Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.189.1
Not analysed yet
γλώσσαις, ἐκεῖ δεδήλωται. ὅσα δὲ καὶ βάρβαρα κύρια ἐν Ἰλιάδι κεῖνται, οἶδεν ὁ ἐπιὼν αὐτά. λέγει δὲ καὶ Αἰσχύλος ἐθνικώτερον καὶ οὐ κατὰ Ἀττικοὺς, βαλῆνα τὸν βασιλέα ἐν τῷ, βαλὴν ἀρχαῖος βαλήν. ὅθεν καὶ βαληνναῖον ὄρος παρὰ Πλουτάρχῳ ἐν τῷ περὶ ποταμῶν ἀντὶ τοῦ βασιλικόν. παρὰ τῷ αὐτῷ δὲ ποιητῇ ἐν Ἀγαμέμνονι καὶ οἱ ἄγγαροι κεῖνται, λέξις φανερῶς Περσική· φρυκτὸς φρυκτὸν δεῦρ' ἀπ' ἀγγάρου πυρὸς ἔπεμπε. τοιοῦτον δὲ τὸ τῶν φανῶν. κυρίως δὲ κατὰ Αἴλιον Διονύσιον ἄγγαροι οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δ' αὐτοί, φησι, καὶ ἀστάνδαι Περσικῶς. τίθεται δέ, φασιν, ἡ λέξις καὶ ἐπὶ φορτηγῶν, καὶ ὅλως ἐπὶ ἀναισθήτων καὶ ἀνδραποδωδῶν· ὅθεν καὶ ἀγγαροφορεῖν τὸ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς, καὶ ἀγγαρεύεσθαι τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. ἐθνικὴ δὲ λέξις καὶ ἡ μόρτη, τὸ ἕκτον, φασὶ, μέρος τῶν καρπῶν, ἣ ἐδίδοτο τοῖς ἑκτημορίοις, ὡς ἐν ἀνωνύμῳ κεῖται λεξικῷ ῥητορικῷ. Αἴλιος δὲ Διονύσιος λέγει ὅτι Περσικὸν ὄνομα καὶ ὁ μανδύας. ἔοικε δέ, φησι, φαινόλῃ. καὶ ὁ γράψας δὲ γέντα τὰ κρέα κατὰ γλῶσσαν Θρᾳκῶν ἔγραψεν. οὐκ ἂν δέ τις ἀπισχυρίσαιτο μὴ οὐκ εἶναι καὶ τὸν ἀῤῥάβακα ἐθνικὸν, ὅς ἐστι κατὰ τοὶς παλαιοὺς ὀρχηστὴς ἢ βλάσφημος. Παυσανίας δὲ καὶ ἐτυμολογίαν αὐτοῦ παραδιδοὺς γίνεσθαί φησιν ἀπὸ τοῦ ἀῤῥαβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. ὅλως δὲ εἰπεῖν, γέμει διὰ τὰς ἐπιμιξίας μυρίων ἐθνικῶν λέξεων ἡ Ἑλλὰς γλῶσσα· ὅ περ εἰ καὶ παρεκβατικῶς τεθεώρηται, ἀλλ' οὔτε ἀμούσως ἔχει, καὶ οὐδὲ τῆς κατὰ τὴν χοίνικα σκέψεως ἀπεσχοίνισται, εἰ χρὴ πάλιν ἐθνικὴν εἰπεῖν λέξιν ὁποία ἡ σχοῖνος, ἀφ' ἧς τὸ ἀποσχοινίζεσθαι. (Vers. 32.) Ὅτι ἐν τῷ, Ὀδυσσεὺς καὶ φαίδιμος υἱὸς ἐσφόρεον κόρυθας καὶ ἑξῆς, εἰσφορεῖν συνήθως λέγει τὸ εἰσκομίζειν· ᾧ ἐναντίον τὸ ἐκφορεῖν. φράσις δὲ κομιδῆς ὅπλων τὸ, ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας, ἔγχεά τε ὀξυόεντα. (Vers. 33.) Ὅτι τῶν ὅπλων, ὡς ἐῤῥέθη, εἰσφορουμένων, πάροιθε Παλλὰς Ἀθήνη, χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. καὶ ὁ Τηλέμαχος θαυμάσας, ὦ πάτερ, φησὶ, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι· ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι (Vers. 38.) εἰλάτιναί τε δοκοὶ καὶ κίονες ὑψόσ' ἔχοντες, τουτέστιν ἀναβαίνοντες καὶ ὡς οἷον ἀνίσχοντες ἢ καὶ ὑψοῦ ἀνέχοντες τὰς δοκοὺς, φαίνονται ὀφθαλμοῖς ὡσεὶ πυρὸς αἰθομένοιο· ἦ μάλα θεὸς ἔνδον. καὶ Ὀδυσσεὺς, σίγα, φησὶ, καὶ κατὰ σὸν νόον ἴσχανε, μηδ' ἐρέεινε. (Vers. 43.) αὕτη τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν αὕτη θέμις θεοῦ ἐν τῷ ἐπιφαίνεσθαι ποιεῖν οὕτω, καθὰ δηλαδὴ βλέπεις. τινὲς δὲ γράφουσιν, αὐτή τοι δίκη ἐστὶ θεοῦ, τουτέστιν οὐκ ἄλλος τις ὁ ἔνδον ἄρτι θεὸς ἢ αὐτὴ ἡ δίκη, ἐσομένη σὺν ἡμῖν ἢ καὶ οὖσα ἤδη. ἔστι δὲ τὰ τοιαῦτα τοῦ Ὁμήρου εἰς θείαν ἐπικουρίαν παρῳδηθῆναι ποτὲ καὶ εἰς ἀναγκαῖον μυστηριασμόν. (Vers. 33.) Ἰστέον δὲ ὅτι ὁ μῦθος μὲν Ἀθηνᾶν ἐθέλει τὴν φωσφόρον παρεῖναι καὶ φαίνειν· φωσφόρος γὰρ αὐτὴ καὶ ἐν Ἰλιάδι ἐγράφη. ἐθέλει γὰρ Ὅμηρος μεγάλου ἔργου τοῦ κατὰ τῶν μνηστήρων καινά τινα προηγήσασθαι. ἡ δὲ ἀλληγορία τὴν τοῦ Ὀδυσσέως λέγει ἐν τούτοις δηλοῦσθαι φρόνησιν ὀρθῇ κελεύθῳ τἀν σκότει ποδηγετοῦσαν καὶ τὸ τοῦ μέλλοντος ἀφανὲς ὑπὸ φωτὶ γνώσεως ἄγουσαν. (Vers. 34.) Χρύσεον δὲ λύχνον λαμπτῆρα λέγει ὁποῖοι τινὲς πρὸ ὀλίγων καὶ οἱ τῶν μνηστήρων, πλὴν ὅσον ἐκεῖνοι οὐ χρύσεοι· λύχνῳ γάρ, φασι, τῷ παρ' ἡμῖν οὐκ εἰσάγονται ἥρωες χρώμενοι. τινὲς δὲ προσυπακούουσιν ἐνταῦθα τὸ ως, ἵνα λέγῃ ἔχουσα ὡς χρύσεον λύχνον, ὅ ἐστιν ἀμαυρὸν διδοῦσά τι φῶς ὡς ἀπὸ λάμψεως καὶ στιλβηδόνος χρυσοῦ, ὃ καὶ περικαλλὲς ἔφη, ἵνα μὴ τῷ λαμπτῆρι φωραθῶσι τὰ ὅπλα μετακομίζοντες, καὶ ἵνα μηδὲ φαίνῃ δουλοπρεπῶς ἡ Ἀθηνᾶ. πολλῷ γὰρ σεμνότερον αὐτόματον ἐπιλάμψαι φῶς ἢ δουλικῶς αὐτὴν ὑπηρετεῖν. Ὅτι δὲ λύχνῳ σύστοιχόν τι λυχνοῦχος ὁ φανὸς καὶ τὸ λύχνιον, ὅ πέρ ἐστι λυχνία προπαροξυτόνως ἀναλόγως τῷ θύρα, θύριον καὶ λύρα, λύριον, δηλοῦσιν οἱ παλαιοί. (Vers. 36.) Τὸ δὲ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. συνήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη χρῆσις, ὡς δῆλον καὶ ἐκ τοῦ, ὅττι ῥὰ θνήσκοντας ὁρᾶτο. (Vers. 37.) Τὸ δὲ ἔμπης μεταληπτικοῦ εἴδους ἐστὶ τοῦ δεδηλωμένου πολλαχοῦ· ἔμπης γὰρ τὸ ἴσως. αὐτὸ δὲ νῦν οὐ διστακτικὸν, ἀλλ' ἶσον ὁμοιωματικῶς τῷ ἐπίσης, ἵνα λέγῃ ὅτι ἐξισάζονται τὰ πρὸ ὀφθαλμῶν πυρί. Ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ, γράψας οὕτω τὰ θέματα ἔχοντα μετὰ τὸ προηγούμενον ο, ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον, περισπῶνται· νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ. τὸ δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν, ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ. (Vers. 39.) Πῦρ δὲ καὶ νῦν αἰθόμενον, ὡς καὶ ἑτέρωθι, πρὸς