Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.180.1
Not analysed yet
βαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ, ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται. (Vers. 286.) Ὅτι Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς ἐγράφη, φησί· δῶρα μὲν ὅς κ' ἐθέλῃσιν ἐνθάδ' ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου. ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος. (Vers. 288.) Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετ' ὀλίγα ἐρεῖ· διώκω δ' οὔ τιν' ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον. (Vers. 287.) ἐπικριτικῶς δὲ εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος. (Vers. 289.) Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου. (Vers. 290.) Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα· διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται. (Vers. 289.) Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο. (Vers. 291.) Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δ' ἂρ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δ' Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκα ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς. ἕρματα δ' Εὐρυδάμαντι δύο θεράποντες ἔνεικαν, τρίγληνα, μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή. ἐκ δ' ἄρα Πεισάνδροιο ἴσθμιον ἤνεικε θεράπων περικαλλὲς ἄγαλμα. ἄλλο δ' ἂρ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικε. φίλη δὲ τῇ ποιήσει λέξις τὸ ἔνεικε. διὸ πεντάκις αὐτῇ ἐνταῦθα ἐχρήσατο. πόθεν δὲ γίνεται, εἴρηται ἀλλαχοῦ. Ὅρα δὲ τὸ, ἄλλο δ' ἄρα ἄλλος δῶρον ἔνεικε, περικόψαντος τοῦ ποιητοῦ τὸ πλείονα ὀνομάζειν, οἷον τυχὸν ψέλλια, ἢ ὑφορμίδας, ἢ περιδέραια, ἐξ ὧν καὶ ὑποδερὶς, κόσμος γυναικεῖος καὶ αὐτὴ κατὰ τοὺς παλαιούς. ἄκαιρός τε γὰρ φιλοτιμία τὸ πλείω εἰπεῖν, καὶ οὐδ' ἂν εὐπόρησεν ἐπὶ πάντων καθ' ἕνα τῶν μνηστήρων ἰδίᾳ τοιαῦτα περὶ ἑκάστου λαλεῖν. (Vers. 292.) Πέπλον δέ φασί τινες τὸν ἐνταῦθα μέγαν καὶ περικαλλέα καὶ ποικίλον περιβόλαιον εἶναι σκέπον τὸν ἀριστερὸν ὦμον, καὶ ἔμπροσθεν καὶ ὄπισθεν συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τί δή ποτε δώδεκα περόνας ἐχρῆν ἔχειν αὐτὸν μανδυοειδῆ ὄντα; δοκεῖ δὴ μάλιστα γυναικεῖον ἱμάτιον εἶναι ὁ πέπλος κατὰ τὰ Δωρικὰ, σχιστὸν ἐπὶ μόνα τὰ ἔμπροσθεν, καὶ διατοῦτο περόνας ἐθέλον πολλάς. (Vers. 294.) Κληῗδες δὲ, ὀπαὶ λεγόμεναι κατακλεῖδες, εἰς ἃς αἱ περόναι καθίεντο. Εὔγναμπτοι δὲ αὗται, ὡς ἐπικαμπεῖς καὶ περιφερεῖς. (Vers. 295.) Περὶ δὲ ὅρμου χρυσέου, ὃς ἠλέκτροις ἔερτο, ἐν τοῖς Εὐμαίου λόγοις προδεδήλωται. (Vers. 296.) Τὸ δὲ, ἠέλιον ὣς, παραβολικὸν ὂν, ἔλλειψιν ἔχει. χρὴ γὰρ νοεῖν κατὰ τὸ εἰκὸς ὅρμον λάμποντα ἢ φαέθοντα ἢ ἀφιέντα λαμπηδόνα, ὡς ἥλιον. (Vers. 298.) Ἕρματα δὲ τρίγληνα μορόεντα χάριν ἔχοντα, κεῖται καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Ἡφαίστου, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ. (Vers. 297.) Ἐν δὲ τῷ, ἕρματα δύο θεράποντες ἔνεικαν, ἀμφίβολον μὲν, εἴτε ἕρματα δύο εἴτε θεράποντες δύο. δοκεῖ δὲ κρεῖττον συντάξαι ἕρματα δύο. (Vers. 295.) Ἰστέον δὲ ὅτι, ὥς περ ἀπὸ τοῦ κείρω καὶ ὁ κορμὸς καὶ τὸ κέρμα, οὕτω καὶ ἀπὸ τοῦ εἴρω ὅρμος καὶ ἕρμα. μάλιστα δὲ ὁμοιότητα παραγωγῆς ἔχει πρὸς τὸν ὅρμον καὶ τὸ ἕρμα τὰ ἐκ τοῦ σπείρω, ὁ σπόρος δηλαδὴ καὶ τὸ σπέρμα, βαρύτονα ὄντα καὶ ἄμφω. ἐκ δέ γε τοῦ εἴρω καὶ τρίτη γίνεται παραγωγὴ ὁ εἱρμός. ἐξ οὗ καὶ ἡ εἱμαρμένη παρῆχθαι δοκεῖ, εἱρμαμένη τις οὖσα διὰ τὸν κατ' αὐτὴν εἱρμόν. ὡς δὲ ὁμώνυμος λέξις τὸ ἕρμα, δηλοῦσι καὶ τὰ ἐν Ἰλιάδι ἕρματα τῶν νηῶν καὶ ἡ ἀνερμάτιστος ναῦς. (Vers. 300.) Ἴσθμιον δὲ τὸ περὶ τὸν ἰσθμὸν, ὅ ἐστι τὸν τράχηλον· ὃς ἰσθμὸς λέγεται πλεονασμῷ τοῦ σ, ὡς οἷον ἰθμὸς, δι' οὗ ἵενται τὰ σιτία. ἐντεῦθεν δὲ καὶ παρίσθμια τὰ περὶ τὸν τοιοῦτον ἰσθμὸν, ὃς οὐκ ἔστιν ἐν χρήσει. ὁ γὰρ περιφε-