Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.186.1
Not analysed yet
καὶ ἶσοι κατὰ τὸ φέρεσθαι. (Vers. 374.) Τετράγυον δὲ διάστημά τι, ὅσον ἦν ἀροτριᾶν ὡς εἰκὸς δι' ἡμέρας τοὺς ἀγαθοὺς ἐργάτας καὶ χρωμένους βουσὶν ὁμοίοις. Τί δὲ τὸ τετράγυον, προγέγραπται. ὁ δὲ παραφράσας τετράπλεθρον ἡρμήνευσε τὸ τετράγυον, εἰπὼν, ἐλαύνειν ἐν νειῷ τετραπέλεθρον. Πολὺ δὲ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ κομματικόν· τό τε ἀλλοῖον καὶ τὸ κατὰ λέξιν, ὡς ἡ ἀνάγνωσις παρίστησιν. (Vers. 375.) Ὦλξ δὲ ἡ αὖλαξ, ἀπὸ τοῦ ἀλέγω, τὸ λόγον ποιοῦμαι καὶ φροντίζω, ἀλέξω, ἄλοξ, καὶ μεταθέσει ἄολξ, καὶ ἐν συναιρέσει ὦλξ, ἡ ἐν λόγῳ δηλαδὴ οὖσα. Διηνεκὴς δὲ ὦλξ ἡ διόλου ἐνηνεγμένη μία καὶ κοιλανθεῖσα μιᾷ μακρᾷ τομῇ. Τὸ δὲ προταμοίμην ἀντὶ τοῦ, πρὸ σοῦ ἀροτριάσαιμι, καὶ, ὡς εἰπεῖν, προκόψαιμι, καὶ τὰ πάντα ἔχων ἶσα, ὅμως προβαλοίμην τῇ ἀρετῇ. (Vers. 384.) Τὸ δὲ, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα, διττολογία ἐστὶν ἐννοίας μιᾶς διὰ προσώπου ἀγωνίαν καὶ αὐτὴ γενομένη καθὰ καὶ τὰ ῥηθέντα κόμματα. (Vers. 376.) Τὸ δὲ, εἰ δ' αὖ καὶ πόλεμον ὁρμήσειέ ποθεν Κρονίων, περίφρασίς ἐστι τοῦ, εἴ ποθεν ἐκφανείη πόλεμος ὁ κατὰ τὸν μῦθον ἐκ Διὸς, ὃς ταμίης πολέμοιο τέτυκται. Ὅρα δὲ τὸ ποθὲν πρὸς ἐπίκρυψιν τεθὲν τοῦ ἀληθοῦς, καιριώτερον ὂν τοῦ ἴσως καὶ τοῦ τυχὸν καὶ τῶν τοιούτων, ὑπεμφαῖνον δὲ καὶ τὴν ἀλήθειαν, ἵνα λέγῃ, ὡς εἴ περ πόλεμος γένηται ἢ ἐξ ὑμῶν προϋπαρξάντων ἢ ἐξ ἐμοῦ ἢ ἐκ τῶν ἐμῶν. Τὸ δὲ ὁρμήσειεν ἀντὶ τοῦ κινήσειε καὶ, κατὰ τοὺς ὕστερον εἰπεῖν, παρορμήσειε. διχῶς οὖν τὸ ὁρμήσειν, ἰδιοπαθῶς τε κατὰ τοὺς μεθ' Ὅμηρον ἀντὶ τοῦ κινηθῆναι καὶ ἑτεροίως ἀντὶ τοῦ κινήσειν. εἰ δὲ ἐχρῆν καὶ αὐτὸ διάφορον σχεῖν διάθεσιν κατὰ τὸ πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον καὶ τὰ ὅμοια, ἀλλὰ προελήφθη τοῦτο ὑφ' ἑτέρου ῥήματος τοῦ κατὰ τὸν ὅρμον, καθ' ὃν ὁρμεῖ μὲν ἡ ναῦς, ὁρμίζει δέ τις αὐτήν. καὶ ἄλλως δὲ ὁρμεῖ μὲν αὐτὴ, ὁρμίζεται δὲ ὑπ' ἄλλου. (Vers. 394.) Σφέλας δὲ ἢ τὸ ὑποπόδιον καὶ νῦν ἢ καὶ ἁπλῶς κατὰ τοὺς παλαιοὺς βλῆμά τι σφῆλαι δυνάμενον, ὡς καὶ αὐτὸ προείρηται. (Vers. 397.) Ἡ δὲ πρόχοος ἐνταῦθα ἡ καὶ κατὰ κυριολεξίαν βομβήσασα ἐν τῷ πεσεῖν ξέστης ἐστὶ ποτίζειν χρήσιμος, οὐ μὴν κατὰ τὴν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, δι' ἧς ὕδωρ χερσὶν, ἐπιχέεται, ἣν παραφράζων ἐκεῖ ὁ ἐκ Θρᾴκης σοφὸς εἶπε· τὸ πρῶτον μὲν οὖν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ, οὐδὲ μὴν κατὰ τὴν ὀστεοδόχον, ἣν δηλοῖ ὁ γράψας τὸ, ἐμβαλὼν εἰς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ καὶ ἐξέπεμπεν, ὁποῖόν τι ἴσως καὶ ἐν Ἰλιάδι τὸ δέπας, ἐν ᾧ θέσις ἡρωϊκῶν ὀστῶν ἱστόρηται. (Vers. 395.) Ἰστέον δὲ ὅτι δεξιότατα Ὀδυσσεὺς δοκεῖ προσφεύγειν τῷ Ἀμφινόμῳ, εἴ πως σχοίη συγκροῦσαι τοὺς μνηστῆρας ἀλλήλοις, ἐπικουρήσαντος μὲν ἐκείνου τῷ ξένῳ, ἀπαρασθέντων δὲ τῶν μνηστήρων. (Vers. 401.) Ὅτι οὕτω θρασὺ πρᾶγμα πεποίηκεν ὁ Εὐρύμαχος, ὡς καὶ τοὺς ὁμοίους αὐτῷ ὑβριστὰς δυσχεράναι, καὶ ὅμως ἀνέχεται Ὀδυσσεὺς, καὶ ὁ Τηλέμαχος δὲ, ἵνα μὴ πρὸ καιροῦ ἐγχειρήσαντες ἔργῳ δυσπραγήσωσι. καὶ λαλεῖ μέν τι ὁ Τηλέμαχος ὑποπίκρως, παραμίγνυσι δέ τι καὶ ἐπιεικείας εὐθύς. λέγει γοῦν ὁ ποιητὴς οὕτως· αἴθ' ὤφελλ' ὁ ξεῖνος ἀλώμενος ἄλλοθ' ὀλέσθαι, πρὶν ἐλθεῖν, τῶ κεν οὔ τι τόσον κέλαδον μεθέηκεν, ἤγουν οὐκ ἂν τοσοῦτον θόρυβον ἐνῆκεν ἡμῖν. νῦν δὲ περὶ πτωχῷ ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. καὶ οὕτω μέν τις εἶπεν ἂν καραδοκῶν αὐτόθι ὀλέσθαι τὸν Ὀδυσσέα καὶ διατοῦτο εὐχόμενος ἄλλοθι αὐτὸν τοῦτο παθεῖν. (Vers. 406.) Τηλέμαχος δὲ, δαιμόνιοι μαίνεσθέ, φησι, καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεὸς δὴ ὑμᾶς ὀροθύνει· (Vers. 408.) ἀλλ' εὖ δαισάμενοι κατακείετε οἴκαδε ἰόντες, ὁππότε θυμὸς ἄνωγε. διώκω δὲ οὔ τινα ἔγωγε· ὅ περ ἀγαθοῦ ξενοδόχου λόγος, ὥς περ ἐλεεινολογία ἐπί τινι δυστυχῶς νοστήσαντι, τὸ, αἴθ' ὤφελλ' ὁ ξεῖνος καὶ ἑξῆς ὡς ἀνωτέρω γέγραπται. (Vers. 414.) δικαιολογίας δὲ ἀναντιῤῥήτου παραστατικὸν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι, ὅ περ ἐφ' οἷς καλῶς ἐλάλησεν ὁ Τηλέμαχος, ἐπικριτικῶς φησὶν ὁ Ἀμφίνομος, οἷα τοῦ πρόσφυγος ξείνου ὑπερλαλῶν. διὸ καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν μήτε τινὰ ἄλλον δμώων Ὀδυσσέως. εἶτα συμβουλευσάμενος καὶ περὶ σπονδῆς καὶ ὕπνου πείθει· (Vers. 422.) πᾶσιν ἑαδότα μῦθον εἰπὼν, ἤγουν ἀρέσκοντα, ὡς πολλαχοῦ εἴρηται. (Vers. 406.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα, ἀστείως ἐῤῥέθη διὰ τὸ τοὺς μνηστῆρας μὴ κρύπτειν, ἀλλ' ἐκφαίνειν, ὡς οἱ ἐξεμοῦντες τὰ ἐντὸς, οὕτω καὶ αὐτοὺς, ὅ περ εἶχον ἔνδον βούλευμα, τὸ τὸν ξένον δηλαδὴ, ὡς ἐῤῥέθη, αὐτόθι ὀλέσθαι. ὡς ἐπὶ ἐμέτου γοῦν εἰπὼν τὸ, οὐ κεύθετε βρωτὺν οὐδὲ ποτῆτα, νοεῖν ἀφίησιν αὐτὸ ἐπὶ τοῦ κατὰ ψυχὴν βουλεύματος, προσθεὶς τὸ, θυμῷ. ἔφη γὰρ, οὐκέτι