Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.154.1
Not analysed yet
πῆμα προσήγαγε δαιτὸς ἀνίην; στῆθ' οὕτως ἐς μέσον ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ καὶ ἴδηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως· ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. (Vers. 453.) Ὀδυσσεὺς δὲ ἀναχωρήσας, ἤγουν ἀνὰ πόδα χωρήσας, ἔφη· (Vers. 454.) ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν· οὐ σύ γ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος, οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. (Vers. 458.) ἐπὶ τούτοις χολώσατο κηρόθι μᾶλλον Ἀντίνοος, καί μιν ὑπόδρα ἰδὼν ἔφη· (Vers. 460.) νῦν δή σε οὐκέτι καλὰ, ἤγουν καλῶς, δι' ἐκ μεγάροιό γ' ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. ὣς ἂρ ἔφη. (Vers. 462.) καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, πρυμνότατον κατὰ νῶτον· ὁ δ' ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδ' ἄρα μιν σφῆλε βέλος Ἀντινόοιο· ἀλλ' ἀκέων κίνησε κάρη βυσσοδομεύων· ἂψ δ' ἐπ' οὐδὸν ἰὼν κατ' ἂρ ἕζετο, κὰδ δ' ἄρα πήρην θῆκεν ἐϋπλείην. καὶ εἰπὼν τοῖς μνηστῆρσι, (Vers. 468.) κέκλυτέ μευ ὄφρ' εἴπω, καὶ ἑξῆς, ἐπάγει· (Vers. 420.) οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι βλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννῇσιν ὀΐεσσιν. αὐτὰρ ἔμ' Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς οὐλομένης. εἶτα ἑρμηνεύων τὸ οὐλομένης φησίν· (Vers. 474.) ἣ πολλὰ κάκ' ἀνθρώποις δίδωσιν. (Vers. 475.) ἀλλ' εἴ που πτωχῶν γε θεὸς καὶ Ἐριννύες εἰσὶν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. καὶ ὁ Ἀντίνοος ἀπειλησάμενος ἔπαυσε τέως τὴν ὀργήν. Ἰστέον δὲ ὅτι τὸ, (Vers. 446.) τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην, λύπην δηλοῖ ἐπὶ κακῷ δαιτυμόνι. Τὸ δὲ ἀνίη δαιτὸς, εἴληπται ἀπὸ τοῦ, πτωχὸν ἀνιηρὸν, ὃ πρὸ ὀλίγων κεῖται. (Vers. 447.) Τὸ δὲ, στῆθι ἐς μέσον, ἐπίτηδες Ἀντίνοος ἐθέλει, ὡς ἂν ἐκ διαστήματος ἀξιόλογος γένηται ἡ κατὰ τοῦ Ὀδυσσέως βολή. (Vers. 448.) Ἐν δὲ τῷ, πικρὴν Αἴγυπτον καὶ Κύπρον, ὅρα μή ποτε ἡ παλαιὰ παρατήρησις διαπίπτῃ, ὡς θηλυκῶς ἐνταῦθα τῆς Αἰγύπτου λεχθείσης, ἵνα μὴ κατὰ τοὺς ἀφερεπόνως σημειωσαμένους ἀρσενικῶς μόνον εἰδείη ὁ ποιητὴς Αἴγυπτον τὸν Νεῖλον, ἀλλὰ καὶ χώραν ὁμωνύμως ἢ καὶ πόλιν. καὶ ἔχει λόγον τοῦτο οὐχήκιστα, ἵνα δύο στίχων ἐφεξῆς κειμένων, ἐν οἷς ὁ μὲν ἔχει τὸ, Αἴγυπτόνδε ἰέναι δολιχὴν ὁδὸν, ὁ δὲ τὸ, στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας, Αἴγυπτος μὲν ἁπλῶς ἡ χώρα ἢ καὶ ἡ πόλις εἴη, ὁ δὲ μετὰ προσθήκης Αἴγυπτος ποταμὸς τὸν Νεῖλον δηλοῖ. Αὐτὸ δὲ τὸ, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ ἴδηαι θυμικῶς ῥηθὲν, οὐκ εὐδιανόητον μὲν ἁπλῶς οὕτως ἐστὶ, δηλοῖ δὲ, ὡς ἐπὶ κακῷ τοῦ ξένου ἔσται τὸ περὶ Αἰγύπτου καὶ Κύπρου ἀφηγεῖσθαι, ὡς ἵκετο ἐκεῖ καὶ εἶδε τὰ ἐκεῖ. (Vers. 449.) Τὸ δὲ ὥς τις θαρσαλέος ἐσσὶ, ἀντὶ τοῦ λίαν θαρσαλέος· γραφῆναι γὰρ αὐτὸ διὰ μικροῦ ο ἀσύνηθες τοῖς Ὁμηρικῶς λαμβάνουσιν ἐπὶ ἀορίστων τὸ ὅς τις. (Vers. 450.) Τὸ δὲ πάντεσσι παρίστασαι, ματαία αἰτίασις, ὁποῖα τὰ τοῦ θυμοῦ. τί γὰρ ἂν ἄλλο καὶ ποιήσῃ ὁ πτωχεύων; Τὸ δὲ, οἱ δὲ διδοῦσι μαψιδίως, εὐλογοφανὴς δῆθεν μέμψις αἰτιωμένη τὸ μάτην δαπανᾶν. (Vers. 451.) Τὸ δὲ, ἐπεὶ οὔ τις ἐπίσχεσις, ὀνειδισμός ἐστιν, ὡς μὴ φειδομένων τῶν μνηστήρων ἐπὶ τοῖς ἀλλοτρίοις. τούτῳ δ' ἀκόλουθον καὶ τὸ, οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἤγουν οὐδεμία φειδὼ δωρεῖσθαι τὰ ἀλλότρια, ὅ περ αὐτὸς μὴ ποιῶν ἀγαθόν τι δῆθεν ποιεῖν ἔοικε. πρὸς ὃ καλῶς ἀκούει ὡς ἐκ περιτροπῆς καὶ στροφῆς τοῦ τοιούτου ἐπιχειρήματος τὸ, οὐ σύ γ' ἂν ἐξ οἴκου δοίης τι, ὃς ἐκ τῶν ἀλλοτρίων οὐδὲν δίδως. (Vers. 452.) Τὸ δὲ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, φθόνον ἔχει καὶ φειδωλίαν ὕπουλον, ὡς οἷα μεμφομένου τοῦ Ἀντινόου, εἰ πολλὰ ἑκάστῳ πάρεισιν. οἱονεὶ γάρ, φησιν, ὡς εἴ περ ὀλίγα παρέκειντο, οὐκ ἂν διεδίδοντο. (Vers. 454.) Τὸ δὲ, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν, λέγοιτο μὲν ἂν πρὸς πάντα λαμπρὸν μὲν ἰδεῖν, μεμπτὸν δὲ φρονεῖν. ἐναντιοῦται δὲ πρὸς τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι, ἀλλ' ὁ ἄριστος, ὅ περ εἶπεν Ὀδυσσεὺς ῥητορικῶς, ὅτε μή πω δεδοκίμακε τὸν Ἀντίνοον, οὐκ εἰπὼν ὅτι ἄριστος εἶ, ἀλλ' ἐνδοιαστικῶς, ὅτι δοκεῖς μοι τοιοῦτος. μέρος δὲ ἀφροσύνης ἐν αὐτῷ καὶ τὸ ἀναιδῆ προΐκτην τὸν ξένον εἰπεῖν, ὡς πᾶσι παριστάμενον καὶ αἰτοῦντα, ὅ περ ἄλλως ἡ περίφρων Πηνελόπη κρίνει, ἐν οἷς ἐρεῖ, ὅτι κακὸν αἰδοῖος ἀλήτης, ὡς τοιούτου τοῦ Ὀδυσσέως φαινομένου αὐτῇ. οὕτως ἐναντίαις δόξαις οἱ ἄνθρωποι ἐν πολλοῖς μεριζόμεθα. (Vers. 455.) Ἐπιστάτην δὲ τὸν ἐπαίτην λέγει νῦν παρὰ τὸ ἐφίστασθαι. οἱ δὲ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ παιδαγωγοῦ καὶ παιδοτρίβου οἴδασι τεθεῖσθαι.