Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.179.1
Not analysed yet
ἁπλοϊκῶς μὲν νοεῖ χρῆναι νύκτα εἶναι τὸν τοιοῦτον καιρὸν τοῦ γάμου χάριν αἰδοῦς· ἄλλως δὲ δύναται καὶ ὅμοιον εἶναι τῷ, μὴ ἴδοι τοιοῦτον κακὸν ὁ Ἥλιος. παραλαλεῖ δὲ τυχαίως ἐνταῦθα ἡ γυνὴ καὶ τὸ μέλλον. νῦν γὰρ ἔσται αὔριον, ὅτε ὁ αὐτῆς ἔσται γάμος, εἰ καὶ μὴ στυγερός· μετὰ τοῦ Ὀδυσσέως γάρ. (Vers. 273.) Τὸ δὲ οὐλομένης ἴσως μὲν ἐνεργητικῶς ἐῤῥέθη, ὡς καὶ ἐν Ἰλιάδι ἡ οὐλομένη μῆνις, ἐπεὶ καὶ νῦν αὕτη ἄλγεα τοῖς μνηστῆρσι θήσει· ἴσως δὲ καὶ παθητικῶς ἀντὶ τοῦ, τῆς παθούσης ὀλέθρια καὶ ὡς εἰπεῖν ἀνόλβου. διὸ ἑρμηνεύων ἐπάγει· τῆς τε Ζεὺς ὄλβον ἀπηύρα, ἤγουν ἣν ἀφῆκεν ἄνολβον ἤτοι δυσδαίμονα. καὶ εἰκὸς τὸ οὐλομένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς λέγεσθαι διὰ τὸ χρόνου εἶναι μέσου ἀορίστου δευτέρου. οἱ δὲ μέσοι ἐπαμφοτερίζουσιν ὡς ἐπὶ πολὺ τῇ ἑρμηνείᾳ. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, περίφρασίς ἐστι τοῦ, ὅτε εἰς γάμον ἔλθω. Ἑλένη μὲν οὖν πταίσασα κυνῶπιν ἑαυτήν που καλεῖ. Πηνελόπη δὲ οὐκ ἂν τοιαύτην ἔχοι ἑαυτὴν καλέσαι, ἀρκεῖ δὲ ἠθικῶς οὐλομένην εἰπεῖν διὰ τὸ δύσδαιμον ἤτοι δυστυχές. (Vers. 274.) Ὅτι ὑποκρουσαμένη δεινῶς ἡ Πηνελόπη μελέτην γάμου καὶ θέλξασα οὕτω τοὺς ἐραστὰς ἐπάγει εὐθύς· ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· μνηστήρων οὐχ' ἥδε δίκη τὸ πάροιθε τέτυκτο, οἵ τ' ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γ' ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ἀλλ' οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. οὕτω κερδαλέα φρονεῖ ἡ σοφὴ γυνή. καλῶς ἄρα προεῤῥέθη, ὡς ἡ Ἀθηνᾶ ἐν φρεσὶν ἔθηκεν αὐτῇ φανῆναι μνηστῆρσι· φρονίμως γὰρ αὐτοῖς ἐπεφαίνετο. ἔφασαν δέ που καὶ οἱ μνηστῆρες θεόθεν ἐντεθεῖσθαι τῇ γυναικὶ νοῦν εἰς μέγα κλέος αὐτῆς. εἰ δὲ καὶ τὰ τοῦ υἱοῦ ἐδαπανῶντο, καθὰ ἐῤῥέθη ἐκεῖ, ἀλλ' ἰδοὺ ἡ μήτηρ οὐκ ἀφίησιν ἀζημίους τοὺς δαπανῶντας τὸν ἐκείνου βίον, ἀλλὰ παρέλκει ἐξ αὐτῶν δεξιῶς, ὡς ὁ μὲν ἄν τις ἐρεῖ δῶρα προικῷα, εἰπεῖν δ' ἀληθῶς, ἐπιθανατίους δωρεάς. μικρὸν γὰρ ὅσον καὶ τεθνήξονται οἱ δόντες. (Vers. 281.) διὸ καὶ γήθησεν ἐνταῦθα πολύτλας δῖος Ὀδυσσεὺς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, καθὰ καὶ αὐτὸς ἐν Φαίαξιν ἐποίει, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι. (Vers. 283.) νόος δέ οἱ ἄλλα μενοίνα. συνίησι γὰρ ὁ περίφρων τὰ τῆς δαΐφρονος γυναικός. ὑπούλου δὲ πάντως ἤθους καὶ τὸ διὰ δῶρα θέλγειν θυμὸν μειλιχίοις λόγοις, ἄλλα δὲ νοεῖν. καί πως οὐ μακράν ἐστι τοῦ εὖ μὲν βάζειν, κακῶς δ' ὄπιθε φρονεῖν, καὶ τοῦ ἐσθλὰ μὲν ἀγορεύειν, κακὰ δὲ βυσσοδομεύειν. εἰ καὶ ἁπαλώτερον τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ. (Vers. 275.) Τὸ δὲ, οὐχ' ἥδε δίκη, ὅμοιον τῷ, οὐχ' ἥδε θέμις, οὐχ' ὅδε νόμος, οὐχ' ὅδε τρόπος, καὶ τοῖς τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα νεωτεροποιοί. (Vers. 276.) Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ, μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντ' ἂν τοῦ θελητοῦ. (Vers. 277.) πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα. (Vers. 278.) Τὸ δὲ, αὐτοὶ τοί γε ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν, ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται, ἔτι δὲ καὶ ἡ Φιλομήλα. (Vers. 279.) Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα. (Vers. 282.) Τὸ δὲ, τῶν μὲν δῶρα παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι, φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον πρεσβίαν· ἢ καὶ εἰ