Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.157.1
Not analysed yet
καὶ ἡμεῖς δὲ δήπου μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν. τὴν δὲ τῶν προβάτων ἔνιοι οἰέην. τῶν δὲ ἀρχαίων Ἀττικῶν τινὲς συναλιφὴν ποιούμενοι ὦαν ἐκάλουν. καὶ φέρει καὶ χρῆσιν Ἑρμίππου ταύτην· Ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ὦαν περιδεῖσθαι περὶ τὴν ὀσφύν. (Vers. 476.) Τὸ δὲ, τὸν δεῖνα πρὸ γάμοιο τέλος θανάτοιο κιχείη, εἰ δή που πτωχῶν γε θεὸς, λυπουμένου πτωχοῦ λόγος ἐστίν. (Vers. 478.) Ὅτι ἀπειλὴ κατὰ πτωχοῦ ἀναιδοῦς τὸ, ἔσθιε ἕκηλος ξεῖνε καθήμενος ἢ ἄπιθ' ἄλλῃ, μή σε νέοι διὰ δώματ' ἐρύσωσιν οἷ' ἀγορεύεις ἢ ποδὸς ἢ καὶ χειρὸς, ἀποδρύψωσι δὲ πάντα, σὲ δηλαδὴ ὅλον, ἢ πάντα τὰ τοῦ σώματος. (Vers. 480.) Τί δέ ἐστι τὸ ἀποδρύψωσι, προδεδήλωται. (Vers. 479.) Τὸ δὲ, οἷ' ἀγορεύεις, ὡς οἷον μυστικῶς ἐῤῥέθη τῇ σιωπῇ καὶ ἐμφαίνει ῥητορικῶς μεγάλας δῆθεν ἀτοπίας ῥημάτων. Ἰστέον δὲ, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ὁ Ἶρος ἀπειλήσεται μὲν τῷ Ὀδυσσεῖ, μὴ τάχα καὶ ποδὸς ἕλκῃ, πείσεται δὲ ἐκεῖνος τὸν τοιοῦτον ἑλκυσμόν. Ὅρα δ' ἐν τούτοις τὸ τοῦ Ὀδυσσέως ὑπομενετικὸν, ὃ φανεῖται οὐχήκιστα καὶ ἐν τοῖς ἑξῆς. ἀφίησι γὰρ οἷα σπουδαῖος ἐναλύειν τοὺς ἄφρονας οἷς βούλονται. τοιούτου δὲ ἤθους καὶ ἄλλοι μὲν ζηλωταὶ οὐκ ὀλίγοι, ὅσοι λεόντων δίκην ἐξουθενοῦσι, καθὰ καὶ ἀφελῆ τινὰ κνώδαλα, τοὺς βραχέος λόγου ἀξίους, ἀφιέντες τοιούτους ἕνα καὶ δύο καὶ πλείονας. περίπυστοι δὲ καὶ οἱ εὐγενεῖς Σπαρτιάται, παρ' οἷς Κλαζομένιοι μὲν πρεσβεύοντες τοὺς θρόνους, ἔνθα οἱ ἔφοροι καθήμενοι τὰ πολιτικὰ ἐχρημάτιζον, διαπραττόμενοι κατέχρισαν ἀσβόλῳ· οἱ δὲ μαθόντες οὐκ ἠγανάκτησαν ἀλλ' ἐκήρυξαν δημοσίᾳ τὸ θαυμαζόμενον· ἐξέστω Κλαζομενίοις ἀσχημονεῖν. (Vers. 481.) Ὅτι ἐν τῷ, ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, οὐ ψεκτὸν τὸ ὑπερφιάλως, ἀλλ' ἀντὶ τοῦ μεγάλως κεῖται. οὕτω καὶ ἐν τοῖς ἑξῆς γυμνωθέντα τὸν Ὀδυσσέα θαυμάζουσιν ὑπερφιάλως, ἤγουν ὑπερφυῶς. εἶτα δηλῶν τοὺς ἐπὶ τῇ κατὰ τοῦ Ἀντινόου νεμέσει λόγους φησίν. (Vers. 482.) ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων, Ἀντίνοε, οὐ μὲν κάλ' ἔβαλες δύστηνον ἀλήτην. καὶ ὅρα τὸ ὑπερηνορεόντων, ὡς δεινὸν ὂν ἔργον, ἐφ' ᾧ καὶ οἱ ὑπερηνορέοντες δυσχεραίνουσιν. (Vers. 484.) εἶτα ἐκφαίνων ὁ ποιητὴς, οἵαν οἱ τότε δόξαν εἶχον περὶ θείας ἐναργείας, ποιεῖ τοὺς μνηστῆρας ἐπαγαγόντας οὕτως· οὐλόμενε, εἰ δή πού τις ἐπουράνιος θεός ἐστι, καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσιν, ἤτοι περιέρχονται, πόληας, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. (Vers. 487.) καὶ ὅρα ὡς ἀντιτίθησι τὴν ὕβριν τῇ εὐνομίᾳ, καθὰ καὶ τῇ δίκῃ ἀλλαχοῦ, ὡς δηλοῖ τὸ, ὑβρισταὶ οὐδὲ δίκαιοι. (Vers. 484.) Σημείωσαι δὲ ὅτι τὸ, εἰ δή πού τις θεός ἐστιν, ἐλλειπτικῶς ἔχει. λείπει γὰρ ἴσως τὸ, τί ἂν γένηται; ἢ τί ἂν ἐρεῖς; ἵνα λέγῃ ὅτι, οὐλόμενε, τί γενήσεται, εἰ θεός ἐστιν ὁ ἐμπαροινούμενος; Σημείωσαι δὲ ὅτι ὁ σπουδαῖος ἀνὴρ, ὡς ἐκ τῶν ὑποκειμένων φαίνεται, φιλεῖται καὶ τοῖς ὑπερφιάλοις, καὶ ἔχει μὲν συγκρότησιν καὶ ἀπὸ φίλων. καὶ δῆλον αὐτὸ ἔκ τε μυρίων ἄλλων καὶ ἀπό τινος δὲ Ἡγήμονος, ὃς δίκην γραφεὶς ἄφυκτον καὶ προσελθὼν Ἀλκιβιάδῃ ἐπὶ βοηθείᾳ εὐστόχησεν· ἐλθὼν γὰρ ἐκεῖνος, ἔνθα ἦσαν τῶν δικῶν αἱ γραφαὶ, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος, ὥς φησιν ὁ γλυκὺς Ἀθήναιος, διήλειψε, ἤγουν ἀπήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. καὶ ὁ γραμματεὺς καὶ ὁ ἄρχων ἠγανάκτουν μὲν, ἡσυχίαν δὲ ἦγον Ἀλκιβιάδου χάριν. ὁ δὲ τὴν δίκην γραψάμενος εὐλαβηθεὶς ἔφυγε. καὶ οὕτω μὲν βοηθεῖταί τις ὑπὸ φίλων ὡς μάλιστα. ὅτι δὲ διὰ σπουδῆς ἔστι καὶ τοῖς ἐχθροῖς, δηλοῖ καὶ τὰ κατὰ τὸν Ὀδυσσέα, οὗ ὑπερλαλοῦσιν οἱ κακοὶ μνηστῆρες. σώζει δὲ αὐτὸν καί τις ἔχθιστος μνηστὴρ, καταφυγόντα εἰς αὐτὸν, ὡς εἴ που καὶ εἴς τι ἄσυλον ἄψυχον, ἢ καὶ ὡς εἰ ζῷον φεῦγον θῆραν εἴς τι ἄλλο ἐχθρὸν προσφύγῃ, ὁποῖα πολλὰ γίνονται. διάφοροι γοῦν εἰς ἐχθροὺς φυγαὶ περιᾴδονται εἴτουν καταφυγαὶ καὶ σωτηρίαι ὑπ' ἐκείνων. Σημείωσαι δὲ ὡς εἰς τὴν ἐνταῦθα ἐπιτραπέζιον χολὴν τῶν μνηστήρων χρησιμεύει προσφυῶς Διφίλου τοῦ κωμικοῦ τὸ, ἀλλ' ἀλείψας τῇ χολῇ ἀπογαλακτίζει τὸν δεῖνα ὥς περ τὰ παιδία. καὶ αὐτοὶ γὰρ κατὰ Ὀδυσσέως χολῶντες ἐθέλουσιν ἀπότροφον αὐτὸν ποιεῖν. (Vers. 486.) Τὸ δὲ παντοῖοι, ἀπορίαν λύει τινὰ, ἵνα μὴ τυχὸν ὁ Ἀντίνοος εἴπῃ μὴ ἂν ἐν οὕτω πτωχικῷ σχήματι τὸ θεῖον φαντασθήσεσθαι; οἱ γὰρ παντοῖοι τελέθοντες καὶ πτωχοὶ ἂν ἐπιφανοῦνται. καὶ οὕτω μὲν χρηστολογοῦσιν οἱ μνηστῆρες μεμφόμενοι τὸν Ἀντίνοον. (Vers. 488.) Ὀδυσσεὺς δὲ οὐκ ἐμπάζετο μύθων, οὔτε τῶν τοῦ Ἀντινόου δηλαδὴ, οὔτε οὓς ἔλεγον οἱ λοιποί· πάντας γὰρ μισεῖ. διὸ καὶ πάντας ἀνελεῖ. ἴσως δὲ καὶ ὁ Ἀντίνοος οὐκ ἐμπάζετο τῶν κατ' αὐτοῦ νεμεσητικῶν μύθων. (Vers. 489.) Ὅτι τλήμονος ἀνδρὸς τὸ, ὁ δεῖνα ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν· οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφά-