὅτι τε τὸ οὐ καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις, σκῶμμα ἐστὶ πρὸς τὸν μὴ εὖ λαλοῦντα, καὶ ὅτι τὸ, οὐ καλὰ, οὐ μόνον ὀνοματικῶς νοεῖται, ἀλλὰ δύναται καὶ ἐπίῤῥημα εἶναι ἶσον τῷ οὐ καλῶς, κατὰ τό· ἦ μευ καλὰ κήδεαι, ἀντὶ τοῦ, ὄντως καλῶς ἐμοῦ κήδῃ ὡς οἰκείου υἱοῦ. εἰ δὲ καὶ ὄνομά ἐστι τὸ καλὰ, οὐκ ἀπεικὸς ἀντὶ ἑνικοῦ εἰλῆφθαι, ἵνα εἴπῃ, ὡς οὐ καλὸν πρᾶγμα λέγεις. καὶ γέμουσι καὶ τοιούτου σχήματος οἱ παλαιοὶ λόγοι, καὶ αἱ τοῦ δήμου δὲ γλῶσσαι. οὕτω ἐν Ἰλιάδι ἐγράφη τὸ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην· ταυτὸν γάρ ἐστι τὰ πρῶτα καὶ τὸ πρῶτον εἰπεῖν. οὕτω καί τις ὕστερον ἔφη τὸ, δυοῖν τὸ ἕτερα πεπονθὼς, ὃ κοινῶς