Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.152.1
Not analysed yet
δυοῖν θάτερον λέγεται. (Vers. 383.) ὁ δὲ περὶ τῶν δημιουργῶν λόγος διδάσκει, ποῖαι τέχναι μάλιστα προσκλητέαι εἰς τὸ κοινὸν, ὅτε μὴ κατὰ χώραν εὑρίσκονται. δημιουργοὶ δὲ, ὡς ἐλέχθη, οἱ κατὰ τὸ δημόσιον χειροτέχναι, οἳ καὶ κλητοί εἰσι, διότι καλοῦνται ποτὲ ἄλλοθεν, ὡς ἐτυμολογεῖ ὁ ποιητής. Αἴλιος δὲ Διονύσιος φησὶν, ὅτι δημιουργὸν Ἀττικοὶ λέγουσιν οὔτε τὸν δημοσίᾳ μισθαρνοῦντα, ὡς Ὅμηρος, οὔτε τὸν δήμου προεστῶτα, ὡς οἱ Δωριεῖς, ἀλλὰ γυναῖκα πέττουσαν πέμματα. Παυσανίας δὲ λέγει, ὅτι δημιουργοὶ οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες, καὶ ἅπαξ πάντες οἱ χειροτέχναι, οἳ γεωργοὺς καὶ πολιτικοὺς ὠφέλουν. ὅθεν δημιουργοί, φησι, καὶ αἱ τοῖς γάμοις τὰ σύμφορα πράττουσαι, αἳ καὶ νυμφίους, φησὶ, ἔλουον καὶ ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον. Ὅτι δὲ καὶ Ἀττικὴ λέξις ὁ δημιουργὸς, δηλοῖ καὶ Ἡρῳδιανὸς, ἱστορῶν ὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περισπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ. Ἰστέον δὲ ὅτι τοὺς δηλωθέντας χειροτέχνας ἔστιν εἰπεῖν εἶναι τοὺς τοῦ μύθου ἐγχειρογάστορας, ὡς ἀπὸ χειρῶν βιοτεύοντας, καθὰ καὶ ἐγγλωττογάστορες παρὰ Αἰλίῳ Διονυσίῳ οἱ ἀπὸ γλώττης ζῶντες. Τὸ δὲ, ἰητῆρα κακῶν, ἐντελῶς ἐφράσθη, καθὰ καὶ τὸ, τέκτονα δούρων. τὸ μέντοι ἰητὴρ καὶ τὸ τέκτων ἐλλειπτικῶς λέγονται. τέκτων δὲ δούρων οἰκοδόμος τε καὶ ναυπηγὸς, καὶ ἁπλῶς ἅπας ὁ ὁπωσοῦν διακείμενος περὶ ἐπισκευὴν ξύλου. (Vers. 385.) Ἐν δὲ τῷ, θέσπιν ἀοιδὸν, ἀρσενικοῦ μὲν γένους τὸ θέσπις, σύγκειται δὲ ἐκ τούτων τὸ θεσπιωδεῖν. (Vers. 387.) Τοῦ δὲ τρύξοντα θέμα μὲν τὸ τρύχω, αὐτὸ δὲ παράγεται ἐκ τοῦ τρύω, τοῦτο δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τορῶ, ὃ δηλοῖ τὸ τρυπᾶν. (Vers. 393.) Ὅτι παῦσις πολυλογίας τὸ, σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν· φιλονείκου δὲ ἀνδρὸς ἔνδειξις τὸ, οὗτος εἴωθε κακῶς ἐρεθιζέμεν ἀεὶ μύθοισι χαλεποῖσιν, ἐποτρύνειν δὲ καὶ ἄλλους. Ἰστέον δὲ ὅτι τὸ μὲν σίγα γράφεται καὶ ἄττα. (Vers. 394.) Τὸ δὲ, ἐρεθίζειν μύθοις χαλεποῖς, πρὸς διαστολὴν εἴρηται χρηστοτέρων ἐρεθισμῶν. ἢ καὶ ἄλλως, τὸ ἐρεθίζειν κακολογίαν δηλοῖ παρὰ τῷ ποιητῇ, ὥς περ καὶ τὸ ἐρέθειν, ὅθεν πᾶς ἐρεθισμὸς ἐν χαλεποῖς μύθοις γίνεσθαι δοκεῖ. (Vers. 397.) Ὅτι Ἀντινόου δοκοῦντος ἐθέλειν διωχθῆναι τὸν πτωχὸν Ὀδυσσέα, ἵνα δῆθεν μὴ τρύχηται ὁ τοῦ Τηλεμάχου οἶκος, εἰρωνευόμενος ὁ Τηλέμαχος παντοῖος γίνεται. καὶ πρῶτα μὲν εἰσποιεῖται αὐτὸν ὡς εἰς πατέρα οἷα τὴν μητέρα μνηστευόμενον, εἶτα μέμφεται ὡς οὐ καλῶς λέγοντα, καὶ ἐπιτρέπει ἐλεῆσαι τὸν ξένον, ἐλέγχων αὐτὸν ὡς φειδωλόν. φησὶ γοῦν· Ἀντίνοε, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ἤγουν καλῶς μου φροντίζεις ὡς πατὴρ υἱοῦ, (Vers. 398.) ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι, ὅ ἐστι διώκειν, μύθῳ ἀναγκαίῳ, ἤγουν ἀναγκαστικῷ. (Vers. 399.) μὴ τοῦτο θεὸς τελέσειεν, ὁ ξένιος δηλαδή. (Vers. 400.) δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἔγωγε. καὶ ὅρα τρεῖς ἐννοίας κομματικὰς ἐν τῷ στίχῳ τούτῳ. εἶτα λέγει, μήτε τὴν μητέρα εἰς τοῦτό γε ἅζεσθαι, μήτε τιν' ἄλλον δμώων· κωλύει γὰρ οὐδείς. ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, (Vers. 404.) αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ· ὅ περ αἰσχροκερδοῦς ἴδιον. ταῦτα ὁ Τηλέμαχος. (Vers. 406.) ἐφ' οἷς παροξυνθεὶς ὁ Ἀντίνοος ἐντύνεται κατὰ τοῦ Ὀδυσσέως εἰς τὴν μετ' ὀλίγα βολήν. καὶ τέως ὑψαγόρην συνήθως καὶ μένος ἄσχετον τὸν Τηλέμαχον προσειπὼν, λέγει πρὸς τὸ, δός οἱ ἑλὼν, (Vers. 407.) ὡς εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι, τουτέστιν, ἐὰν οἱ μνηστῆρες πάντες τοσοῦτον δοῖεν τῷ πτωχῷ, πολὺν ἂν καιρὸν διαγάγοι μὴ ἐλθὼν εἰς τὸν οἶκον. ὃ δηλοῖ φαινομένως μὲν πολλὴν ἐλεημοσύνην τοῦ πτωχοῦ ἐξ αὐτοῦ, ἀληθῶς δὲ πληγὴν μεγάλην καὶ τραῦμα δεινὸν, δι' οὗ πολὺν χρόνον οὐκ ἂν ἰσχύσῃ ἐλθεῖν εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ὁ πληγεὶς πτωχὸς, ἵνα λέγῃ ὅτι δώσω μὲν, ἀλλὰ δεινὴν πληγήν. (Vers. 409.) ἐφ' οἷς καὶ θρῆνυν ἑλὼν ὑπέφῃνε τραπέζῃ κείμενον, ᾧ ἔπεχε λιπαροὺς πόδας εἰλαπινάζων. καὶ τέως μὲν ἀφίησι κεῖσθαι τὸν θρῆνυν, μετ' ὀλίγα δὲ βάλλει δεξιὸν ὦμον τὸν τοῦ Ὀδυσσέως, ὡς ῥηθήσεται. Σημείωσαι δὲ, ὡς νῦν μὲν οὕτως ὁ Ἀντίνοος ἐσχημάτισε, μετ' οὐ πολλὰ δὲ καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς φιλοτιμήσεται εἰπεῖν κατὰ σχηματισμὸν, ὃν Τηλέμαχος μὲν συμβαλεῖται ἂν τότε, οὐ μὴν δὲ καὶ οἱ μνηστῆρες διὰ τὸ ἀσφαλὲς τοῦ σχηματισμοῦ. ἔνθα ἐρεῖ, μὴ πένθιμον εἶναι, ὁπότε τις περὶ τοῖς ἑαυτοῦ μαχόμενος βληθείη καὶ τὰ ἑξῆς. (Vers. 410.) Ὅρα δὲ ὅτι ἀρσενικῶς εἶπε τὸν θρῆνυν, ὡς δηλοῖ τὸ, ᾧ ἔπεχε πόδας, ἤγουν ἐφ' ᾧ εἶχε τοὺς πόδας. ὃν κείμενον ἐν τῇ τραπέζῃ καὶ ὑποκείμενον τοῖς ποσὶν ὑπέφῃνεν ἤγουν ὑποκάτω ἔφῃνεν