Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.153.1
Not analysed yet
ὑπεξαγαγὼν τῶν ποδῶν, ὡς ἂν ἔχοι ῥᾷον αὐτοῦ ἐπικύψας ἅψασθαι, ὅτε θελήσει κατὰ τοῦ Ὀδυσσέως βαλεῖν. (Vers. 410.) Ὅτι δὲ τὸ ἐπέχειν ἔστιν ὅτε καὶ ἔχθραν δηλοῖ, ἐν τοῖς ἑξῆς που δηλώσει ὁ ποιητής. (Vers. 408.) Τὸ δὲ, τρεῖς μῆνας, ἁπλοϊκῶς παρεῤῥίφη καὶ οὐ σπουδαίως ὥρισται. (Vers. 411.) Ὅτι ἔλεον πτωχοῦ δηλοῖ τὸ, οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην σίτου καὶ κρειῶν. τάχα δὴ καὶ ἔμελλεν ὁ λαβὼν πτωχὸς, αὖτις ἐπ' οὐδὸν ἰὼν, προικὸς γεύσεσθαι Ἀχαιῶν, ἤγουν δωρεᾶς, ὡς καὶ προγέγραπται. (Vers. 415.) Ὅτι ὁ δεόμενος τῶν τινὸς μεγιστάνων ἐπὶ δώρῳ εἴποι ἂν τὸ, δὸς φίλος, οὐ μέντοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον, ἠέ περ ἄλλοι, σίτου ἢ τοῦδε τινός. (Vers. 418.) ἐγὼ δ' ἄν σε κλείω κατ' ἀπείρονα γαῖαν. Ὀδυσσέως δὲ καὶ τοῦτο λόγος, ὃς οἷα πολλὴν γῆν ὡς ἀλήτης περιϊὼν ὑπισχνεῖται, τὸν Ἀντίνοον παρὰ πολλοῖς εὐκλεῶς φημίσαι. εἰ δὲ καὶ ἐκ πλουσίων ποτὲ εἴη ὁ δεόμενος, πρέπει προσθεῖναι καὶ τὰ ἑξῆς· (Vers. 421.) καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι, ἤγουν ὑπάρχοι, καὶ ὅτευ κεχρημένος ἔλθοι, ἤγουν καὶ οὗ ἂν χρῄζοι, μὴ ἀνακρίνων μήτε προσώπου μήτε δώρου ποιότητα. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ, οἷσιν εὖ ζώουσι (Vers. 423.) καὶ ἀφνειοὶ καλέονται, οἱ ἄνθρωποι δηλαδή. ἀλλὰ θεὸς ἀλάπαξεν· ἤθελε γάρ που. Καὶ ὅρα τὸ, εὖ ζώουσιν· ἐξ οὗ ζωὴ πρὸ τούτων ἡ τοῦ ζῆν ἐλέχθη περιουσία. οἱ μέντοι μεθ' Ὅμηρον σοφοὶ ἐκ τούτου συνθέντες εὐζωΐαν τὴν εὐδαιμονίαν φασίν. (Vers. 415.) Ὅρα δὲ τὸ, οὐ κάκιστος ἀλλ' ὤριστος, ἐντελῶς ῥηθὲν σαφηνείας χάριν. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐν τῷ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, χρὴ προσεπεννοεῖν τὸ, ἀλλ' ὁ ἀνδρειότατος. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἄλλως γὰρ ὁ οὐ κάκιστος καὶ ὁ οὐκ ἀφαυρότατος οὐκ αὐτόθεν ἁπλῶς νοοῦσι τὸν ἄριστον καὶ τὸν ἀνδρειότατον. (Vers. 418.) Τὸ δὲ, κλείω κατ' ἀπείρονα γαῖαν, χρόνον καὶ αὐτὸ ἀντὶ χρόνου λαμβάνει· ἀντὶ τοῦ δοξάσω γὰρ μέλλοντος εἴρηται. (Vers. 424.) Τὸ δὲ, ἤθελε γάρ που θεὸς, εὐσεβοῦς ἤθους ἐστὶν, ἀνατιθέντος τῷ κρείττονι τὰ συγκυροῦντα. (Vers. 425.) Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς καὶ τὰ τοιαῦτα πρὸς τὸν Ἀντίνοον λέγει παρὰ κοφῷ ᾄδων, ὅ φασιν. ἐφ' οἷς καὶ συγκαλύπτων τὴν περὶ αὐτοῦ ὑπόνοιαν ἐπιπλέκει μέρος τι τῆς πρὸς τὸν Εὔμαιον ἐκείνης ψευδολογίας, ἵνα μὴ ἄλλο τι πλάσας ὑποπτευθείη παρὰ τοῦ Εὐμαίου παρόντος καὶ ἀκροωμένου, ὡς πρὸς ἐκεῖνον ψευσάμενος. καὶ λέγει πάλιν, ὅπως ἐν Αἰγύπτῳ ποταμῷ στήσας νέας ἀμφιελίσσας καὶ ὀπτῆρας ὀτρύνας νέεσθαι κατὰ σκοπιὰς ἐδυστύχησεν ἐκ τῶν ἑταίρων, καὶ τέλος μετὰ πολὺν κίνδυνον ἁλοὺς καὶ αὐτὸς ἀπεδόθη ἐς Κύπρον τῷ ἐκεῖ ἀνάσσοντι Δμήτορι Ἰασίδῃ. ἐκεῖθεν δέ, φησι, δεῦρο τόδ' ἵκω πήματα πάσχων. (Vers. 442.) τούτοις δὲ προστίθησί τι καὶ ἀνήκουστον τῷ Εὐμαίῳ τὸ εἰς τὴν Κύπρον πραθῆναι, οἷα ὑπονοῶν, ὡς εἰκὸς, ὅτι οὐκ ἂν παρὼν καὶ ἀκούων ἄρτι ὁ Εὔμαιος ἐλέγξῃ τοῦτον, ὡς ἢ μὴ μεμνημένος ἢ μὴ βουλόμενος. (Vers. 415.) Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τοῦ, οὐ γάρ μιν, ὡς εἴρηται, ἀφαυρότατος βάλεν Ἀχαιῶν, εἴρηται καὶ ὧδε τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι. πλὴν ἐκεῖνο μὲν ἀφῆκεν οὕτως ἐν ἀσαφεῖ κεῖσθαι διὰ τὸ πρὸς φρονοῦντας λαλεῖν. (Vers. 416.) νῦν δὲ, ἵνα μὴ ὁ Ἀντίνοος, περὶ οἷ ὁ λόγος οὗτος, ὕβριν ὑποπτεύσῃ, διεσάφησεν ἐπαγαγὼν τὸ, ἀλλ' ὁ ἄριστος. (Vers. 425.) ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ληϊστῆρας πολυπλάγκτους λέγει συνήθως τοὺς κατὰ θάλασσαν πειρατὰς, ἐπεὶ μὴ ἔστιν αὐτοῖς εἷς σκοπὸς τοῦ πλοῦ. (Vers. 427.) λέγει δὲ καὶ τὸν Νεῖλον Αἴγυπτον ποταμὸν, ὡς καὶ πρὸ τούτων, (Vers. 432.) καὶ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς διὰ τὴν κατ' Αἴγυπτον πιότητα τῆς γῆς. (Vers. 443.) εἰ δὲ Κινύρας ἐν Ἰλιάδι Κύπρου ἦν βασιλεὺς, ἀλλ' ἐκείνου μηκέτ' ὄντος ὁ ῥηθεὶς Δμήτωρ βασιλεῦσαι δοκεῖ. (Vers. 441.) Ἐν δὲ τούτοις κεῖται καὶ ἡ ἀνάγκη ἐπὶ βίας ἐν τῷ, ἐργάζεσθαι ἀνάγκῃ, ἤγουν βιαίως· ὅθεν καὶ μῦθος ἀναγκαῖος πρὸ βραχέων ὁ ἀναγκαστικός. (Vers. 446.) Ὅτι αὐξάνων ὁ ποιητὴς τὴν κατὰ τὸν Ἀντίνοον περιπέτειαν, ἵνα πάνυ φανεὶς θρασὺς καὶ βίαιος ἀξίαν ὕστερον τίσῃ δίκην, καὶ μὴ μάτην Ὀδυσσεὺς κατ' αὐτοῦ πρώτου τοξάσηται, ἀλλ' ὡς ἀξίου ὄντος πρὸ τῶν ἄλλων πεσεῖν, πλάττει ἐκεῖνον ἐφ' οἷς οὐδέν τι φορτικὸν εἶπεν Ὀδυσσεὺς, ἀλλ' ἢ μόνον ὅτι ὄλβιός ποτε ὢν καὶ φιλόξενος, εἶτα ὕστερον ἀθλίως πέπραγε καὶ ἐξ Αἰγύπτου αἰχμάλωτος ἀπαχθεὶς, ἀπεδόθη ἐς Κύπρον, κἀκεῖθεν τόδε ἵκει, ἤγουν ἐνταῦθα καὶ κατὰ τόδε τὸ δῶμα, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. ἐπὶ τοίνυν τούτοις πλάττει ἐκεῖνον λέγοντα οὕτω· τίς δαίμων τόδε