Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.166.1
Not analysed yet
ἐν Ἰλιάδι κεῖται, τάων ἥν κ' ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω. (Vers. 48.) αἰεὶ δ' ἡμῖν μεταδαίσεται, ἤγουν συνειλαπινάσει· ὅ περ σαφέστερον φράζων φησίν· οὐδέ τιν' ἄλλον πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. ὃ καὶ αὐτὸ προσφυὲς ἔπαθλον τῷ περὶ δαιτὸς μαχομένῳ. ὡς οὖν ἤρεσκεν ὁ μῦθος τοῖς μνηστῆρσι, τότε δὴ δολοφρονέων μετέφη Ὀδυσσεύς· (Vers. 52.) ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα, ὡς προεγράφη, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς ἵνα πληγῇσι δαμείω. ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή τις ἐπ' Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ παχείῃ πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ. (Vers. 58.) καὶ οἱ μνηστῆρες ἀπώμνυον ὡς ἐκέλευε, μὴ συνιέντες ὡς κατὰ δόλον λαλεῖ παίζων καὶ οὐ σπουδάζων. Τηλέμαχος δὲ μετὰ τὸν ὅρκον ἀξιωματικῶς λαλεῖ τὰ ἑξῆς, εὐθὺς δηλωθησόμενα. (Vers. 44.) Ἰστέον δὲ ὅτι τὸ, γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρὶ καὶ ἑξῆς, ὁ Θρᾷξ Δημοσθένης οὕτω παραφράζει· αἰγῶν ἤνυστρα ταυτὶ ἐπὶ τὸ δεῖπνον ἀπέκειτο ἡμῖν. τούτων ἓν, εἰ δοκεῖ, τῷ νικήσαντι ἆθλον ἀποφαίνωμεν. Τί δὲ τὸ ἤνυστρον, δηλοῦσι κάλλιον οἱ τὰ ζωϊκὰ ἠκριβωκότες· οἳ τῇ γαστρὶ καθὰ ἤνυστρον, οὕτω καὶ ἐχῖνον συγκληροῦσι. καὶ τοῦτο μὲν τοιοῦτον. ἃ δὲ ὁ Τηλέμαχος ἔφη, ἔχει οὕτω· (Vers. 60.) ξεῖνε, εἰ σε ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ τοῦτον ἀλέξασθαι ἤγουν ἀποσοβῆσαι, τῶν δ' ἄλλων μή τιν' Ἀχαιῶν δείδιθι· ἐπεὶ πλεόνεσσι μαχήσσεται, ὅς κέ σε θείνῃ, ἤγουν ὃς ἄν σε τύπτῃ. (Vers. 64.) ἐπεὶ δὲ σφοδρὸς ὁ λόγος, λεαίνει τὸ τραχὺ τούτου δεξιῶς ὁ νεανίας ῥήτωρ κατ' οἰκονομίαν ἐπαγαγὼν κολακικώτερον τὸ, (Vers. 66.) ξεινοδόκος μὲν ἐγὼν, ἐπὶ δ' αἰνεῖτον βασιλῆες, Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω. καὶ αὐτὸς μὲν οὕτως, οἱ δὲ πάντες ἐπῄνεον, ὡς τῶν ἀρίστων τῷ ἐπαίνῳ θελχθέντων, οἷς εἰκὸς τοὺς λοιποὺς ἐπακολουθεῖν. Καὶ ὅρα τὴν ἐν καιρῷ ὑπόπτωσιν τοῦ βασιλικοῦ παιδὸς, ἐφ' οἷς ἐζημιοῦτο οὐδὲν οἷα κερδαλέα φρονῶν. οὐκέτι γὰρ βασιλέα, ἢ γοῦν ἀλλὰ οἴκου ἄνακτας ἑαυτὸν λέγει, ἀλλὰ βασιλεῖς μὲν τὸν Ἀντίνοον καὶ τὸν Εὐρύμαχον ὀνομάζει, αὐτὸς δὲ ξεινοδόκος εἶναι τοῦ πτωχοῦ λέγει, ἀφθόνητον ἐπιλεξάμενος ὄνομα. (Vers. 33.) Πανθυμαδὸν δὲ ὀκριᾶσθαι λέγει τὸ ὡς εἰκὸς ὁλοψύχως τραχύνεσθαι. περὶ δὲ τοῦ τοιούτου ῥήματος ἐν ἄλλοις δηλοῦται. ἀφ' οὗ καὶ λίθος ὀκριόεις ὁ τραχύς. (Vers. 34.) Τὸ δὲ τοῖσι ξυνέηκε, δηλοῖ, ὡς καὶ ἀλλαχοῦ φαίνεται, μὴ γενικῇ καὶ αἰτιατικῇ πτώσει ἀεὶ συντάσσεσθαι τὸ ξυνιέναι. Ὅρα δὲ καὶ ὅτι χρηστολογεῖ κατὰ ἔθος οἰκεῖον ὁ ποιητὴς τὸν κάκιστον Ἀντίνοον ἐν τῷ, ἱερὸν μένος Ἀντινόοιο, ὡς καὶ μετ' ὀλίγα ἱερὴ ἲς Τηλεμάχοιο φησίν. εἰ γὰρ καὶ κακὸς ὁ Ἀντίνοος, ἀλλ' εἶχε τινὰ ἐφ' οἷς ἐχρῆν αὐτὸν ἐπαινεῖσθαι. (Vers. 35.) Τὸ δὲ ἐκγελάσας ἀντὶ τοῦ λίαν γελάσας, κατ' ἐπίτασιν συνήθη τῆς εξ προθέσεως· ἢ οὐ μόνον κατὰ νοῦν γελάσας, ἀλλὰ καὶ ἐκφῄνας τὸν γέλων. καὶ ἔστι τοῦτο ἑτεροῖον τοῦ παρ' Ἡσιόδῳ ἐκγελάσαι τὸν Δία. τὸ μέντοι, γέλω ἔκθανον, μετ' ὀλίγα ὑπερβολὴν δηλοῖ γέλωτος· ἠρεμαιότερον δὲ τὸ, ἴσαν εἴσω ἡδὺ γελόωντες· ὑφειμένον δὲ πάντῃ τὸ, ἀνΐηξαν γελόωντες. Δῆλον δὲ ὅτι οὐχ' ἧττον ἤ περ οἱ Τιρύνθιοι φιλογέλωτες καὶ οἱ μνηστῆρες εἰσὶν ἐν οὐ δέοντι. οὔτε γὰρ σῖνος ἔχουσί τι σωματικὸν οὔτε Ὀδυσσεὺς οὔτε ὁ Ἶρος, οὐδὲ ὅ περ αὐτοῖς γίνεται, γελοιασμὸν ἔχει. ξενίζει γὰρ οὐδὲν, ἄνδρας ἐπαίτας ἐρίζειν περὶ δαιτὸς, εἴ γε καὶ πτωχὸς πτωχῷ φθονέει. καὶ νῦν μὲν ἰδίαις γνάθοις γελῶσιν, ἐν τοῖς ἑξῆς δὲ ἀλλοτρίαις, ὡς ἐκεῖ φανήσεται. καὶ πείσονται τὰ καὶ δακρύων μὲν καὶ γέλωτος δὲ ἄξια. μνηστέον δ' ἐνταῦθα τοῦ μεμψαμένου ἄκαιρον γέλωτα τὸν ἐπ' ἀνθρώποις οἵ περ οὐκ ἂν γελῷντο. Ἀνάχαρσις δὲ ἦν ἐκεῖνος· ὃς ἐν συμποσίῳ, γελωτοποιῶν μέν, φασιν, εἰσαχθέντων, ἀγέλαστος διέμεινε, πιθήκου δὲ ἐπεισαχθέντος ἐγέλασεν, εἰπὼν ὅτι οὗτος μὲν φύσει γελοῖος ἐστὶν, ὁ δ' ἄνθρωπος ἐπιτηδεύεται. καθὰ δήπου καὶ ὁ Ὀδυσσεὺς ἐνταῦθα γελωτοποιὸς μὲν μὴ ὢν, τοῖς δὲ ἀκολάστοις μνηστῆρσι κινήσας γέλωτα, ὁποῖον οὐ μόνον Ἀνάχαρσις ἐμίσησεν, ἀλλὰ καὶ ὁ καλὸς Εὐριπίδης ἐν τῷ, οἳ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους εὐπρεπεῖς ὄντες ἐν γέλωτι. καὶ τοίνυν ἐναριθμητέον ταῖς τοῦ πολυμηχάνου Ὀδυσσέως ἐπινοίαις καὶ τὴν σκευωρίαν ἣν ἐτεχνάσατο σκηνικῶς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς ἐπὶ εὐτελείᾳ καὶ τῷ ἐντεῦθεν γέλωτι, καθὰ καὶ ὅτε τὴν Τροίαν εἰσέδυ τὸ Παλλάδιον ὑφαιρησόμενος. καὶ τοιαῦτα μὲν ταῦτα. (Vers. 37.) Τὸ δὲ, οἵην τερπωλὴν θεὸς ἤγαγεν εἰς τόδε δῶμα, οἰκεῖον λέγεσθαι, ὅτε τί ποθεν ἀστεῖον ἀναφανείη, ὁποῖόν τι καὶ νῦν, ὡς καὶ ὁ ποιητὴς ἐπισημαίνεται, τὸ γελοιαστικὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου ἐπεισόδιον. καθάπαξ γὰρ εἰπεῖν, ὁ διὰ πάσης τῆς Ἰλιάδος σκυθρωπὸς ποιητὴς καὶ ὡς οἷον ἄγριος μυρίας ἱλαρότητας ἐν Ὀδυσσείᾳ σοφίζεται οὐ μόνον ἐν ἐκφράσεσι