Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.217.1
Not analysed yet
(Vers. 533.) καὶ δή μ' ἀρᾶται πάλιν ἐλθεῖν ἐκ μεγάροιο, τουτέστιν ἀνάπαλιν ἐλθεῖν, ὅ ἐστιν ἔξω τοῦ μεγάρου, ὅθεν ἦλθον. (Vers. 534.) ἐπεὶ δὲ τοῦτο διαβολὴ τοῦ φιλτάτου παιδὸς ἦν, εὐθὺς ὑπεραπολογεῖται αὐτοῦ ὡς εὔλογα ποιοῦντος. φησὶ γάρ· κτήσιος ἀσχαλόων τήν οἱ κατέδουσιν Ἀχαιοὶ, οἱ ἐμοὶ δηλαδὴ μνηστῆρες. (Vers. 528.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅς τις ἄριστος, καὶ τὸ, ἀπερείσια δοὺς ἕδνα· ὡς τοιούτου ἀξίου ὄντος τὴν Πηνελόπην ἔχειν. (Vers. 533.) Ἐν δὲ τῷ, καὶ δή μ' ἀρᾶται πάλιν ἐλθεῖν, περιττεύει ὁ και σύνδεσμος Ἀττικῶς. Σημείωσαι δὲ ὅτι τε οὐχ' ἁπλῶς ἐμέμφετο τὰ εἰς ἑαυτὸν διὰ τὴν μητέρα ὁ Τηλέμαχος, ἀλλὰ καὶ ἀρᾶται ἀπελθεῖν αὐτὴν ἐκ τοῦ οἴκου· καὶ ὅτι καὶ πρὸ τούτων, ὅτε ἡ μήτηρ ἐμέμφετο αὐτὸν ὡς παῖς μὲν ὢν μᾶλλον ἐν φρεσὶ κέρδεα ἐνώμα, μέγας δὲ ὢν καὶ ἡβῶν οὐκέτι φρένας ἐναισίμους ἔχει, οὐ δι' ἕτερά τινα τὸν υἱὸν ἐμέμφετο, ἀλλὰ μάλισθ' ὅτι ταύτην ὠθῶν ἦν γήμασθαι. Εὐλαβοῦς δὲ ἤθους τὸ εὐκτικῶς ἀρᾶσθαι, οὐ μὴν ἐγκελεύεσθαι δριμέως τῇ μητρὶ ἀπελθεῖν, ἔτι γε μὴν καὶ ὡς ἐπὶ μεγάλῳ κακῷ ἡ εὐχὴ γίνεται τῷ παιδί. (Vers. 535.) Ὅτι θαμὰ τρωπῶν καὶ ὁ ποιητὴς πολυηχέα φωνὴν ἀηδόνος τρόπον, ἐπινοεῖταί τι ἐν τούτοις καὶ περὶ ὀνείρων φράσαι. καὶ προϊὼν μὲν ἄλλα τινὰ ἐρεῖ· νῦν δὲ πλάττει τὴν Πηνελόπην προβαλλομένην τῷ ξείνῳ Ὀδυσσεῖ ὀνείρου θέας καὶ ἐθέλουσαν λυθῆναι αὐτὸν, καὶ φησίν· ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον· ὃ δὴ πρωθύστερόν ἐστι· πρῶτον γάρ τις ὑπακούσας εἶτα ὑποκρίνεται· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν ἐξ ὕδατος, καὶ τέ σφιν ἰαίνομαι εἰσορόωσα. ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν. οἱ δ' ἐκέχυντο ἀθρόοι ἐν μεγάροις. ὁ δ' ἐς αἰθέρα ἢ ἠέρα δῖαν ἀέρθη. (Vers. 541.) αὐτὰρ ἐγὼ κλαῖον ὡς τοῦ ἰαίνοντος πράγματος ὀλωλότος καὶ ἐκώκυον ἔν περ ὀνείρῳ. ἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαὶ οἰκτρὰ ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας. ἂψ δ' ἐλθὼν κατ' ἂρ ἕζετο ἐπὶ προύχοντι μελάθρῳ, φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· θάρσει, οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλὸν, ὅ τοι τετελεσμένον ἔσται. χῆνες μὲν μνηστῆρες· ἐγὼ δέ τοι αἰετὸς ὄρνις ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω. (Vers. 551.) ὣς ἔφατο. αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε. παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροις ἐνόησα πυρὸν ἐρεπτομένους παρὰ πύελον, ᾗχι πάρος περ. (Vers. 555.) ταῦτα τῆς γυναικὸς προβαλλομένης, ὦ γύναι, φησὶν Ὀδυσσεὺς, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον ἄλλῃ ἀποκλίναντα, ἐπεὶ αὐτὸς Ὀδυσσεὺς πέφραδεν, ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετ' ὄλεθρος πᾶσι μάλα. (Vers. 558.) οὐδέ τις θάνατον καὶ Κῆρας ἀλύξει. τοῦτο δὲ ταυτὸν μὲν τῷ, μνηστῆρσι φαίνεται ὄλεθρος πᾶσι, σαφέστερον δέ ἐστιν ἐκείνου. δῆλον δὲ, ὡς κἀνταῦθα διττολογεῖ ἡ τοιαύτη ἔννοια διὰ τὸ χαίρειν αὐτῇ τὸν λαλοῦντα. ὅραμα δὲ ὁ ῥηθεὶς ὄνειρος, οἷα οὕτως ἀπεκβὰς ὡς ἐθεάθη. δοκοῦσι δὲ ἀληθεύειν οἱ καθ' ὕπνους ἑρμηνευθέντες ὄνειροι. Ἰστέον δὲ ὅτι τε οὓς ὀνείρους ἀληθεῖς ὄντας καὶ αὐτόχρημα οὕτως ἐκβάντας καθὰ ὡράθησαν ἐν ὕπνοις ὁράματα καλοῦμεν, θεωρηματικοὺς ἐκάλουν οἱ παλαιοὶ, ὁποῖος κἀνταῦθα ὁ τῆς Πηνελόπης, καὶ ὅτι διττοὶ κατ' ἐκείνους οἱ ὄνειροι· οἱ μὲν γὰρ ἀλληγορικοὶ, οἱ ἄλλα δι' ἄλλων ἀγορεύοντες, οἱ δὲ θεωρηματικοὶ, οἱ τῇ ἑαυτῶν, φασὶ, θέᾳ προσεοικότες. καὶ ὅτι ἐν μὲν τοῖς πρὸ τούτων αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον ἐναργῶς ἐδήλου τὰ κατὰ τῶν μνηστήρων διὰ τῆς μιᾶς χηνός. οὐδὲ γὰρ ἦν πλεῖόν τι ἐκεῖ γενέσθαι. ὁ δὲ τοῦ ὀνείρου ἀετὸς ἄλλως ποιεῖ πετόμενος αὐτόνομα καὶ οὐδὲ κάμνειν εἰδώς. (Vers. 539.) ἀρσενικῶς δὲ νῦν οἱ χῆνες προφέρονται, ὡς δηλοῖ τὸ, πᾶσιν αὐχένας ἦξε, καὶ, κέχυντο ἀθρόοι, καὶ, πυρὸν ἐρεπτομένους. καὶ ἔστιν Ἰωνικὸν μὲν ἡ χὴν, κοινὸν δὲ οἱ χῆνες. ἤδη δὲ καὶ οἰκεῖον καὶ αὐτὸ τοῖς καὶ ὑπερφιάλοις καὶ ἀγήνορσι μνηστῆρσιν. (Vers. 535.) Ὑποκρίνασθαι δὲ ἐν Ἰλιάδι μὲν τὸ ἁπλῶς ἀποκρίνασθαι, ὧδε δὲ τὸ ἐπὶ ὀνείρου λύσει θέσθαι ἀπόκρισιν. (Vers. 536.) Τὸ δὲ, πυρὸν ἔδουσι, πυρὸν ἐρέπτεσθαι μετ' ὀλίγα εἶπεν, ὅ πέρ ἐστιν οἰκειότερον ἐπὶ ζῴων ἀλόγων, ὡς ἐφάνη πολλαχοῦ. Βιωτικὸν δὲ τὸ, πυρὸν ἔδουσιν ἐξ ὕδατος, ὡς οὕτω πιαινομένων χηνῶν. οἷς ἐοίκασιν οἱ μνηστῆρες διὰ τὸ ἀδηφάγον καὶ οἰκουρὸν καὶ τὸ τῇ τρυφῇ ἐπιχαίνειν, ὅ πέρ ἐστιν ἐτυμολογία χηνῶν. δοκεῖ δὲ καὶ ἀγαθὸς εἶναι πιαίνειν χῆνας ὁ πυρὸς, ἄλλο τι ὢν παρὰ τὸν σῖτον, ὡς ἡ Ἰλιὰς δηλοῖ. (Vers. 537.) Τὸ δὲ, ἰαίνομαι εἰσορόωσα, γυναικείας ἀφελείας ἐστίν. ἀφελὲς δὲ καὶ τὸ ὅλον τοῦτο χωρίον. διὸ καὶ γλυκύ ἐστι. (Vers. 538.) Τίς δὲ ὁ ἀγκυλοχείλης αἰετὸς, ἐν τῇ Ἰλιάδι ἀκριβῶς δεδήλωται. Ἐξ ὄρους δὲ ὁ τοιοῦτος ἀετὸς ἐφάνη ἐλθεῖν, ὃν τρόπον καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἡ ἐναργὴς οἰωνοσκοπία