Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.167.1
Not analysed yet
καὶ ξενικαῖς διηγήσεσι καὶ ἀνδρῶν τρυφώντων ἐκθέσει καὶ ἀοιδῶν αἷς οἱ τοιοῦτοι χαίρουσιν ἀλλὰ καὶ ἐν τῷ σκώπτειν καὶ παίζειν, ὃ καὶ ἐνταῦθα ποιεῖ μετὰ καὶ ποιητικῆς χάριτος. τί γὰρ δεῖ εἰπεῖν καὶ τὰ λοιπὰ οἷς ὅσα καὶ παῖδας ἡδέως τιτθεύει τοὺς ἁπαλωτέρους καὶ ἁπλουστέρους ἀκροατὰς, οὐ μόνον ἐν τοῖς κατὰ τοὺς Φαίακας καὶ τὴν νεκυίαν, ἀλλὰ καὶ τοῖς πρὸς Εὔμαιον λαμπρῶς ἐψευσμένοις, καὶ τοῖς πρὸς Πηνελόπην καὶ Ἀθηνᾶν αὐτήν· οἷς ἐναβρύνων τὸν ῥήτορα Ὀδυσσέα ὁ ποιητὴς ἔφη τὸ, ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. (Vers. 39.) Τὸ δὲ ξυνελάσομεν, ἐκ μεταφορᾶς ἔοικε ῥηθῆναι ζῴων, ἃ κατ' ἀλλήλων ὡς εἰς μάχην ἐρεθίζουσί τινες ἢ πληγαῖς ἢ ὠθισμοῖς. ἐπὶ τοιούτων γὰρ κυριολεκτεῖται τὸ ἐλάσαι. (Vers. 44.) Τὰς δὲ γαστέρας φύσκας τινὲς τῶν παλαιῶν ἡρμήνευσαν. ἁπλοϊκὸν δὲ καὶ ἀγροτικὸν τὸ εἰς δόρπον τοιαύτας φυλάσσειν κνίσης πεπλησμένας καὶ αἵματος. Πόθεν δὲ ἡ κνῖσα, καὶ ὡς προπερισπᾶται κατὰ Ἡρῳδιανὸν, οὐ προπολλοῦ εἴρηται. Τὸ δὲ κέαται ἤτοι κεῖνται δῆλον ὡς Ἰωνικόν ἐστι, καθὰ σὺν ἄλλοις καὶ τὸ δεδέαται παρ' Ἡροδότῳ ἀντὶ τοῦ δέδενται. (Vers. 46.) Τὸ δὲ νικήσει καὶ τὸ κρείσσων τε γένηται, ἐκ παραλλήλου ταυτὸ νοοῦσι, κείμενα καὶ ἐν τοῖς ἑξῆς· ὥς τε καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ, ἀντὶ τοῦ νικητὴς ἐκείνου γένηται. (Vers. 55.) Ἐν δὲ τῷ, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς, ἀμφίβολον ποίαν λέγει γαστέρα, εἴτε τὴν ἑαυτοῦ, δι' ἣν πάσχειν εἶπε καὶ πρὸ μικροῦ, εἴτε τὴν ὀπτωμένην καὶ κειμένην ὡς ἐῤῥέθη πρὸς ἔπαθλον. εἰ δὲ ἴσως τὴν οἰκείαν λέγει, πρῶτα μὲν σημείωσαι τὸ κακοεργὸς, εἰς ὃ χρησιμεύει Ἀλέξιδος τὸ, εἴ τις ἀφέλῃ τοῦτ' ἀφ' ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος ἤγουν τὴν γαστέρα, οὐδ' ἂν ἀδικοῖτ' οὐδὲν οὐδεὶς οὔθ' ὑβρίζοιτ' ἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνονται τὰ δυσχερῆ. εἶτα θετέον καὶ παρατήρησιν παλαιὰν σκώπτουσαν ῥητορικώτερον τὸν Ὀδυσσέα ἐπὶ λαιμαργίᾳ, λέγουσαν, ὅτι ἐν πολλοῖς Ὅμηρος λαίμαργον αὐτὸν παραδίδωσιν, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε. ὑπερβάλλει δέ, φασι, τῇ λαιμαργίᾳ, καὶ ἔνθα οὐκ ἐν δέοντι γνωμολογεῖ περὶ γαστρὸς, ὃν ἐχρῆν εἰ καὶ ἐλίμωττε διακαρτερεῖν, ἢ ἀλλὰ μετριάζειν τὰ περὶ τροφήν. λέγουσι δὲ καὶ ὅτι ἐν τῷ, πένθος μὲν ἔχω ἐνὶ φρεσὶν, ἡ δὲ γαστὴρ τάδε ποιεῖ, τοιαῦτα Ὀδυσσεὺς ἐλάλησεν, οἷα οὐδ' ἂν ὁ Σαρδανάπαλος εἰπεῖν ἐτόλμησε, γέρων τε ὤν, φασιν, ἤσθιεν ἁρπαλέως κρέατ' ἄσπετα καὶ μέθυ ἡδὺ, ὡς προείρηται. Τὸ δὲ κακοεργὸν τῆς γαστρὸς καὶ τὰς δι' αὐτὴν ἔστιν ὅτε πληγὰς δηλοῖ μὲν καὶ ὁ παρὰ Πέρσαις καλούμενος βασιλέως φίλος, ὃς, καθὰ εἰς πλάτος ἑτέρωθι κεῖται, χαμαὶ καθήμενος καὶ κυνιστὶ σιτούμενος τὸ παρατεθὲν ἔπασχε πάνυ κακῶς· οὐχήκιστα δὲ καὶ ἡ τοῦ Χαλκιδέως Εὐφορίωνος ἱστορία, ὅς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει· καὶ εὑρίσκεσθαι τοὺς ὑπομένοντας τὸ κακόν· πλὴν τἀληθὲς εἰπεῖν, καὶ διὰ γαστέρα, εὐγενῶς δέ πως, καθὰ ἐκείνοις νενόμιστο, καὶ ὥς περ ἂν εἴ τινες θανάτῳ ἐκδιδοῖεν ἀνδρείως ἑαυτοὺς ἐν πολέμοις, ὅπως κατὰ τὴν ἐν Ἰλιάδι ἔννοιαν γυναῖκες καὶ παῖδες καὶ κλῆρος αὐτοῖς ὕστερον περισώζωνται. οὕτω γὰρ καὶ ἐκεῖνοι ἔφερον ἕκαστος ἀφαιρεῖσθαι τῆς κεφαλῆς, ὥς τε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον. φησὶ δὲ ὁ Ἀθήναιοις καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι, καθ' ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. καὶ ὅρα τὸ ἀποτυμπανισθῆναι, ταυτὸν ὂν τὸ, τὴν κεφαλὴν ἀποκοπῆναι. Καινὸν δ' οὐδὲν διὰ πέντε μνᾶς τοὺς εἰρημένους ταῦτα πάσχειν, εἴ γέ τινες τῶν ἐκεῖ καὶ ἄλλως εἰκῇ καὶ πρὸς οὐδὲν χρήσιμον ἐξανιστάμενοι τοῦ συμποσίου καὶ εἰς γῆν ὑπτιάζοντες προεκαλοῦντο τὸν σφάξοντα καὶ ἐσφάζοντο πρὸς ἔνδειξιν ἀλογίστου φερεπονίας. Ἰστέον δὲ καὶ ὅτι γαστρὸς ὁ Ὀδυσσεὺς ἡττώμενος, ὡς ἔφη, ὀρθῶς ἂν γάστρις λέγοιτο παρὰ τὸ γαστρίσαι, ὃ δηλοῖ μὲν καὶ τὸ χορτάσαι, σημαίνει δέ, φασι, καὶ τὸ εἰς γαστέρα πλῆξαι. Καὶ ὅτι, ὥς περ ἀπλήστου σκῶμμα ὁ γάστρις, οὕτω καὶ ὁ γαστρίμαργος καὶ ὁ γαστερόπληξ καὶ ὁ παντοφάρυγξ καὶ ὁ τραπεζεὺς καὶ ὁ τραπεζολοιχὸς καὶ ὁ κνισσολοιχὸς καὶ ὁ ἐνθεσίδουλος ἤτοι ψωμόδουλος· ἔνθεσις γάρ, φασιν, ὁ ψωμός· καὶ ὁ τένθης ὡς λίχνος· τένθη γάρ, φασιν, ἡ λιχνεία· καὶ ὁ θυράπαξ· κατὰ δὲ Ἱππώνακτα καὶ ὁ μεσσηγυδορποχέστης, ἤγουν ὃς μεσοῦντος δείπνου πολλάκις ἀποπατεῖ ὡς πάλιν ἐμπίπλασθαι. (Vers. 56.) Τὸ δὲ, ἐπ' Ἴρῳ ἦρα φέρων, τουτέστι χάριν, ὡς προδεδήλωται, παρηχήσεως οὐκ ἀπέοικεν, ὁποῖαι καὶ ἕτεραι προεδηλώθησαν. (Vers. 63.) Τὸ δὲ, πλεόνεσσι μαχήσεται, κατὰ ποιότητα προσώπων ἐῤῥέθη. ἄλλως γὰρ τοῦ ξεινοδόκου καὶ τῶν δύο βασιλέων, ἐν οἷς δοκεῖ τὸ πᾶν κεῖσθαι, πλείους πολλῷ οἱ λοιποὶ μνη-