Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.190.1
Not analysed yet
διαστολὴν ἑτεροίου, πυρὸς μὲν λεγομένου ἢ καὶ ὄντος, οὐκ αἰθομένου δέ. ὅτι δὲ πολλὰ παράγωγά εἰσι τοῦ αἴθεσθαι, δηλοῖ καὶ ὁ αἰθὴρ καὶ ὁ αἴθων καὶ ὁ αἰθίοψ καὶ ὁ αἶθοψ, ὃς σημαίνει κατὰ τοὺς παλαιοὺς θερμὸν, λαμπρὸν, πυῤῥὸν καὶ μέλανα. (Vers. 37.) Μεσόδμαι δὲ οὐ μόνον ἐπὶ νηῶν αἱ προδηλωθεῖσαι, ἀλλ' ἰδοὺ καὶ οἴκου μεσόδμαι, τὰ μεσόστυλα κατὰ Ἀρίσταρχον. καθ' ἑτέρους δὲ τὰ μεταξὺ τῶν δοκῶν· ἔνιοι δὲ, διαφράγματα ἢ καὶ διαστήματα μεταξὺ τῶν κιόνων, οἵ, φασι, περὶ τοὺς τοίχους ἦσαν. (Vers. 39.) Ὅρα δὲ καὶ τὸ, ὡσεὶ πυρὸς αἰθομένοιο, συντελοῦν εἴς τε τὴν ἀλληγορίαν καὶ εἰς τὴν εἰρημένην δευτέραν ἑρμηνείαν τοῦ χρυσέου λύχνου. οὐ γὰρ ἁπλῶς ἔφη πυρὸς, ἀλλὰ ὡσεὶ πυρός. (Vers. 30.) Ἰστέον δ' ἐν τούτοις καὶ ὅτι τε ἡ Εὐρύκλεια ἔξω περιλέλειπται φυλάσσουσα τὰς κληϊσθείσας θύρας, (Vers. 40.) καὶ ὅτι τὸν φαίνοντα θεὸν οὐράνιον εἶναι στοχάζεται ὁ παῖς, ὡς μὴ ἂν τῶν ἑτεροίων οὕτω φωσφορησόντων. φησὶ γάρ· ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, ὃ ταυτόν ἐστι τῷ Ὄλυμπον ἔχουσιν, ὡς εὐθὺς μετ' ὀλίγα φησίν. Ὅτι σκοπὸς τῷ Ὀδυσσεῖ, ὡς αὐτὸς λέγει, τοῦ ὑπολείπεσθαι αὐτόθι μετὰ τὴν ἀπέλευσιν τῶν μνηστήρων τὸ τὰς δμωὰς καὶ τὴν Πηνελόπην ἐρεθίζειν, ἵνα γνῶ τὰ κατ' αὐτὰς ἀκριβέστερον, καὶ ἅμα, ἵνα, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη, μερμηρίζῃ τὰ κατὰ τῶν μνηστήρων. (Vers. 53.) Ὅτι κἀνταῦθα τὴν περίφρονα Πηνελόπην ἀναγκαίως ἐξάγει τοῦ θαλάμου ὁ ποιητὴς Ἀρτέμιδι ἰκέλην, ὡς καὶ ἀλλαχοῦ ἔγραψεν, ἠὲ χρυσῇ Ἀφροδίτῃ. (Vers. 55.) τῇ παρὰ μὲν κλισίην, φησὶ, πυρὶ κάτθεσαν, ἤγουν ἐγγὺς πυρὸς, ἵνα ὁ ξεῖνος θερμαίνοιτο, δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ, ἥν ποτε τέκτων ποίησεν Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε προσφυέα ἐξ αὐτῆς, ἤγουν προσπεφυκυῖαν καὶ ἡνωμένην τῇ κλισίῃ. ὅθι ἐπὶ μέγα βάλλετο κῶας, ἤτοι ἐπετίθετο, ἔνθα καθέζετο, οὐ λῖτα δαιδάλεον ὑπεστρωμένον ἔχουσα, οὐδὲ τάπητα μαλακοῦ ἐρίου κατὰ τὴν τρυφερὰν Ἑλένην. κῶας δὲ μέγα κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν. πρὸς ἑρμηνείαν δὲ τῆς ῥηθείσης κλισίης κεῖται τὸ, ἔνθα καθέζετο, ἵνα νοηθείη κλισίη νῦν τὸ ἀνάκλιντρον. ἡ γάρ τοι κοινότερον λεγομένη κλισία οὐ πρὸς καθέδραν, ἀλλὰ πρὸς ἐνοίκησιν ἐγίνετο, σκηνὴ οὖσα. (Vers. 56.) Δινωτὴ δὲ ἴσως μὲν καὶ ἡ τορευτικὴ κατά τινα μέρη, μάλιστα δὲ ἡ κύκλῳ κεκοσμημένη ἐλεφαντίνοις ὀστοῖς καὶ ἀργύρῳ, καθά που καὶ κολεὸν ἐλέφαντος ἀμφιδεδινῆσθαι εἶπεν ὁ ποιητής. (Vers. 57.) Τὸ δὲ Ἰκμάλιος ὄνομα οἰκεῖον τέκτονι ξύλων, ἃ χρήσιμα γίνεται μετὰ τὸ ἐξικμασθῆναι. (Vers. 61.) Ὅτι ὅ περ ἀλλαχοῦ ἔφη ἀποκοσμεῖν ἔντεα δαιτὸς, τοῦτο ἐνταῦθα περιφράζων φησίν· αἵ δ' ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον, ἤτοι ἀφῃροῦντο, ἠδὲ τραπέζας καὶ δέπα, ἔνθεν ἄνδρες ὑπερμενέοντες ἔπινον. (Vers. 62.) δῆλον δὲ ὡς ταυτὸν ὑπερμενέοντας εἰπεῖν καὶ ἀγήνορας, καὶ ὅτι περιφραστικὴ ἑρμηνεία τοῦ δέπα τὸ, ἔνθεν ἄνδρες ἔπινον. (Vers. 63.) Ὅτι καὶ νῦν ἐπὶ τῶν λαμπτήρων αἱ δμωαὶ νήησαν, ὅ ἐστιν ἐσώρευσαν, ξύλα πολλά. διατί πολλά; (Vers. 64.) φόως ἔμεν' ἠδὲ θέρεσθαι, ἤγουν οὐ πρὸς μόνον φῶς ἐπεσωρεύθη ξύλα, ἀλλὰ καὶ ὥς τε θέρμην ποιεῖν τῷ Ὀδυσσεῖ, θερμαίνεσθαι, ὡς προεδηλώθη, ἐθέλοντι. ἔσονται δὴ τὰ τοιαῦτα ξύλα φῶς μὲν ἐπὶ λαμπτῆρος, θέρεσθαι δὲ ἐπ' ἐσχάρας, ἧς ἐγγὺς κείσεται ὁ δίφρος τῷ Ὀδυσσεῖ. (Vers. 66.) Ὅτι ὀνειδίζει κἀνταῦθα ἡ ἀγρία Μελανθὼ τῷ δεσπότῃ· ξεῖνε, ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις διὰ νύκτα δινεύων κατὰ οἶκον; ὀπιπτεύσεις δὲ γυναῖκας; ἀλλ' ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· ἦ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. οὕτως ἡ φαυλοτάτη προκαλεῖται θάνατον καθ' ἑαυτῆς (Vers. 71.) Ὀδυσσεὺς δὲ περιτρέπων αὐτῇ, ἃ εἶπεν, εἰς μαχλοσύνην ὀνειδίσει, ὡς αὐτοῦ μὲν μὴ ἔργον ἔχοντος ὀπιπτεύειν γυναῖκας, αὐτῆς δὲ μᾶλλον ὀπιπτευούσης τοὺς ἄνδρας, ὅθεν καὶ ἐγκοτεῖν τούτῳ διὰ τὸ δυσμόρφως ἔχειν. φησὶν οὖν· δαιμονίη, τί μοι ὧδ' ἐπέχεις κεκοτηότι θυμῷ; ἢ ὅτι οὐ λιπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι; πτωχεύω δ' ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασιν. Ἐν οἷς ὅρα τὸ θυμικῶς ἐνδιάθετον τοῦ Ὀδυσσέως ἐν τῷ καὶ κομματικῶς καὶ ἀσυνδέτως λαλῆσαι. (Vers. 75.) εἶτα εἰπὼν, ὥς που πρὸ τούτων ἔφη πρὸς τὸν Ἀντίνοον, τὸ, καὶ γὰρ ἐγώ ποτε οἶκον ἔναιον ὄλβιος ἀφνειὸν καὶ ἑξῆς ἀπαραλλάκτως στίχους ἓξ ἐκ τῶν ἐκεῖ, ἐκθροεῖ τὴν δούλην, ἐπαγαγών· (Vers. 81.) τῷ νῦν μή ποτε καὶ σὺ, καθὰ δηλαδὴ καὶ ἐγὼ, ἀπὸ πᾶσαν ὀλέσῃς ἀγλαΐην, τῇ νῦν γε μετὰ δμωῇσι κέκασσαι, ἤγουν ἣν ἔχεις ἐν ταῖς ἀμφιπόλοις ὑπερφέρουσα ἐκείνων. (Vers. 83.) ὃ καὶ σαφέστερον λέγων, ἵνα εὐνόητον εἴη τῇ δούλῃ, φησί· μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπῄνῃ, ἢ Ὀδυσσεὺς ἔλθοι, (Vers. 84.) ἔτι γὰρ καὶ ἐλπίδος αἶσα, τουτέστιν ἐλπὶς περιφρα-