Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.208.1
Not analysed yet
κλείᾳ, τῇ τοῦ Λαέρτου γυναικί. τὸν δὲ Εὐρύκλεια ἡ τοῦ παιδὸς μαῖα φίλοις ἐπὶ γούνασι θῆκε τῷ πάππῳ παυομένῳ δόρποιο, καὶ εἶπεν· (Vers. 403.) Αὐτόλυκε, αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θείης παιδὸς παιδὶ φίλῳ, ἤγουν τῷ τῆς θυγατρὸς υἱῷ. πολυάρητος δέ τοί ἐστι. (Vers. 405.) καὶ ὁ Αὐτόλυκος τῇ μὲν Εὐρυκλείᾳ εἶπεν οὐδέν· πρὸς δὲ τοὺς ἰδίους τὸν λόγον τρέψας ἔφη· γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομα ὅττι κεν εἴπω· πολλοῖσι γὰρ ἔγωγ' ὀδυσσάμενος τόδ' ἱκάνω ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν· τῷ δ' Ὀδυσσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησσόνδε, ὅθι πού μοι κτήματ' ἔασι· τῶν οἱ ἐγὼ δώσω, καί μιν χαίροντ' ἀποπέμψω. (Vers. 413.) τούτων ἕνεκα ἦλθεν Ὀδυσσεὺς, ἡβήσας δηλαδή. καὶ Αὐτόλυκος μὲν καὶ οἱ παῖδες χερσί τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι. (Vers. 416.) μήτηρ δ' Ἀμφιθέη μητρὸς, τουτέστιν Ἀμφιθέα ἡ μάμμη ἡ τῆς τοῦ Ὀδυσσέως μητρὸς μήτηρ, περιφῦσα γυναικικώτερον κῦσεν ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ, κατὰ τὸν ἐν τοῖς ἐλευθέροις νόμον, ὡς προδεδήλωται. εἶτα δείπνου ἐφοπλισθέντος· βοῦν γὰρ αὐτίκα εἰσάγαγον ἄρσενα πενταέτηρον, ὃν δείραντες καὶ διαχεύαντες ἅπαντα μιστύλαντές τε ἐπισταμένως καὶ πείραντες ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως καὶ δαίνυντο (Vers. 427.) νυκτὸς μὲν ἐπιγενομένης, κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, καθὰ καὶ προεγράφη. ῥοδοδακτύλου δὲ φανείσης Ἠοῦς, ἔβησαν εἰς θήρην ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου καὶ Ὀδυσσεύς. αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησσοῦ. τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας. (Vers. 433.) Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας, ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο, ὃς δὴ καιρὸς ὀρθρινὸς ἐπιτήδειος εἰς κυνηγέσιον. οἵ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δ' ἂρ αὐτῶν ἴχνη ἐρευνῶντες κύνες ἤϊσαν. (Vers. 436.) αὐτὰρ ὄπισθεν τοῦ Αὐτολύκου παῖδες ἤρχοντο, καὶ Ὀδυσσεὺς δὲ σὺν αὐτοῖς ἄγχι κυνῶν οἷα ποδώκης, κραδάων δολιχόσκιον ἔγχος. ἔνθα δ' ἂρ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· ἧς λόχμης τὴν πυκνότητα φράζων ὁ ποιητὴς αὐτὰ ἐκεῖνα λέγει ἐν τῇ κυνηγετικῇ ταύτῃ διασκευῇ, ὅσα καὶ ἐν τῇ ε ῥαψῳδίᾳ περὶ τὸ τέλος ἐπὶ θάμνοις οὓς ὑπῆλθεν Ὀδυσσεὺς, ὅτι δηλαδὴ (Vers. 440.) οὔτε ἄνεμοι δι' αὐτῆς πνέουσιν οὔτε ἥλιος φαέθων ἀκτῖσι βάλλει οὔτε ὄμβρος διεπέρα εἰς τὸ πᾶν· καὶ φύλλων δὲ ἦν αὐτόθι χύσις ἤλιθα πολλή. (Vers. 444.) καὶ οἱ μὲν κυνηγέται οὕτω διὰ τοιαύτης λόχμης ἤρχοντο· τὸν δὲ σῦν ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, (Vers. 445.) ὡς ἐπάγοντες ἐπῇσαν, ἢ οὓς ἐπάγοντες ἐπῇσαν. ὁ δ' ἀντίος ἐκ ξυλόχοιο φρίξας εὖ λοφιὴν, πῦρ δ' ὀφθαλμοῖσι δεδορκὼς, στῆ αὐτῶν σχεδόθεν. ὁ δ' ἄρα πρώτιστος Ὀδυσσεὺς ἔσσυτ' ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ οὐτάμεναι μεμαώς. ὁ δέ μιν φθάμενος ἔλασε σῦς γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι λικριφὶς ἀΐξας, οὐδ' ὀστέον ἵκετο φωτός. τὸν δ' Ὀδυσσεὺς οὔτησε τυχὸν κατὰ δεξιὸν ὦμον. (Vers. 453.) ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή. κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακὼν, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ τὸ, ἀπὸ δ' ἔπτατο θυμός. (Vers. 455.) τὸν μὲν Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, τουτέστι περὶ αὐτὸν ἐπονοῦντο, ἤτοι περὶ τὸν Ὀδυσσέα, ἴσως δὲ καὶ περὶ τὸν σῦν, ὥς περ καὶ τὸν πενταέτηρον βοῦν ἄμφεπον. (Vers. 456.) ὠτειλὴν δ' Ὀδυσσέως δῆσαν ἐπισταμένως· τέχνης γὰρ δέονται καὶ οἱ κατάδεσμοι· ἐπαοιδῇ δ' αἷμα κελαινὸν ἔσχον. εἶτα εὖ ἰασάμενοι ἠδ' ἀγλαὰ δῶρα πορόντες χαίροντα φίλως χαίροντες ἔπεμπον εἰς Ἰθάκην, χαίρουσι δηλαδὴ τοῖς ἐκείνου. φησὶ γάρ· (Vers. 462.) τῷ μὲν πατὴρ καὶ πότνια μήτηρ χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα. ποῖα ἕκαστα; οὐλὴν ὅττι πάθοι, ἤγουν διατί ἔπαθεν αὐτήν. ὁ δ' ἄρα σφιν εὖ κατέλεξεν, ὥς μιν θηρεύοντ' ἔλασε σῦς λευκῷ ὀδόντι Παρνησσόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. Καὶ σημείωσαι τὴν προσεχῶς ἐπενεχθεῖσαν ὡς ἐν ἀνακεφαλαιώσει τεχνικὴν ἐπιτομὴν τοῦ μακροῦ διηγήματος. συνελὼν γὰρ ἐν δυσὶν ἔπεσιν ἐκεῖνα τὰ πολλὰ ἔφη τὸ, ὥς μιν θηρεύοντα ἤλασε σῦς καὶ ἑξῆς. οὕτω καὶ λάλος ὁ ἄνθρωπος οὕτως ὡσεὶ καὶ δωδωναΐζων χαλκεῖον· καὶ αὖ πάλιν ἐν δέοντι σιγηλὸς, ὡς εἰ καὶ Πυθαγόρᾳ ἐφοίτησεν ἢ καὶ τῶν τινὶ ἑτέρῳ ἀποφθεγματικῶς λαλούντων ἢ ἀφοριστικῶς. οἱ δ' αὐτοὶ στίχοι σχεδόν τι καὶ πρὸ τοῦ διηγήματος κατά τινα παράφρασιν κεῖνται οὕτως· τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνασσόν δ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας, ὅ περ οἷα τινὰ πρότασιν ἐκεῖ θεὶς ὁ ποιητὴς ἀνάγκην ἔσχε διὰ σαφήνειαν λόγου τὴν ῥηθεῖσαν ἱστορίαν ἐπαγαγεῖν μετὰ τὸ ἐκ παρέργου χάριν πολυμαθείας προϊστορῆσαι, (Vers. 395.) οἷος ἦν ὁ Αὐτόλυκος, ὅτι δηλαδὴ κατ' ἀνθρώπους ἐκέκαστο κλεπτοσύνῃ