Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.206.1
Not analysed yet
ἐκ τοῦ φίλος ὁμοίως τῷ, κάλλος καλλίων. κεῖται δέ που καὶ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ. τούτου τὸ ὑπερθετικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλίστων ἐκγόνων. Ἰστέον δὲ ὅτι ἄρχεται καὶ ὁ ῥηθεὶς λόγος τῷ ποιητῇ ἀπὸ τοῦ γαρ συνδέσμου· ξεῖνε φίλε, οὐ γὰρ πώ τις ἀνὴρ καὶ ἑξῆς, ὡς ἐγράφη προσεχῶς. ἡ δὲ ἀπόδοσις αὐτοῦ μετὰ στίχους τρεῖς ἐν τῷ, ἔστι δέ μοι γρηῦς καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς ἐπεὶ οὔ πώ τις κατὰ σὲ πεπνυμένος ἀνὴρ ἦλθεν, ἔστι δέ μοι γραῦς τοιάδε ἀπονίψουσά σε. (Vers. 358.) Ὅτι πάνυ ἀστείως Ὅμηρος ποιεῖ τὴν Πηνελόπην ἐκ τοῦ παρατυχόντος εἰπούσης τῇ μαίᾳ Εὐρυκλείᾳ νόημα ἐρεθιστικὸν αὐτῆς εἰς τὸ τὸν ξεῖνον περιεργάσασθαι ἀκριβῶς, μεθοδεύσας καὶ τοῦτο δεξιῶς ἐπ' ἀναγνωρισμῷ τοῦ Ὀδυσσέως. φησὶ γάρ· νίψον σεῖο ἄνακτος ὁμήλικα. καί που Ὀδυσσεὺς ἤδη τοιόσδ' ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας. (Vers. 360.) οὐχ' ὅτι τοιοῦτος ἦν φύσει, ἀλλ' ἴσως νῦν τοιοῦτος διὰ κάκωσιν, ὁποῖοι τινὲς καὶ οἱ προῤῥηθέντες ὠμογέροντες. διὸ καὶ ἐπάγει γνωμικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. Καὶ Ὅμηρος μὲν οὕτω φυσικῶς εἶπε. Θεόκριτος δὲ, ὡς καὶ προεγράφη, τὸ Ὁμηρικὸν αἶψα εἰς μίαν ἡμέραν ὁρίσας φησίν· οἱ ποθοῦντες ἐν ἅματι γηράσκουσι. Παίζει δὲ, καὶ ὁ κωμικὸς διά τινος γραὸς, καθὰ καὶ αὐτὸ ἐγράφη, πολιὰν ἐκείνην ταχὺ διὰ μιᾶς ἡμέρας γενέσθαι λέγων ὑπὸ δῆθεν ἄλγους τινός. ὁ δὲ Λιβάνιος καὶ αὐτὸς ἐντεῦθεν ποθὲν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ πολιὰς ἐξαίφνης ἔφυσα. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν κακότητα νῦν λέγει τὴν κάκωσιν, Ἡσίοδος δ' ἐπὶ κακίας τὴν λέξιν τίθησιν ἐν τῷ, τὴν μέντοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῷ ῥηθέντι λόγῳ τῆς Πηνελόπης πάντως ἂν Ὀδυσσεὺς διαχέοιτο ὡς λαλούσης μέν πως τἀληθὲς, μὴ γινωσκούσης δέ. λίαν γὰρ εὖ ὁ ποιητὴς ἐσχημάτισε καὶ αὐτό. (Vers. 361.) Πένθους φράσις τὸ, γρηῦς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δ' ἔκβαλε θερμὰ, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· ᾤ μοι ἐγὼ σέο τέκνον ἀμήχανος. Εὐρύκλεια δὲ ταῦτα λέγει πρὸ τοῦ νῖψαι τὸν δεσπότην, ὃν καὶ θεουδέα θυμὸν ἔχειν φησὶ καὶ πολλὰ μηρία κῆαι καὶ ἐξαίτους ἑκατόμβας, (Vers. 367.) ἀρώμενον, ἕως ἵκοιτο γῆρας λιπαρὸν, τὸ καὶ ἀλλαχοῦ ῥηθὲν, θρέψαιτό τε φαίδιμον υἱόν. τὰ ἐν τοῖς ἐν βίῳ εὐκταῖα. (Vers. 370.) εἶτα καὶ ὡς νοήσασα τὴν αἰτίαν δι' ἣν Ὀδυσσεὺς ἀποπροσποιεῖται νιφθῆναι ὑπὸ τῶν δμωῶν καὶ ἅμα καὶ καταλέγουσα ἐκείνων, φησίν· οὕτω που καὶ ἐκείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων οὐκ ἐάᾳς νίζειν. Καὶ οὕτω μὲν ἡ γραῦς νοεῖ κατὰ τὸν νοῦν τοῦ ξείνου. Ὅμηρος δέ γε παρανοεῖν αὐτὴν ἀφεὶς ἄλλα βούλεται. οὐ γὰρ διὰ μῖσος μεθοδεύει τὰ κατὰ τὴν Εὐρύκλειαν, ἀλλ' ὅτι, ὡς καὶ προείρηται, δέεται αὐτῆς εἰς τὰ ἐφεξῆς. Ὅρα δὲ καὶ νῦν ἐν τῷ ἐφεψιόωντο καὶ καθεψιόωνται, ὡς λέξις ἐστὶ τὸ ἑψιᾶσθαι καιρία κατὰ ποίησιν, δηλοῦσα διάθεσιν παιγνήμονα. ἐπεὶ καὶ ἕψια, φασὶ, τὰ παίγνια, ὅθεν τὸ ἑψιᾶσθαι. ταυτὸν δὲ ἐφεψιᾶσθαι καὶ καθεψιᾶσθαι, ἐπεὶ, ὡς καὶ προεσημειώθη, ἐν πολλοῖς ἡ ἐπι πρόθεσις τῇ κατα ἰσοδυναμεῖ. Τὸ δὲ ἐφεψιόωντο ἢ χρόνος ἐστὶ παρῳχημένος ἀντὶ ἐνεστῶτος ἢ ἐμφαίνει ἀπηλπικέναι τὴν γραῦν ζῆν τὸν Ὀδυσσέα. διὸ παλαί ποτε αὐτὸν ἐφεψιᾶσθαι φησίν. εἰ δὲ γράφεται ἐφεψιόωνται, δυσμετρίαν ἔχει. (Vers. 362.) Τοῦ δὲ ὀλοφυδνὸν ὀλοφύζω ἐστὶ τὸ πρωτότυπον κατὰ Ἡρῳδιανὸν, ὡς δεδήλωται καὶ ἐν τοῖς περὶ τοῦ κνυζώσω γραφεῖσι. (Vers. 367.) Τὸ δὲ, ἕως ἵκοιτο, ἀντὶ τοῦ ὅπως καὶ νῦν Ἀττικῶς. τὸ γὰρ κοινὸν, ὡς ἵκοιτο, ἤγουν ἵνα καταλάβῃ. ἀλλαχοῦ δὲ τὸ αὐτὸ καὶ εἵως εὕρηται ὡς τὸ τέως τείως. (Vers. 374.) Ὅτι προθυμηθεῖσα ἡ γραῦς μαῖα Εὐρύκλεια νῖψαι τὸν ξένον δεσπότην, ὡς ἐκελεύσθη πρὸς τῆς δεσποίνης φησίν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγεν, ἀλλὰ δηλονότι ἑκοῦσαν διὰ τὴν εὐθὺς ῥηθησομένην τοῦ ξένου ὁμοιότητα πρὸς τὸν Ὀδυσσέα, τῷ σε πόδας νίψω ἅματ' αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκα. (Vers. 377.) ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. εἶτα ἑρμηνεύουσα τὸ, ὀρώρεταί μοι θυμὸς, λέγει ὡς πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο, ἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας φωνήν τε πόδας τ' Ὀδυσῆϊ ἔοικας. Ἔοικε γὰρ ἡ μὲν Πηνελόπη αἰδημόνως προσβλέπειν καὶ οὐ κατὰ τὴν αὐτανεψίαν Ἑλένην, περιεργότερον δὲ ἡ μαῖα ἐπιβάλλειν τὴν ὄψιν ὅλῳ τῷ ξένῳ καὶ ἀκριβέστερον διακεῖσθαι τὰ εἰς εἰκασμὸν καὶ εἴδους περιεργίαν. Ὅθεν σημείωσαι, ὡς ἡ παρὰ τῆς Ἀθηνᾶς ἀλλοίωσις τοῦ Ὀδυσσέως οὐδὲν ἦν ἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δεινοὺς ἀνασκαλεύειν γνωριμότητα. ὁ μέντοι Ἄργος ὁ κύων ἀκριβὴς ὢν αἰσθέσθαι καὶ νῦν δὲ ἡ γραῦς