Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.194.1
Not analysed yet
ἑαυτὴν καὶ ὅσα μὲν αὐτὴ μηχανήσαιτο ἐπὶ σωφροσύνῃ, ὅσα δὲ οἱ μνηστῆρες ἀντιτεχνάσαιντο διὰ δμωὰς κύνας οὐκ ἀλεγούσας, ὡς καὶ προεγράφη, αἳ κατεμήνυον αὐτοῖς τὰ δεσποτικὰ βουλεύματα, ἐκτίθεται (Vers. 130.) τὰ κατὰ τὸν ἱστόν. ἔνθα τίθησιν ὁ ποιητὴς οὐκ ὀλίγα ἔπη ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ κειμένων περὶ τοῦ ἱστοῦ (Odyss. βʹ, 94.) . λέγει δέ τι καὶ περὶ τοῦ ἀριθμοῦ τῶν μνηστήρων, ὡς ἐκ Δουλιχίου τε καὶ Σάμης καὶ Ζακύνθου καὶ αὐτῆς Ἰθάκης ἠθροισμένων. οἵ με, φησὶν, ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. διὸ οὔτε ξένων ἐμπάζομαι, οὔθ' ἱκετάων, οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν, ἀλλ' Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ. οἱ δὲ γάμον σπεύδουσιν, ἐγὼ δὲ δόλους τολυπεύω. (Vers. 138.) ἄλλους τέ τινας, ὡς εἰκὸς, καὶ τὸν περὶ τοῦ φάρους, ὃν θεὸν αὐτῇ ἐμπνεῦσαι φρεσὶ λέγει. ὃ καὶ ἐκτελέσασα ὑπ' ἀνάγκης, καθὰ καὶ προεδηλώθη, καὶ νῦν δὲ αὖθις αὐτὴ εἶπεν ἡ καμοῦσα νῦν οὔτ' ἐκφευγέειν, φησὶ, δύναμαι γάμον, οὔτε τινὰ ἄλλην μῆτιν εὑρίσκω, μάλα δ' ὀτρύνουσι τοκῆες γήμασθαι, ὡς καὶ προϊστορήθη. ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων (Vers. 160.) γινώσκων, ὅ ἐστι φρονῶν καὶ εἰδὼς οἷα γίνεται κακά. οὗ καὶ ἔπαινον ἐκτιθεῖσα φησίν· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα οἴκου κήδεσθαι οὐκ ἐκ τοῦ ἁπλῶς, ἀλλὰ ᾧ τε Ζεὺς κῦδος ἢ ὄλβον ὀπάζει. (Vers. 157.) ταῦτα δὲ τὰ τῆς γυναικὸς ὀτρύνει τὸν Ὀδυσσέα κατὰ Ὁμηρικὴν δεινότητα ποιῆσαι τάχιον τὴν ἐπὶ τῷ ἔργῳ ἐπεξέλευσιν. ἤδη γὰρ, ὅ φασιν, ἐπὶ ξυροῦ ἀκμῆς τὰ πράγματα. ὃ δὴ καὶ ποιήσει αὔριον ἐξ ἀνάγκης ὁ Ὀδυσσεὺς, οὐ γάρ ἐστιν ἔτι καιρὸς ἀναβάλλεσθαι. (Vers. 158.) Ἰστέον δὲ ὅτι τὸ, μάλα δ' ὀτρύνουσι τοκῆες, διασαφητικόν ἐστι τοῦ, οἱ δὲ γάμον σπεύδουσιν, ὅ περ ἀνωτέρω κεῖται. ἐκεῖνο γὰρ ἀσαφὲς, ὡς οἷα περὶ μόνων τῶν μνηστήρων εἰρῆσθαι δοκοῦν. Ἔτι ἰστέον καὶ ὡς ἄριστα ἡ γυνὴ ἐκτίθεται τὰ αἴτια, δι' ὧν ἐν στενῷ κατακλείεται. αὐτὴ μὲν γὰρ οὐκέτι μῆτιν εὑρίσκει ἐκφυγεῖν τὸν γάμον, οἱ δὲ τοκῆες ὀτρύνουσι γήμασθαι. καὶ οὐδὲ ὁ παῖς ἀνεκτὸς, ἀσχάλλων ἐφ' οἷς ὁ οἶκος δαπανᾶται. διὸ ἀνάγκη γενέσθαι γάμον. (Vers. 135.) Ὅρα δὲ καὶ ὅτι δημιοεργοὶ οὐ μόνον μάντις καὶ ἰατρὸς καὶ τέκτων οἱ προῤῥηθέντες, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ οἱ κήρυκες. ὧν οὐδ' αὐτῶν ἐμπάζεσθαι ἡ Πηνελόπη φησὶν, οἷα παρ' οὐδὲν τιθεμένη καὶ τὰ τοῦ δήμου, ἑνὸς δὲ μόνου γινομένη, τοῦ τὸν Ὀδυσσέα ποθεῖν. Ἰστέον δὲ ὅτι δημιουργοὶ οὐ μόνον οἱ ῥηθέντες ἐλέγοντο, ἀλλ' ὕστερον καὶ οἱ τὰ πέμματα καὶ τὰς πλακοῦντας ποιοῦντες, καὶ δηλοῖ αὐτὸ Ἀθήναιος ἐν τῷ, προὐνοοῦντο πεμμάτων αἱ δημιουργοὶ γυναῖκες, καὶ ἐν τῷ, καὶ δημιουργοὶ μέλιτος αἰτεῦσαι σκάφας. ἦν δὲ οὐδὲ παρὰ τοῖς πάλαι δήμιος ὁ αὐτὸς τοῖς ὕστερον. ἐκεῖνος μὲν γὰρ τῷ δήμῳ χρηστὸς, ὁ δὲ παρὰ τοῖς ἄρτι τῇ τοῦ ζῆν μειώσει παρωνομάζεσθαι δοκεῖ, ὡς οἷον ζήμιός τις ὢν διὰ τὸ τιμωρεῖν. διὸ καὶ ἄνδραγχοι πρὸς διαστολὴν τῶν πάλαι ἀγαθῶν δημίων ἐκαλοῦντο, ὡς ἄνδρας ἄγχοντες, οὐ μὴν δῆμον ὠφελοῦντες κατὰ τοὺς ἀρχαίους. κατὰ δὲ τὴν σύνθεσιν τῶν Ὁμηρικῶν δημιοεργῶν ἔφη καὶ ὁ κωμικὸς τὰ δημιόπρατα. Σημείωσαι δὲ, ὡς λέξις αὕτη ταπεινὴ, ἡ τοῦ δημιουργοῦ δηλαδὴ, καὶ θεία εὐμεθόδως γίνεται παρὰ τοῖς δημιουργὸν τοῦ κόσμου τὸ θεῖον εἰποῦσι. τοιοῦτον δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ τὸν κόσμον σκάφος εἰπεῖν οὕτως ἢ ἄλλως περιαγόμενον. ὅμοιον δέ τι καὶ τὸ, ἀστραπὰς ἐκπυρηνιζομένας νεφῶν φάναι. καὶ ὁ πυρὴν γὰρ τὸ φαυλότατον εἰς μέγιστον ἐνταῦθα ὕψωται τῇ τροπῇ. (Vers. 136.) Ἐν δὲ τῷ, Ὀδυσῆα ποθεῦσα φίλον κατατήκομαι ἦτορ, ἀμφίβολον εἴτε πρὸς τὸν Ὀδυσσέα εἴτε πρὸς τὸ ἦτορ κολλητέον τὸ φίλον. Περὶ δὲ τοῦ τολυπεύειν ἱκανῶς ἀλλαχοῦ προδεδήλωται. (Vers. 138.) Τὸ δὲ, ἐμπνέειν θεὸν φρεσὶ, φιλοσόφως δηλοῖ τὸ, τὰ κατ' ἀνθρώπους θειότερον γίνεσθαι. (Vers. 160.) Τὸ δὲ, ἤδη γὰρ ἀνὴρ οἷος οἴκου ὀλβίου κήδεσθαι, ἐπαινετικώτερον τοῦ, ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι καὶ ἑξῆς. (Vers. 161.) Ὀπάζειν δὲ οὐ μόνον τὸ παρέχειν, ὡς καὶ νῦν, ἀλλ' ἔστιν ὅτε καὶ τὸ διώκειν. (Vers. 162.) Ὅτι ἐξέφυγε μὲν, οἷα εἰκὸς, Ὀδυσσεὺς εἰπεῖν ὡς ἠρωτήθη, τίς καὶ πόθεν καὶ τίνων ἐστίν. ἡ δὲ Πηνελόπη ἔγκειται καὶ οὐκ ἀφίησιν αὐτὸν μὴ εἰπεῖν, ἀλλ' ἐντρέπουσα τὸν ῥήτορα ἐκ τῶν κατ' αὐτὴν λέγει μονονουχί· ὡς ἐπεί περ ἐγὼ πολύστονος οὖσα ἐξεθέμην τὰ κατ' ἐμὲ, οὕτως ἂν καὶ αὐτὸς ποιήσῃς, καὶ οὐδέν σε ὀνήσει πρὸς τὸ σιγῆσαι, εἰ πολλὰ ἔπαθες. φησὶν οὖν· ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος ὁππόθεν ἐσσί· οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου, ἢ παλαιφάγου, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, οὐδ' ἀπὸ πέτρης. (Vers. 165.) καὶ Ὀδυσσεὺς δεικνὺς ὡς οὐχ' ἑκὼν λαλήσει, φησὶ γὰρ, οὐκέτ' ἀπολλήξεις, ἢ καὶ δι' ἑνὸς λ ἀπολήξεις, τὸν ἐμὸν γόνον ἐξερέουσα, διηγήσεται καὶ πρὸς αὐτὴν τὰ Κρητικὰ ψεύδη,