Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.158.1
Not analysed yet
ροιϊν, ἀλλ' ἀκέων κίνησε κάρη κακὰ βυσσοδομεύων· ὃ καὶ προεγράφη. ὁ Τηλέμαχος δὲ νῦν οὕτω διάκειται. δείκνυσι δὲ ὁ ποιητὴς ἐνταῦθα καὶ ὅτι δακρύων ἄξιον ἔπαθεν Ὀδυσσεύς. ἔχει δὲ τὸ τλησικάρδιον ὁ νεανίας, ἐξ ὧν ὁ πατὴρ παρῄνεσε τοιοῦτον εἶναι, εἰ καὶ κατὰ δῶμα ποδῶν ἕλκεται, ἢ βέλεσι βάλλεται. (Vers. 491.) Ἐν δὲ τῷ, κίνησε κάρη, νοητέον ἐκ τῆς κεφαλῆς, τὸ κατ' αὐτὴν λογιστικὸν, καθ' ὃ βουλευόμενος ὥρμαινεν. ἄλλως γὰρ οὐκ ἂν ἐλάνθανε κινῶν κάρη. ἴσως δὲ καὶ οὕτω ποιῶν ἠρέμα καὶ βλεπόμενος οὐδὲν ἂν ἐδόκει ποιεῖν βαρύ. (Vers. 494.) Ὅτι Ἀντινόῳ βαλόντι τὸν ξένον ἐπαρᾶται ἡ Πηνελόπη ἔνδοθεν ἐνδιαθέτως κατὰ θυμὸν, ὡς εἰ καὶ ἠκροᾶτο ἐκεῖνος, αἴθ' οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων. (Vers. 496.) πρὸς ὅ περ ἡ ταμία Εὐρυνόμη ἔφη· εἰ γὰρ ἐπ' ἀρῇσι τέλος ἡμετέρῃσι γένοιτο, οὐκ ἄν τις τούτων γε εὔθρονον Ἠῶ ἵκοιτο. δηλοῖ δὲ ὁ τῆς γραὸς λόγος τὸ πάντας ἀξίους εἶναι θανάτου καὶ μὴ μόνον τὸν Ἀντίνοον. λεχθείη δ' ἄν ποτε τοῦτο καὶ ἁπλῶς, ὅτε τις ἀτελέστατα εὔχεται. (Vers. 499.) ἡ δέ γε Πηνελόπη καταθεμένη κακοὺς εἶναι πάντας διὰ τὸ κακοποιεῖν, ὑπερκεῖσθαι δ' ὅμως ἁπάντων δηλοῖ τὸν Ἀντίνοον, εἰποῦσα· μαῖα, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· Ἀντίνοος δὲ μάλιστα μελαίνῃ Κηρὶ ἔοικεν, ὃ κατὰ ἀνθρώπου ἔστι λέγεσθαι κακίστου ὄντος ἐν κακοῖς. τιμᾷ δὲ τὴν Εὐρυνόμην μαῖαν εἰποῦσα ἡ δέσποινα, ἧς ὁ κατὰ μνηστήρων συλλογισμὸς ἐνταῦθα τοιοῦτός τις· οἱ μνηστῆρες κακὰ μηχανῶνται· οἱ κακὰ μηχανώμενοι ἐχθροί εἰσιν· οἱ μνηστῆρες ἄρα ἐχθροί εἰσι. Τὸ δὲ, κακὰ μηχανόωνται, ἀτάσθαλα μηχανόωνται μετ' ὀλίγα φησί. (Vers. 496.) Τὸ δὲ τέλος γράφεται καὶ τέκος, ἵνα λέγῃ ἡ γραῦς οὕτως· ὦ τέκνον, εἰ γὰρ ἐπ' ἀραῖς ἡμετέραις ἤγουν ὑπὲρ ἡμῶν ὁ Ἀπόλλων γένοιτο, πάντες ἂν ἀπόλοιντο. (Vers. 508.) Ὅρα δὲ ὡς εὔμορφος ἡ πρὸς τὸν Ὀδυσσέα ἐντυχία ἐντεῦθεν τῇ δεσποίνῃ προκαταβάλλεται. οἰκτισαμένη γὰρ μετακαλέσεται. καὶ οὕτως εὔοδα ἔσται τὰ ἐφεξῆς. (Vers. 500.) Τὸ δὲ, Κηρὶ μελαίνῃ ἔοικεν, ἐπίτασίς ἐστι τοῦ κακὰ μηχανόωνται. κακοὶ μὲν γάρ, φησι, πάντες, Ἀντίνοος δὲ οὐκ ἀπέοικε θανάτου. (Vers. 501.) Ὅτι ἀνακεφαλαιούμενος διὰ τῆς Πηνελόπης ὁ ποιητὴς τὰ διὰ πλειόνων προσεχῶς περὶ Ὀδυσσέως λεχθέντα φησὶν ἀσυνδέτως οὕτω κατὰ ἀπόστασιν· ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα ἀνέρας αἰτίζων, ἀχρημοσύνη γὰρ ἀνώγει, τουτέστιν ἔνδεια χρημάτων. ἔνθ' ἄλλοι μὲν πάντες ἐνέπλησάν τ' ἔδοσάν τε, οὗτος δὲ θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον. ἔστι δὲ τὸ ἐνέπλησαν ἀκόλουθον τῷ, πήρην κατέθηκεν ἐϋπλείην. πρωθυστέρως δὲ κεῖται τὸ, ἔπλησαν καὶ ἔδοσαν· πρῶτον γὰρ δόσις, εἶτα τὸ ἐμπίπλασθαι. (Vers. 507.) Ὅτι δῖον ἐνταῦθα τὸν Εὔμαιον καὶ ὁ ποιητὴς λέγει καὶ ἡ Πηνελόπη, πρὸ δὲ αὐτῶν καὶ ὁ Τηλέμαχος· ὃ καὶ σύμφωνόν ἐστι πρὸς τὸ, ὄρχαμος ἀνδρῶν. οὕτω καὶ κρείων Ἐτεωνεὺς, Μενελάου θεράπων, οὐ μέντοι δοῦλος ἐκεῖνος. (Vers. 509.) Ὅτι τὸ προσπτύξομαι τὸν ξένον ἀντὶ τοῦ, προσείπω. διὸ ἐπάγει πρὸς ἑρμηνείαν τὸ, ἠδ' ἐρέωμαι, πρὸς δεῖξιν τοῦ ταυτὰ ἐνταῦθα εἶναι τὸ προσπτύξομαι καὶ τὸ ἐρέωμαι. (Vers. 513.) Ὅτι συνιστῶν τῇ δεσποίνῃ τὸν ξένον δεσπότην ὁ Εὔμαιος φησίν· εἰ γάρ τοι βασίλεια σιωπήσειαν Ἀχαιοὶ, οἷ' ὅ γε μυθεῖται, θέλγοιτο κέ τοι φίλον ἦτορ. τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα ἐν κλισίῃ. (Vers. 516.) πρῶτον γὰρ ἔμ' ἵκετο, τουτέστιν ἱκέτευσε, νηὸς ἀποδράς. ἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. Ὅτι δὲ τὸ ἵκετο ἐνταῦθα τὸ ἱκέτευσε δηλοῖ, Ὀδυσσεὺς ἑρμηνεύσει μετὰ βραχέα ἐν τῷ, ἐπεί σε πρῶτον ἱκέτευσα. (Vers. 514.) Καὶ σημείωσαι ὅτι κατὰ τὸ σιωπώμενον ἔοικεν Ὀδυσσεὺς πολλά τινα ἔξω τοῦ Ὁμήρου ἀφηγήσασθαι τῷ Εὐμαίῳ· ἃ γάρ τοι πρὸς ἐκεῖνον εἶπεν, οὐδὲ ὡρῶν ὀλίγων τινῶν ἐδέοντο. εἰκὸς δὲ καὶ ῥητορικῶς τὸν Εὔμαιον ψεύδεσθαι, ὡς ἂν μεγαλύνῃ παρ' αὐτῇ τὸν φίλον πτωχόν. Τὸ δὲ οἷα ὅ γε μυθεῖται, ὅμοιόν ἐστι τῷ, οἷ' ἀγορεύεις, ὃ πρὸ ὀλίγων εἶπεν ὁ Ἀντίνοος. Σημείωσαι δὲ καὶ τὸ, θέλγοιτο ἦτορ, οὔτε ἀπάτην ἐνταῦθα δηλοῦν, οὔτε ἄλλο τι κακὸν, ἀλλ' ἡδονὴν ἀβλαβῆ, ὑπερβάλλουσαν μέντοι καὶ ἐκπληκτικὴν καὶ ὡς οἷον ἐκστατικήν τινα καὶ αὐτήν. (Vers. 518.) εἶτα δεικνὺς παραβολικῶς ὁ Εὔμαιος τὸ ἐν λόγοις μελιχρὸν τοῦ ξένου φησίν· ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ ἀείδει δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι, τοῦδ' ἄμοτον μεμάασιν ἀκουέμεν ὁπποτ' ἀείδει, ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. (Vers. 521.) Καὶ ὅρα καὶ τοῦτο τὸ ἔθελγεν, ὅμοιον ὂν τῷ ἀνωτέρω ῥηθέντι. Τὸ δὲ ποτιδέρκεται ἀοιδὸν, συννοούμενον ἔχει καὶ τὸ ἀκούειν. οὐ γὰρ χρεία τοῦ ἀοιδοῦ ὡς μόνον προσδέρκεσθαι, ἀλλὰ μᾶλλον ἀκούειν, ἐπεὶ καὶ οὕτω θέλγει, ἀκουόμενος δηλαδή. Τὸ δὲ θεῶν ἒξ δεδαὼς, θεομαθῆ καὶ θεόσοφον εἶναι δηλοῖ τὸν