Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.185.1
Not analysed yet
οὗ χρῆσις καὶ ἐν τοῖς τοῦ Σουΐδα. τοῦ δὲ μισθώσασθαι παράγωγον μισθωτὸς ὁ καὶ μίσθιος. Αἱμασιὰ δὲ κατὰ τοὺς παλαιοὺς τειχίον ἐκ χαλίκων ὅμοιον φραγμῷ. καὶ ἄλλως δὲ κατὰ τοὺς αὐτοὺς, ἐκ χαλίκων οἰκοδομὴ, τειχίον, θριγκός. Αἴλιος δὲ Διονύσιος εἰπὼν καὶ αὐτὸς, ὅτι αἱμασιὰ τὸ ἀπὸ χαλίκων τειχίον, ἐπάγει· ἥν τινες καὶ ἄρπεζον, ὡς καὶ Ἴωνες. δηλοῖ δέ, φησι, τοῦτο καὶ Ἡρόδοτος. ἀλλαχοῦ δὲ φέρεται καὶ ὅτι αἱμασιὰν Ἀττικοὶ καὶ Ἴωνες τὸ τειχίον φασί. τὸ δὲ ἔδαφος αὐτὸ Δωριέας οἶμαι καλεῖν· καὶ ὅτι αἵμους τοὺς δρόμους Αἰσχύλος λέγει· ἴσως, φασὶν, ἀπὸ τοῦ αὐτοῦ, ἀφ' οὗ καὶ ἡ αἱμασιὰ κέκληται. χρῆσις δὲ τῆς λέξεως καὶ παρὰ Ἡροδότῳ ἐν τῷ, αἱμασιὰν περιέβαλον κυκλοτερῆ, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς ὀμφαλόν. ἦν δὲ περιῳκοδομημένη. ὁ δὲ Θρᾳκικὸς παραφραστὴς λίθους ἡρμήνευσε τὰς αἱμασιὰς, εἰπών· φυτεύων καὶ τοὺς λίθους ἐκλέγων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ ἐξ ἀκανθῶν ποτὲ ἡ αἱμασιὰ οὖσα ἐκεῖθεν σχεῖν τοὔνομα παρὰ τὸ αἱμάσσειν. καὶ παρέμεινεν ἡ κλῆσις ἐκείνη καὶ ὕστερον τοῖς ἐκ χαλίκων κτίσμασι, καθὰ σὺν ἄλλαις πολλαῖς ὁμοιότησι καὶ τοῖς βιβλίοις ὁ πύξος ἐνέμεινε διὰ τὸ πάλαι ποτὲ πυξία κυρίως αὐτὰ εἶναι· καὶ τῇ τοῦ τόξου δὲ νευρᾷ διὰ τὴν ἐκ νεύρων πάλαι ποτὲ χρῆσιν ἡ κλῆσις ἔνεστιν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, περιθέει αἱμασιὰ ἐγγεγλυμμένη τύποις, οὐ μόνον οὐκ ἐξ ἀκανθῶν ὕστερον ἡ αἱμασιὰ, ἀλλ' οὐδὲ ἀπὸ χαλίκων, λογάδων δέ τινων, ὡς εἰκὸς, λίθων ποιούντων γλύφεσθαι. Δένδρεα δὲ μακρὰ, οὐ τὰ τοιαῦτα ὄντα ἐν τῷ φυτεύεσθαι, ἀλλ' ὕστερον. Πάρισα δὲ καίρια καὶ φυσικὰ τὸ, αἱμασιάς τε λέγων, ὅ ἐστι συνάγων, καὶ δένδρεα φυτεύων. ἐκ δὲ τοῦ τοιούτου λέγειν καὶ οἱ λογάδες λίθοι παράγονται. Τὸ δὲ, λέγων καὶ φυτεύων, ἐσχημάτισται δι' ὑπερβατοῦ. ἄλλως γὰρ πρὸς τὸ, μισθὸς δέ τοι ἔσται, λέγοντι ὤφειλεν εἶναι καὶ φυτεύοντι. (Vers. 361.) Τὰ δὲ πέδιλα ὑποδήματα συνήθως εἶπε, θαῤῥήσας συνθεῖναι τὴν λέξιν ἐκ τοῦ, ποσὶ δ' ὑπὸ λιπαροῖς ἐδήσατο πέδιλα. (Vers. 366.) Τὸ δὲ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο, καὶ τὸ, εἰ δ' αὖ κε βόες εἶεν, καὶ τὸ, εἰ δ' αὖ κε πόλεμόν ποθεν, ὑποθετικῶς, ὡς ἐγράφη, ἀναγνωστέον καὶ οὐκ εὐκτικῶς. ἄλλως γὰρ ἀλόγιστον οὕτω νῦν εὔξασθαι. (Vers. 367.) Τὸ δὲ, ὥρῃ ἐν εἰαρινῇ, ἐντελῶς κἀνταῦθα εἴρηται, ὡς καὶ ἐν τῇ Ἰλιάδι. ἐν δέ γε τῷ, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, λείπει τὸ εἰαρινῇ. Δῆλον δὲ, ὅτι τοῦ εἶαρ, ὅθεν τὸ εἰαρινῇ, προϋπάρχει τὸ ἔαρ, καθὰ καὶ τοῦ ὄνειαρ καὶ εἶδαρ τὸ ὄνεαρ καὶ τὸ ἔδαρ. Ἰστέον δὲ καὶ ὅτι Ὀππιανὸς μὲν καὶ τὸ αἷμα ἔαρ ἔφη διὰ μόνου τοῦ ε ψιλοῦ. ἕτερος δέ τις διὰ τῆς ει διφθόγγου ὁμοίως τῷ αὐτῷ, ἔνθα περὶ ληστηρίου γράφει τὸ, ᾗχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθωσι. (Vers. 368.) Δρέπανον δὲ εὐκαμπὲς, ὡς ἀπὸ μέρους τῆς καμπῆς, τὸ διόλου ἔντεχνον. Τὸ δὲ, καὶ σὺ τοῖον ἔχοις, διὰ τὸ ἀναμφήριστον κεῖται τοῦ ἔργου, ἵνα οὕτω φανείη καὶ ὁ ἀγαθὸς ἐργάτης καὶ ὁ μὴ τοιοῦτος. ἡ γὰρ τῶν ἐργαλείων ἀνομοιότης ἐμποδὼν αὐτοῖς πρὸς τὴν ἐν ἔργοις ἰσότητα. (Vers. 370.) Τὸ δὲ, νήστιες καὶ τὸ ἄχρι μάλα κνέφαος ἤγουν ἄχρι βαθείας ἑσπέρας, φερεπονίας ἔλεγχος. Ὅτι δὲ νῆστις οὐ μόνον ὁ ἄγευστος σίτου, ἀλλὰ καὶ ἔντερον μεταξὺ κοιλίας καὶ στομάχου, καθωμίληται. Τὸ δὲ, ποίη δὲ παρείη, πρὸς μονιμότητα καὶ διάρκειαν ἔργου κεῖται καὶ πρὸς δεῖγμα τοῦ ἐν ἔργοις διόλου καρτερικοῦ, τὸ γὰρ ὀλιγόϋλον ἔργον καὶ τοῖς ἀχρείοις εὐεπιχείρητον. Ἰστέον δὲ ὅτι ποίη καὶ ἡ κατὰ τὸ θέρος κατ' ἐξοχὴν, ἀφ' ἧς καὶ τὸν ἐνιαυτὸν ποίην λέγει τῶν τις ποιητῶν. διὸ καὶ ἑρμηνεύοντες οἱ παλαιοί φασιν, ὅτι ποίη ὁ δημητρειακὸς καρπός. κοινῶς μέντοι ποίη ὁ κατὰ τὸ ἔαρ δρεπόμενος ἢ κειρόμενος χόρτος. δοκεῖ δ' ἐνταῦθα καὶ ὁ ποιητὴς ἐν τῷ, κεκορηότε ποίης, οὐ μόνον δηλοῦν τὸν χόρτον, ἀλλὰ καὶ καρποὺς Δήμητρος, οἷς καὶ βοῦς πιαίνεται ἐν σταθμοῖς. (Vers. 371.) Τὸ δὲ, βόες ἐλαύνειν ἄριστοι καὶ τὸ, κεκορηότε ποίης, διὰ τὸ τοῦ ἔργου κεῖται ἐντρεχές. ὡς γὰρ δρέπανον ἀγαθὸν, καθά που καὶ πέλεκυς ὀξὺς αὔξει ἐργάτου ἐρωὴν, οὕτω καὶ βόες εὐσθενεῖς καὶ ἄριστοι, τουτέστι τεχνῖται τοῦ ἀροτριᾶν. (Vers. 372.) Αἴθωνες δὲ βόες οἱ θερμοὶ ἐργάζεσθαι, ἢ μέλανες, οἱ ἐν ἄλλοις οἴνοπες, ἢ καὶ πυῤῥοὶ, ὡς ἀπὸ τοῦ, οἶνος ἐρυθρός. Τὸ δὲ, κεκορηότε ποίης, σύστασις βοῶν, ὡς καὶ ἵππων τὸ ἀκοστεῖν. κυριολεκτεῖται δὲ πάντως ἐπὶ ἀλόγων ζῴων τὸ κεκορηότες. Ἰστέον δὲ καὶ ὅτι τὸ, βόες ἄριστοι αἴθωνες καὶ τὰ ἑξῆς, ἔπαινός ἐστιν ἀγαθῶν βοῶν. (Vers. 373.) Τὸ δὲ ἥλικες καὶ τὸ ἰσοφόροι καὶ αὐτὸ πρὸς ἰσότητα κεῖται, ἵνα τῷ ἀπαραλλάκτῳ τῶν βοῶν διαφαίνηται καὶ τοῖς ἀροτριῶσι τὸ ἔργον οἷον ἐστί. διὸ καὶ χρὴ τήν τε ἀροτριωμένην γῆν ἐπίσης νενεμῆσθαι καὶ ἀμφοῖν ὑπείκειν εἰς τὸ τέμνεσθαι. Ἰσοφόροι δὲ ἢ εἰς ἶσον φερόμενοι καὶ ὡς εἰπεῖν ἰσοφαρίζοντες, ἢ ἶσον ἄχθος φέρειν δυνάμενοι, ἢ ἰσοκίνητοι