Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.207.1
Not analysed yet
μαῖα ἔγνων τὸν Ὀδυσσέα. (Vers. 383.) αὐτὸς δέ γε καὶ πάλιν ἐπικρύπτειν ἑαυτὸν πειρώμενος καὶ μηδὲ ἀφιεὶς τὴν γραῦν φιλοτιμότερον πλατύναι τὰ σημεῖα φησὶ πάνυ δεξιῶς· ὦ γρηῦ, οὕτω φασὶν, ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα ἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις. Καὶ ὁ μὲν Ὀδυσσεὺς οὕτω δεινῶς ὁμολογεῖ μὲν τὴν ὁμοιότητα, μὴ εἶναι δέ φησιν αὐτὸς Ὀδυσσεύς. οὐκ ἔχει δὲ καὶ τὴν γραῦν πειθομένην, ἀλλ' ἐνδομυχοῦσα τὸν γνωρισμὸν ψηλαφήσει τὴν οὐλὴν ἐν τῷ τὸν Ὀδυσσέα νίπτειν καὶ γνώσεται τἀληθές. εἰ δὲ καὶ Ὀδυσσεὺς ἷζεν ἀπ' ἐσχαρόφιν, (Vers. 389.) ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα, ἤγουν ἀπεστράφη πρὸς τὸ σκοτεινὸν ὀϊσάμενος κατὰ θυμὸν, (Vers. 391.) μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσαιτο, τουτέστιν ἀνανοήσοι καὶ οὕτως ἀμφαδὰ ἔργα γένοιτο, ἀλλὰ τὴν μὲν Πηνελόπην οὕτω ποιήσας λήσεται. ἡ γραῦς δὲ τὸν δεσπότην γνώσεται ἁψαμένη τῆς οὐλῆς ἐχούσης, ὡς εἰκὸς, καί τινα κοιλότητα. (Vers. 389.) Ἰστέον δὲ ὅτι τὸ τὸν Ὀδυσσέα ἀπ' ἐσχαρόφιν ποτὶ σκότον τραπῆναι Ὀδυσσεῖ μὲν ἄλλως κατεπράχθη, ὡς ἂν δηλαδὴ μὴ ἐπιγνωσθῇ τῇ γραῒ ἐν φωτὶ ὢν, Ὁμήρῳ δὲ ἄλλως εἰς πιθανολογίαν τὸ πλάσμα συντελεῖ. οὕτω γὰρ ἐπικρύπτεται ἡ γενησομένη τῆς γραὸς λειποθυμία, ἡ τοῦ γενείου τοῦ Ὀδυσσέως ἁφὴ, ἡ τοῦ Ὀδυσσέως αὖθις λαβὴ ἐκείνης ἐκ τοῦ φάρυγγος, καὶ τὰ ἄλλα, ὧν οὐδὲν πιθανῶς ἂν γεγόνοι, εἴ περ πρὸς φῶς τετραμμένος Ὀδυσσεὺς ἀπενίπτετο. (Vers. 391.) Ὅτι δὲ ἡ οὐλὴ παρὰ τὸ ὅλον γίνεται ὡς ἐπιγινομένη ἕλκει ὁλωθέντι, τουτέστιν εἰς ὁλότητα ἐλθόντι, δῆλον. καὶ ὅτι ψιλοῦται διὰ τὴν Ἰωνικὴν τοῦ υ ἐπένθεσιν, καὶ ὅτι ὀξύνεται πρὸς διαστολὴν τῆς οὔλης τριχὸς, καὶ ὅτι ἀπ' αὐτῆς τὸ ὕπουλον γίνεται, ὡς προγέγραπται. (Vers. 376.) Τὸ δὲ, σὲ πόδας νίψω, ὅμοιον τῷ, κέ σε φρένας ἵκετο πένθος, καὶ τοῖς ὁμοίοις. λέγει γὰρ ἢ ὅτι σε κατὰ τοὺς πόδας νίψω, ἢ σὲ ἤγουν τοὺς πόδας, οὐ μὴν ὅλον τὸν ξένον, ἢ κατ' ἀντίπτωσιν νίψω σου τοὺς πόδας. (Vers. 377.) Τὸ δὲ, σέθεν εἵνεκα, ἤγουν διὰ σὲ, ὡς ἐοικότα δηλαδὴ τῷ Ὀδυσσεῖ, ὅ περ ἐδήλου ἀνωτέρω καὶ ἐν τῷ, οὐκ ἀέκουσαν. Τοῦ δὲ ὀρώρεται ὁ ἐνεστὼς ἀναδρομὴν ἔχει παρακειμένου εἰς ἐνεστῶτα. ἐκ τοῦ ὄρωρα γὰρ τὸ ὀρώρω, ἐξ οὗ τὸ ὀρώρεται. οὕτω δὲ καὶ τὸ προσαρήρεται ἐν Ἡσιόδῳ ἐκ τοῦ ἄρηρα ἀρήρω γίνεται, ὁμοίως καὶ ἐκ τοῦ ὄλωλα τὸ ὀλώλω. ὅθεν τὸ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος. (Vers. 384.) Διὰ δὲ τοῦ, μάλα ἰκέλω ἀλλήλοιϊν, πειρᾶται μὲν Ὀδυσσεὺς παῦσαι τὴν πολυπραγμοσύνην τῆς γραὸς ὡς οἷα πληροφορῶν τὴν εἰσάγαν ὁμοιότητα, ἔχει δὲ ἀνύσαι οὐδέν. ἡ γὰρ ποιητικὴ δεινότης πρὸ ἔργου τὸν ἐξ αὐτῆς ἔχει ἀναγνωρισμόν. οὐκοῦν ἡ γραῦς ἐρευνήσει καὶ εὑρήσει, ὃ καὶ αὐτὴ βούλεται καὶ πρὸ αὐτῆς ὁ ποιητής. (Vers. 385.) Τὸ δὲ ἐπιφρονέουσα κολακικῶς οἷον ῥηθὲν ταυτόν ἐστι τῷ περίφρων. τοιοῦτον γάρ ποτε καὶ ἡ ἐπι πρόθεσις· ἀφ' ἧς καὶ ἐπιόψεσθαι τὸ ἀκριβῶς ἐπισκέψασθαι, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ προδεδήλωται. (Vers. 389.) Τὸν δὲ ῥηθέντα σκότον οἱ μεθ' Ὅμηρον καὶ σκότος φασὶν ὡς τεῖχος καὶ βέλος. καὶ διφορεῖται μὲν παρ' αὐτοῖς, τὰ πλείω δὲ κατὰ γένος ἀρσενικὸν προάγεται, ὡς δηλοῖ καὶ τὸ, οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην. (Vers. 386.) Ὅτι τὸ νίμμα τοῦ Ὀδυσσέως οὕτω διασκευάζει· γρηῦς δὲ λέβηθ' ἕλε παμφανόωντα τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ, ψυχρόν. ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. (Vers. 387.) Ὅρα δὲ τὸ, ᾧ πόδας ἐξαπένιζεν, ὡς καὶ εἰς ἄλλα τινὰ τῶν λεβήτων χρησιμευόντων, οἷον καὶ εἰς λοετρά. ἔνθα καὶ οἱ λοετροχόοι τρίποδες χρήσιμοι, ὡς εἶναι τηνικαῦτα ὅ περ τὴν πρόχοον τῷ τῆς τραπέζης λέβητι, τοῦτο καὶ τὸν λοετροχόον τρίποδα τῷ τοῦ νίπτεσθαι λέβητι. Ἐν δὲ τῷ, ὕδωρ ἐνεχεύατο πολὺ, συστέλλει τὸ ὕδωρ τὴν ἄρχουσαν. μετ' ὀλίγα μέντοι ἐν τῷ, ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ, ἐκτείνει αὐτήν. (Vers. 388.) Τὸ δὲ ἐπήφυσεν ἀντὶ τοῦ ἐπήντλησε διά τινος δηλαδὴ ἀγγείου, ὃ καὶ σιγᾷ. οὐ θερμῷ δὲ ψυχρὸν ἐπαφύσσεται κατὰ τὸ ὕστερον ἔθος, ἀλλ' ἀνάπαλιν. (Vers. 393.) Ὅτι ὡς ἐν ἄλλοις, οὕτω κἀνταῦθα εὐμεθόδως ὁ ποιητὴς ἱστορίας παρεισοδιάζει τῷ λόγῳ τῆς κατὰ τὸν Ὀδυσσέα οὐλῆς, ἧς τὸ κεφάλαιον, ὅτι σπουδαῖον τοῖς παλαιοῖς ἦν ἔργον καὶ τὸ κυνηγέσιον, ὡς καὶ ὁ ἐν τῇ Ἰλιάδι Μελέαγρος δηλοῖ. μελέτη γάρ, φασιν, αὐτὸ πολεμικῶν κινδύνων ἦν, καθὰ καὶ ἐκ τῶν τοῦ Ἡρακλέος ἄθλων φαίνεται καὶ ἐκ τῆς κατὰ τὸν Βελλεροφόντην ἱστορίας καὶ ἐξ ἄλλων δὲ μυρίων ὅσων. ἐπὶ θήρας γοῦν παντοίας οἱ νέοι ἐξῄεσαν, ἀφ' ὧν ῥωμαλεώτεροι, φασὶ, καὶ ὑγιεινότεροι διετέλουν, ἔτι δὲ καὶ πολεμικοὶ, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι τῶν θηρῶν ὀϊστεύουσιν ἢ ἀκοντίζουσιν. ἔστι δὲ ἱστορία τοιαύτη. (Vers. 399.) Αὐτόλυκος ἐλθών ποτε εἰς Ἰθάκην εὗρε παῖδα νέον τῇ θυγατρὶ Ἀντι-