Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.216.1
Not analysed yet
νοῦς κόλασιν. καὶ οὕτω μὲν τὰ κατὰ τὴν ἀηδόνα. ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἡ Πηνελόπη λέγει, ὡς τὰς λοιπὰς δύο Πανδαρέου κούρας ὀρφανὰς τοκέων λειφθείσας ἐκόμισεν Ἀφροδίτη. ὡραίας δὲ γάμου γενομένας ἀνηρείψαντο Ἅρπυιαι καὶ παρεδόθησαν Ἐριννύσιν ἀμφιπολεύειν. ἴσως γὰρ περικαλεῖς μὲν οὖσαι, δι' ὀρφανίαν δὲ δυσπραγοῦσαι καὶ εἰς ὑποδύσκολον καὶ ὡς οἷον εἰπεῖν ἐριννυῶδες ἦθος μεταβληθεῖσαι τῇ λύπῃ ᾤχοντο ἀνώνυμοι, καὶ διατοῦτο καὶ ἀνέμοις ἐπαχθῆναι καὶ Ἐριννύσι παραδοθῆναι μυθεύονται. ἡ δ' αὐτὴ ἐκεῖσε Πηνελόπη ὡς ἤδη ἐνταῦθα τῇ ἀηδόνι ὁμοία εὔξεται καὶ ταῖς λοιπαῖς τοῦ Πανδαρέου θυγατράσιν ὁμοιωθῆναι κατά γε τὸ ἁρπαγῆναι θυέλλαις προφερούσαις εἰς ἠερόεντα κέλευθα. περὶ δὲ τοῦ ῥηθέντος Πανδαρέου φέρεται λόγος, ὅτι κύνα κλέψας χρυσοῦν ἐν Κρήτῃ Ἡφαίστου ἔργον ἔμψυχον ἐκ τοῦ Διὸς τεμένους παρακατέθετο Ταντάλῳ· Διὸς δὲ ἀπαιτοῦντος τὸ κλέμμα δι' Ἑρμοῦ ὤμοσεν ὁ Τάνταλος μὴ ἔχειν. καὶ Ζεὺς μὲν τὸν κύνα Ἑρμοῦ ὑφελομένου ἀπολαβὼν κατέστρεψε τῷ Ταντάλῳ ὄρος τὸ Σίπυλον. ὁ δὲ Πανδάρης ἢ Πανδάρεος φυγὼν εἰς Ἀθήνας ἐκεῖσε εἰς Σικελίαν διέβη. ἔνθα διεφθάρη, φασὶ, μετὰ τῆς γυναικὸς Ἁρμοθόης. Τὸ δὲ Πανδαρέου ὅμοιον τῷ Τυνδαρέου, ὃ κεῖται παρὰ τῷ ποιητῇ ὁμοίως τῷ Πηνελέου. κούρη δὲ Πανδαρέου τὸ πτηνὸν ἡ ἀηδὼν κατά τινα τρόπον μετωνυμίας ἢ μεταλήψεως. οὐ γὰρ ἡ ὄρνις Πανδαρέου θυγάτηρ. δι' ἐκείνην δὲ ὅμως τήν ποτε ζῶσαν καὶ θυγατέρα, λέγεται οὕτω καὶ τὸ ᾠδικὸν πτηνὸν εἰς ὃ μυθικῶς ἐκείνη μετέπεσε. πολὺς δὲ ὁ τοιοῦτος τρόπος μάλιστα παρὰ Πινδάρῳ, ληφθεὶς, ὡς εἰκὸς, ἐκ τοῦ ποιητοῦ· ἐκεῖνος γὰρ τόπους πολλοὺς ἐξ ἡρωΐδων κληθέντας ἱστορῶν λαλεῖ περὶ τῶν τόπων, ὡς εἴ γε προσώπων ἐμέμνητο. Χλωρηῒς δὲ ἀηδὼν ἢ ὡς ἐν χλωροῖς, φασὶ, διατρίβουσα, ἢ ὡς ἅμα τοῖς χλωροῖς φαινομένη· ἔαρος γὰρ φαίνεται, ἢ διὰ τὸ χρῶμα. διό, φασι, καὶ παρὰ Σιμωνίδῃ χλωραύχενες αἱ ἀηδόνες λέγονται. (Vers. 519.) Ἐν δὲ τῷ, ἔαρος νέον ἱσταμένοιο, δηλοῖ τότε μάλιστα ᾠδικὸν εἶναι τοὐρνίθιον, εἴποι ἂν ὁ κωμικός. παρακμάζοντος γὰρ ἔαρος, ἀνίεται καὶ τὸ μέλος. (Vers. 520.) Τὸ δὲ, ἐν πετάλοισιν, ἢ τὴν κουφότητα τοῦ ζωϋφίου δηλοῖ, ὡς οἵου τε ὄντος καὶ φύλλοις ἐνιζάνειν, ἢ καὶ τὸ κλαδίον ἐστὶ τοῖς φύλλοις συνεπινοεῖν, ἵνα ἐκ μέρους νοεῖτο τὸ πᾶν. τοιοῦτον δέ τι καὶ ἐν Ἰλιάδι τὸ, πετάλοις ὑποπεπτηῶτες. Τὸ δὲ πυκινοῖσιν ἢ ἁπλῶς οὕτω κεῖται, ἢ κατὰ ἰδιότητα ζῴου χαίροντος φύλλων δασύτητι διὰ τὸ δυσεπιβούλευτον. (Vers. 521.) Τὸ δὲ, θαμὰ τρωπῶσα καὶ ἡ πολυηχὴς φωνὴ, τὸ πόριμον ἐν φωναῖς τῆς ἀηδόνος δηλοῖ. ἐντεῦθεν δὲ λαβὼν Εὐριπίδης ἔφη τὸ, πάσας φθογγὰς ἱεῖσα ὥς τ' ἀηδόνος στόμα. Τοῦ δὲ τρωπῶ τὸ παθητικὸν ἤγουν τὸ τρωπᾶσθαι κεῖται ἐν τοῖς ἐφεξῆς ἐπὶ φυγῆς κατὰ πόλεμον. ἐκτείνεται δὲ ἡ τῆς τοιαύτης λέξεως ἄρχουσα κατὰ τὸ στρωφῶ καὶ νωμῶ καὶ τρωχῶ, περὶ ὧν ἱκανῶς εἴρηται ἀλλαχοῦ. Τὸ δὲ, χέει φωνὴν, ὅμοιόν ἐστι τῷ, ῥέει αὐδὴν, ὅ περ ἐν Ἰλιάδι κεῖται. (Vers. 524.) Τὸ δὲ, τὴν Πηνελόπην ἐπὶ ἀνδρὸς πενθοῦσαν παραλαβεῖν εἰς παραβολὴν τὴν ἐπὶ τέκνῳ θρηνοῦσαν, εἰ καὶ ἄλλως ἀνομοίως ἔχει κατὰ τὸ πενθούμενον πρόσωπον, ἀλλ' εἰς ποιότητα θρήνου οἰκείως ἔχει. οὐδὲν γὰρ ἧττον φιλάνδρου γυναικὸς πενθούσης ἐπὶ θανάτῳ ἀνδρὸς θρηνεῖ μήτηρ φιλόπαις μηκέτ' ὄντος τοῦ παιδός. (Vers. 522.) Τὸ δὲ, χαλκῷ κτεῖνε, διαστέλλει τῶν ἄλλως κτεινομένων, λιμῷ τυχὸν ἢ ἀγχόνῃ ἢ ἑτέρως ὁπωσοῦν. Τὸ δὲ, δι' ἀφραδίας ἤτοι κακοφραδμοσύνας, ψόγον δηλοῖ γυναικὸς τοιούτῳ φθόνῳ ἐπιβαλούσης ὅπως ἂν καὶ ἐπέβαλε. καὶ ἔστι τοῦτο ἡ πρὸς ἦθος ὠφέλεια τῆς τοιαύτης παραβολῆς. ὅτι δὲ πλεῖον αὕτη ἔχει τοῦ παθητικοῦ τὸ γλυκὺ διά τε τὸ ἔαρ καὶ τὴν τῆς ἀηδόνος μνείαν, δῆλον ἐστί. καὶ ὅτι πρὸς δύο κεφάλαια ταύτῃ χρᾶται ἡ Πηνελόπη. ἔστι γὰρ τὸ πᾶν τῆς παραβολῆς τοιοῦτον· ὥς περ ἡ ἀηδὼν ἐπὶ οἰχομένῳ παιδὶ πενθεῖ πυκνὰ, οὕτως ἐγὼ ἐπὶ ὀλωλότι ἀνδρί· καὶ ὥς περ ἐκείνη θαμὰ τρέπει τὴν φωνὴν, οὕτως ἐμοὶ πυκνὰ λογίζεται ὁ θυμός. Ὅτι ψέξει μέν ποτε καὶ τὸν φίλον ὁ φιλῶν, οὐ δίχα δὲ τοῦ καὶ οὕτω φιλεῖν· οὔτε γὰρ πάνυ τραχυνεῖται κατ' ἐκείνου καὶ ὑπερλαλήσει δὲ ὡς εἰκός. (Vers. 524.) Πηνελόπη τοίνυν ἐνταῦθα εἰποῦσα, ὡς ὀρίνεταί μοι ὁ θυμὸς ἔνθα καὶ ἔνθα, κατὰ τὴν ἀπόδοσιν τῆς παραβολῆς καὶ ἡρμηνευκυῖα τὸ ἔνθα καὶ ἔνθα διὰ τοῦ, ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω· ποῖα δὴ πάντα, κτῆσιν ἐμὴν δμωάς τε καὶ μέγα δῶμα, αἰδοῦν τε χάριν τῆς εἰς τὸν ἄνδρα καὶ διὰ τὴν τοῦ δήμου φῆμιν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἢ ἤδη ἅμα ἕπωμαι Ἀχαιῶν, ὅς τις ἄριστος μνᾶται δοὺς ἀπερείσια ἕδνα. (Vers. 530.) οὕτω τοίνυν εἰποῦσα ἐπιφέρει· παῖς δ' ἐμὸς, ἕως μὲν ἦν ἔτι νήπιος ἠδὲ χαλίφρων, γήμασθαί με οὐκ εἴα. νῦν δ' ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,