Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.195.1
Not analysed yet
γόνον εἰπὼν αὐτὸς ὅ περ ἡ Πηνελόπη γένος εἶπε, τουτέστι τὴν γενεὰν ἢ τὴν γέννησιν. (Vers. 163.) Ἐν τούτοις δὲ ὅρα ὅτι τὴν δρυὸς γενικὴν συστέλλει Ὅμηρος, εἰ καὶ ἡ εὐθεῖα ἐκτεταμένον ἔχει τὸ δίχρονον. τοῦτο δὲ γίνεται καὶ ἐπὶ τοῦ σῦς συὸς καὶ μῦς μυὸς, καὶ ἐπὶ ἄλλων δέ. φησὶ γοῦν Ἡρῳδιανὸς, ὅτι τὸ υ ἐπ' εὐθείας ἐκτεινόμενον φιλεῖ συστέλλειν τὰς ἄλλας πτώσεις, καὶ οὐ μόνον ἐν τῷ πῦρ πυρὸς, ἀλλὰ καὶ ἐν τῷ, ἰχθύος, δρυὸς, ἰσχύος. Ὅτι δὲ οὐ μόνον δρῦς καὶ τὰ κατ' αὐτὸ περισπῶνται, ἀλλὰ καί τινα τῶν ὑπὲρ μίαν συλλαβὴν, δηλοῖ ὁ αὐτὸς γράψας οὕτω· τὰ εἰς υς ὀξύτονα θηλυκὰ συστέλλοντα τὸ υ διὰ τοῦ δέλτα κλίνονται· κροκύδος, χλαμύδος· τὰ δὲ ἐκτεταμένον ἔχοντα τὸ υ διὰ καθαροῦ τοῦ ος, ὀϊζύος, Ἐριννύος. τὰ δὲ περισπώμενα καὶ αὐτὰ καθαρεύει· ὀσφύος, ὀφρύος, δρυός· ὥς τε περισπᾷ καὶ τὸ ὀσφῦς καὶ τὸ ὀφρῦς. ἐν ἄλλοις δὲ δοκεῖ ὅμοιον τόνον ἐπιτιθέναι καὶ τῇ τοῦ ἰχθύος εὐθείᾳ. εἰπὼν γὰρ ἐν τῷ περὶ τῶν εἰς υς περισπωμένων μονοσυλλάβων ἀρσενικῶν, ὡς φυλάσσουσι τὸ ι ἐν τῇ κλίσει, ἐπάγει ὅτι ἓν μόνον ὑπὲρ μίαν συλλαβὴν ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ, οὐδὲ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἐξήγηται μὲν ἱκανῶς ἐν τῇ Ἰλιάδι. καὶ νῦν δὲ εἰς τοσοῦτον ῥητέον, ὅτι τε παροιμιώδης ὁ λόγος καὶ ὅτι καταφατικῶς μὲν ἀπὸ δρυὸς ἢ ἀπὸ πέτρης εἶναί τις λέγεται, ὅτε οὐκ ἔστι γένος αὐτοῦ εἰπεῖν. ἀποφατικῶς δέ φαμεν ὡς οὐκ ἔστι τις ἀπὸ δρυὸς παλαιφάτου ἢ ἀπὸ πέτρης, ὅτε οὐκ ἂν ἔχοι σιγῆσαι πόθεν ἐστίν. εἰ γὰρ καὶ τἄλλα μὴ ἀκριβῶς οἶδέ τις κατὰ λεπτὸν, τίνων γοῦν ἐξέφυ, οἶδεν ὡς εἰκός· ἢ ἀλλὰ ποίας γοῦν ἐστὶ γῆς. εἴληπται δὲ ἡ παροιμία ἐκ τοῦ παλαιοῦ βίου, ὅτε ἐν σπηλαίοις καὶ δρυῶν ἤγουν δένδρων κοιλότῃσι, ταυτὸν δ' εἰπεῖν, γερανδρύων, ἐξετίθεντο τὰ νεογνὰ ὑπὸ τῶν γεννησαμένων κατὰ ἀπορίαν βίου. οἷς ἀναληφθεῖσι καὶ ἐκτεθραμμένοις δρύες, τουτέστι δένδρα κοῦφα, εἰς μητέρας ἐνεγράφοντο κατὰ τοὺς ἐκ μελιῶν, οὕς φησιν Ἡσίοδος, ἢ καὶ πέτραι σπηλαιώδεις. ὅτι τοίνυν οἱ τοιοῦτοι οὐκ εἶχον γονεῖς ἀνθρώπους λέγειν ὡς ἐκ δρυῶν καὶ ῥωχμῶν ἑτέρων ἀνειλημμένοι, ἐξέπεσε παροιμία ἐκεῖθεν ἐπὶ τῶν ἀγενεαλογήτων τὸ ἐκ δρυὸς αὐτοὺς εἶναι ἢ ἀπὸ πέτρης. καὶ τοῦτο μὲν οὕτω· ἵνα λέγῃ ἡ Πηνελόπη τῷ ξείνῳ, εἰπέ μοι τὸ σὸν κατ' ἀνθρώπους γένος· οὐ γὰρ δή που ἐκ δρυὸς ἢ πέτρας γέγονας ὡς οἱ παλαίτατοι ἐβούλοντο λέγειν, ἐκπλήττοντες τοὺς πολλούς. ἔστι δὲ καὶ ἄλλως νοηθῆναι τὸ ῥητὸν οὕτως ἁπλούστερον. εἰπέ μοι τὰ κατὰ σέ· οὐ γὰρ ἂν εἴποις χρόνῳ μακρῷ ἀπειλῆφθαι τὴν περὶ αὐτῶν μνήμην, ὡς τὰ ἐκ δρυὸς καὶ πέτρας παλαιὰ διηγήματα. νοῆσαι δὲ τὸ παροιμιῶδες τοῦτο ἐνταῦθα ἐπὶ ἀγριότητος οὐχ' Ὁμηρικόν ἐστι. παραχρησάμενος δ' ἄν τις εὐφυῶς ποτὲ εἴποι ἂν αὐτὸ καὶ ἐπὶ ἀγρίου ἤθους, ἵνα τὸν μὲν τοιοῦτον ἐρεῖ ἀπὸ δρυὸς εἶναι ἢ ἀπὸ πέτρης, τουτέστι ξύλινον ἢ πέτρινον· ἢ καὶ ἄλλως, δρυὸς εἴτε καὶ πέτρας ἀτεράμνου ἀπόκομμα, καθὰ καὶ τῷ ἐπὶ Ἀμφινόμου ῥηθέντι ἐν τῷ, νευστάζων κεφαλῇ δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἐπὶ κακούργου ἀνδρὸς τῶν τις σοφῶν ἐχρήσατο ὕστερον, τὸ μὲν σῶμα φυλάξας τῆς γραφῆς, παραποιήσας δὲ τὸν νοῦν δεξιῶς πρὸς ὅ περ ἐβούλετο. Ἰστέον δὲ ὡς εἴ περ γράφεται ἀπὸ δρυὸς παλαιφάτου, ἀφορμὴν ἡ λέξις ἐτυμολογικὴν ἐνδίδωσι τῆς φηγοῦ. δῆλον γὰρ ὡς φηγὸς ἡ δρῦς, ἐπεὶ προκατῆρξε τοῖς ἀνθρώποις αὐτὴ τοῦ φαγεῖν. οὗ δοκεῖ προϋπάρχειν μέλλων δεύτερος ὁ φαγῶ, ὃς ἀνελθὼν εἰς ἐνεστῶτα παράγει ῥηματικὸν ὄνομα τὸ φάγημα, ὅμοιον ὂν πρός τε τὸ τραγῶ τράγημα καὶ πρὸς τὸ στρατιωτικὸν ἄγημα τὸ ἑτέρωθι δηλωθὲν καὶ πρὸς τὸ τραγικὸν πέσημα. καὶ τοῦτο δηλοῖ ὁ θαλάσσιον ἐχῖνον αὐτῷ κελύφει ἐνθεὶς τῷ στόματι καὶ βρύκων αὐτὸν τοῖς ὀδοῦσι καὶ ἐν τῷ δυσχρηστεῖσθαι, ὡς γράφει Ἀθήναιος, εἰπών· ὦ φάγημα μιαρὸν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς, οὔτ' αὖθις ἔτι λάβοιμι. ἐν οἷς ὅρα τὸ βρύκων, ἤγουν τραχέως μετὰ ποιοῦ τινὸς ἤχου ἐσθίων, οὗ χρῆσις ἐν τοῖς τοῦ κωμικοῦ Ὄρνισιν ὅθεν καὶ παραβρύκων λίχνου τινὸς ἐπίθετον· καὶ τὸ ἀφέω ἀντὶ τοῦ ἀφῶ ἤτοι ἀφήσω πλεονασμῷ τοῦ ε. δοκεῖ δὲ ὥς περ ἐκ τοῦ τρῶ τρώγω ἔτραγον εἶναι τραγεῖν ἀπαρέμφατον καὶ τράγος ὄνομα, οὕτω καὶ φῶ φάγω φαγεῖν καὶ φάγος. ἐκ δὲ τοῦ τοιούτου φῶ καὶ φατὸς καὶ μυλήφατος. ἀπὸ μέντοι ἑτέρου φῶ, ἐξ οὗ καὶ τὸ φῶς, φώζω. οὗ μετοχὴ ἐν χρήσει τὸ πεφωσμένον· καὶ φῶδες αἱ παρὰ τῷ κωμικῷ· καὶ φωκτόν· οἷον, φωκτὸν γὰρ ἀνοιδαίνει βαρύκριμνον. εἰ δὲ γράφεται δρυὸς παλαιφάτου, ἐνθυμητέον ὡς οὐ μόνον δρῦς παλαίφατος, ἀλλὰ ὁμωνυμίας λόγῳ καὶ κύριον ἀνδρὸς σοφοῦ θεραπεύσαντος μύθους πρὸς ἱστορίαν, εἰς ὃ καί τις Ἡράκλειτος ἐπονήσατο, ἔτι δὲ καὶ Χάραξ. Παλαιφάτου δὲ μέμνηται καὶ Ἀθήναιος, ἔνθα μαγείρου σοφιζομένου καὶ τὴν οἰκείαν